1 Οὐ μὴν δὲ ἀλλὰ ἄκουσου Ἰὼβ τὰ ῥήματά μου, καὶ λαλιὰν ἐνωτίζου μου. 2 γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου. 3 Καθαρά μου ἡ καρδία ῥήμασι, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. 4 Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με. 5 Ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν, πρὸς ταῦτα ὑπόμεινον, στῆθι κατʼ ἐμὲ, καὶ ἐγὼ κατὰ σέ. 6 Ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγὼ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα. 7 Οὐχ ὁ φόβος μου σὲ στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί. 8 Πλὴν εἶπας ἐν ὠσί μου· φωνὴν ῥημάτων σου ἀκήκοα· 9 διότι λέγεις, καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα· 10 Μέμψιν δὲ κατʼ ἐμοῦ εὗρεν· ἥγηται δέ με ὥσπερ ὑπεναντίον. 11 Ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου, ἐφύλαξε δέ μου πάσας τὰς ὁδούς. 12 Πῶς γὰρ λέγεις, δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. 13 Λέγεις δέ, διατί τῆς δίκης μου οὐκ ἐπακήκοέ μου πᾶν ῥῆμα; 14 Ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ Κύριος, ἐν δὲ τῷ δευτέρῳ. 15 ἐνύπνιον ἢ ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπʼ ἀνθρώπους, ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης· 16 Τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἐν εἴδεσι φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν. 17 Ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐῤῥύσατο. 18 Ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου, καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. 19 Πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐπὶ μαλακίᾳ ἐπὶ κοίτης, καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησε. 20 Πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι, καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει· 21 ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες, καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κένα. 22 Ἤγγισε δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ἡ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδῃ· 23 Ἐὰν ὦσι χιλιοι αγγελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν· ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς Κύριον, ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ, 24 ἀνθέξεται τοῦ μὴ πεσεῖν εἰς θάνατον· ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ· 25 Ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις. 26 Εὐξάμενος δὲ πρὸς Κύριον καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσεται προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ· ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην. 27 Εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ, λέγων, οἷα συνετέλουν; καὶ οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον. 28 Σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθορὰν, καὶ ἡ ζωή μου φῶς ὄψεται. 29 Ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός. 30 Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν. 31 Ἐνωτίζου Ἰὼβ καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω. 32 Εἰ εἰσί σοι λόγοι, ἀποκρίθητί μοι· λάλησον, θέλω γὰρ δικαιωθῆναί σε. 33 Εἰ μὴ, σὺ ἄκουσόν μου, κώφευσον καὶ διδάξω σε.
Job · Brenton's Greek Septuagint
Job 33 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (33)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Job 13:6; Job 34:2; Psalm 49:1–3; Mark 4:9
- 2 Job 3:1; Psalm 78:2; Matthew 5:2; Job 31:30
- 3 Job 27:4; 1 Thessalonians 2:3–4; Proverbs 20:15; Psalm 37:30–31; Proverbs 8:7–8
- 4 Job 32:8; Genesis 2:7; Job 27:3; Job 10:12; 1 Corinthians 15:45
- 5 Job 33:32–33; Acts 10:26; Job 23:4–5; Job 13:18; Job 32:14
- 6 Job 4:19; Job 10:9; 2 Corinthians 5:1; Job 20:22; Job 31:35
- 7 Job 13:21; Job 9:34; Psalm 32:4; Psalm 88:16
- 8 Jeremiah 29:23; Deuteronomy 13:14
- 9 Job 10:7; Job 16:17; Job 11:4; Job 9:21; Job 29:14
- 10 Job 19:11; Job 13:24–25; Job 30:21; Job 10:15–17; Job 31:35
- 11 Job 13:27; Job 31:4; Daniel 4:35; Psalm 105:18; Jeremiah 20:2
- 12 Job 36:5; Ezekiel 18:25; Job 35:2; Job 32:17; Job 34:17–19
- 13 Job 40:2; Isaiah 45:9; Romans 11:34; Daniel 4:35; Isaiah 46:10
- 14 Proverbs 1:24; 2 Chronicles 33:10; Psalm 62:11; Job 33:29; John 3:19
- 15 Numbers 12:6; Job 4:13; Genesis 20:3; Genesis 31:24; Daniel 4:5
- 16 Job 36:10; Job 36:15; Psalm 40:6; Isaiah 50:5; Luke 24:45
- 17 James 4:10; Isaiah 2:11; 2 Chronicles 32:25; Genesis 20:6; Matthew 27:19
- 18 Job 33:28; Job 33:30; 2 Peter 3:9; Romans 2:4; Job 15:22
- 19 Job 30:17; Job 5:17–18; Psalm 119:71; 1 Corinthians 11:32; Psalm 94:12
- 20 Psalm 107:17–18; Job 3:24; Jeremiah 3:19; Amos 5:11; Genesis 3:6
- 21 Job 19:20; Job 13:28; Job 7:5; Proverbs 5:11; Job 14:22
- 22 2 Samuel 24:16; Job 33:28; 1 Corinthians 10:10; Psalm 88:3–5; Job 17:1
- 23 Malachi 3:1; Ecclesiastes 7:28; 2 Corinthians 5:20; Haggai 1:13; Malachi 2:7
- 24 Psalm 49:7–8; Matthew 20:28; 1 Peter 1:18–19; Job 33:18; Hosea 14:4
- 25 Psalm 103:5; 2 Kings 5:14; Joshua 14:10–11; Deuteronomy 34:7; Job 42:16
- 26 Psalm 50:15; Psalm 30:5; Acts 2:28; Acts 9:11; Isaiah 30:19
- 27 Romans 6:21; 2 Samuel 12:13; Psalm 14:2; Jeremiah 31:18–19; Matthew 16:26
- 28 Job 33:24; Job 3:9; Job 3:16; Job 33:22; Job 3:20
- 29 Ephesians 1:11; Philippians 2:13; 1 Corinthians 12:6; Hebrews 13:21; 2 Corinthians 5:5
- 30 Psalm 56:13; Isaiah 38:17; Job 33:28; Psalm 40:1–2; Acts 26:18
- 31 Job 18:2; Job 21:2; Job 13:6; Job 32:11
- 32 Job 22:5–9; Job 15:4–5; Job 27:5; Job 21:27
- 33 Psalm 34:11; Proverbs 8:5; Job 33:3; Proverbs 4:1–2; Proverbs 5:1–2
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Job, too, says, The Spirit of God hath made me, and the breath of the Almighty hath given me life.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)