1 Καὶ Ἑλισαιὲ ἐλάλησε πρὸς τὴν γυναῖκα, ἧς ἐζωπύρησε τὸν υἱὸν, λέγων, ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου, καὶ παροίκει οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκε Κύριος λιμὸν ἐπὶ τὴν γῆν, καί γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη. 2 Καὶ ἀνέστη ἡ γυνὴ, καὶ ἐποίησε κατὰ τὸ ῥῆμα Ἑλισαιὲ καὶ αὐτὴ καὶ ὁ οἶκος αὐτῆς, καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη. 3 Καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν, καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν, καὶ ἦλθε βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν αὐτῆς. 4 Καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζὶ τὸ παιδάριον Ἑλισαιὲ τοῦ ἀνθρώπου τοῦ Θεοῦ, λέγων, διήγησαι δὴ ἐμοὶ πάντα τὰ μεγάλα ἃ ἐποίησεν Ἑλισαιέ. 5 Καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ, ὡς ἑζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνὴ ἧς ἐζωπύρησε τὸν υἱὸν αὐτῆς Ἑλισαιὲ, βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ εἶπε Γιεζὶ, Κύριε βασιλεῦ, αὕτη ἡ γυνὴ, καὶ οὗτος ὁ υἱὸς αὐτῆς, ὃν ἐζωπύρησεν Ἑλισαιέ. 6 Καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα· καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα, λέγων, ἐπίστρεψον πάντα τὰ αὐτῆς, καὶ πάντα τὰ γεννήματα τοῦ ἀγροῦ ἀπὸ τῆς ἡμέρας ἧς κατέλιπε τὴν γῆν ἕως τοῦ νῦν. 7 Καὶ ἦλθεν Ἑλισαιὲ εἰς Δαμασκόν· καὶ υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἠῤῥώστησε, καὶ ἀνήγγειλαν αὐτῷ, λέγοντες, ἥκει ὁ ἄνθρωπος τοῦ Θεοῦ ἕως ᾧδε. 8 Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀζαὴλ, λάβε ἐν τῇ χειρί σου μαναὰ, καὶ δεῦρο εἰς ἀπαντὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ, καὶ ἐπιζήτησον τὸν Κύριον παρʼ αὐτοῦ, λέγων, εἰ ζήσομαι ἐκ τῆς ἀῤῥωστίας μου ταύτης; 9 Καὶ ἐπορεύθη Ἀζαὴλ εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἔλαβε μαναὰ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ, καὶ εἶπε πρὸς Ἑλισαιὲ, υἱός σου υἱὸς Ἅδερ βασιλεὺς Συρίας ἀπέστειλέ με πρὸς σὲ ἐπερωτῆσαι, λέγων, εἰ ζήσομαι ἐκ τῆς ἀῤῥωστίας μου ταύτης; 10 Καὶ εἶπεν Ἑλισαιὲ, δεῦρο, εἶπον, ζωῇ ζήσῃ, καὶ ἔδειξέ μοι Κύριος ὅτι θανάτῳ ἀποθανῇ. 11 Καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ, καὶ ἔθηκεν ἕως αἰσχύνης· καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ Θεοῦ. 12 Καὶ εἶπεν Ἀζαὴλ, τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν, ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ, καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναῥῥήξεις. 13 Καὶ εἶπεν Ἀζαὴλ, τίς ἐστιν ὁ δοῦλός σου, ὁ κύων ὁ τεθνηκὼς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ἑλισαιὲ, ἔδειξέ μοι Κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν. 14 Καὶ ἀπῆλθεν ἀπὸ Ἑλισαιὲ, καὶ εἰσῆλθε πρὸς τὸν κύριον αὐτοῦ, καὶ εἶπεν αὐτῷ, τί εἶπέ σοι Ἑλισαιέ; καὶ εἶπεν, εἶπέ μοι, ζωῇ ζήσῃ. 15 Καὶ ἐγένετο τῇ ἐπαύριον, καὶ ἔλαβε τὸ μαχβὰρ καὶ ἔβαψεν ἐν τῷ ὕδατι, καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέθανε· καὶ ἐβασίλευσεν Ἀζαὴλ ἀντʼ αὐτοῦ. 16 Ἐν ἔτει πέμπτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ, καὶ Ἰωσαφὰτ βασιλεῖ Ἰούδα, ἐβασίλευσεν Ἰωρὰμ υἱὸς Ἰωσαφὰτ βασιλεὺς Ἰούδα. 17 Υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. 18 Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ καθὼς ἐποίησεν οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου. 19 Καὶ οὐκ ἠθέλησε Κύριος διαφθεῖραι τὸν Ἰούδαν διὰ Δαυὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπε δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας. 20 Ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν Ἐδὼμ ὑποκάτωθεν χειρὸς Ἰούδα, καὶ ἐβασίλευσαν ἐφʼ ἑαυτὸν βασιλέα. 21 Καὶ ἀνέβη Ἰωρὰμ εἰς Σιὼρ, καὶ πάντα τὰ ἅρματα τὰ μετʼ αὐτοῦ· καὶ ἐγένετο αὐτοῦ ἀναστάντος, καὶ ἐπάταξε τὸν Ἐδὼμ τὸν κυκλώσαντα ἐπʼ αὐτὸν, καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν. 22 Καὶ ἠθέτησεν Ἐδὼμ ὑποκάτω τῆς χειρὸς Ἰούδα ἕως τῆς ἡμέρας ταύτης· τότε ἠθέτησε Λοβνὰ ἐν τῷ καιρῷ ἐκείνῳ. 23 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωρὰμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 24 Καὶ ἐκοιμήθη Ἰωρὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ. 25 Ἐν ἔτει δωδεκάτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωράμ. 26 Υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ὀχοζίας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρὶ βασιλέως Ἰσραήλ. 27 Καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαὰβ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος Ἀχαάβ. 28 Καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον μετὰ Ἁζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ῥεμμὼθ Γαλαὰδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ἰωράμ. 29 Καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωρὰμ τοῦ ἰατρευθῆναι ἐν Ἰεζράελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν ἐν Ῥεμμὼθ, ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἁζαὴλ βασιλέως Συρίας· καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ ἐν Ἰεζράελ, ὅτι ἠῤῥώστει αὐτός.
2 Kings · Brenton's Greek Septuagint
2 Kings 8 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Ahaziah
Son of Jehoram and Athaliah, who became king at twenty-two, reigned one year in Jerusalem, walked in the ways of the house of Ahab, visited the wounded Joram at Jezreel, and was…
Cited in the guide: 2 Kings 8:24; 2 Kings 8:25; 2 Kings 8:26
Athaliah
A granddaughter of Omri, the wife of Jehoram of Judah and mother of Ahaziah, who after Ahaziah's death annihilated the royal heirs, ruled the land six years, and was put to death…
Cited in the guide: 2 Kings 8:26; 2 Kings 11:1; 2 Kings 11:3
Hazael
An Aramean sent by Ben-hadad to Elisha, whom Elisha foretold would be king over Aram; he smothered Ben-hadad, reigned in his place, and defeated Israel throughout its territory.
Cited in the guide: 1 Kings 19:15; 2 Kings 8:9; 2 Kings 8:15
Joram
A king who married into Ahab's house and led Judah into idolatry.
Cited in the guide: 2 Kings 8:16-24; 2 Chron. 21; Matt. 1:8
Cross references (29)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Haggai 1:11; 2 Kings 4:31–35; Ruth 1:1; Psalm 105:16; 2 Kings 4:18
- 2 1 Timothy 5:8; 1 Samuel 27:1–3; Judges 3:3
- 3 2 Samuel 14:4; 2 Kings 6:26; Luke 18:3–5; 2 Kings 4:13; Psalm 82:3–4
- 4 2 Kings 5:20–27; 2 Kings 2:14; 2 Kings 4:16–17; Luke 23:8; 2 Kings 5:14
- 5 2 Kings 4:35; Matthew 10:29–30; Ecclesiastes 9:11; Esther 6:11–12; Acts 8:27–40
- 6 Proverbs 16:7; Proverbs 21:1; 2 Samuel 9:7; 2 Kings 9:32; 1 Chronicles 28:1
- 7 1 Kings 11:24; 2 Kings 6:24; 1 Kings 20:1; Isaiah 7:8; 1 Kings 15:18
- 8 2 Kings 1:2; 1 Kings 19:15; 1 Samuel 9:7; Acts 16:30; 2 Kings 5:5
- 9 2 Kings 13:14; 1 Kings 19:15; 2 Kings 16:7; 1 Samuel 25:8; 2 Kings 5:5
- 10 2 Kings 1:4; Amos 8:1; Revelation 22:1; Amos 7:1; Amos 7:4
- 11 Luke 19:41; Romans 9:2; Psalm 119:136; Jeremiah 9:18; Jeremiah 4:19
- 12 Hosea 13:16; Nahum 3:10; 2 Kings 15:16; 2 Kings 12:17; 2 Kings 13:3
- 13 1 Samuel 17:43; 1 Kings 19:15; 2 Samuel 9:8; Psalm 22:20; Micah 2:1
- 14 2 Kings 8:10; Matthew 26:16; 2 Kings 5:25
- 15 2 Kings 8:13; 1 Kings 16:18; 2 Kings 15:25; 2 Kings 15:30; Micah 2:1
- 16 2 Kings 1:17; 2 Kings 3:1; 2 Chronicles 21:1–20; 1 Kings 22:50
- 17 2 Chronicles 21:5–10
- 18 2 Kings 8:26; 2 Kings 3:2–3; Micah 6:16; 2 Chronicles 22:1–4; 1 Kings 21:25
- 19 1 Kings 11:36; 2 Samuel 7:12–13; 2 Samuel 7:15; Luke 1:32–33; Hosea 11:9
- 20 1 Kings 22:47; 2 Kings 3:9; 2 Kings 8:22; 2 Kings 3:27; Genesis 27:40
- 21 2 Samuel 18:17
- 22 Joshua 21:13; 2 Kings 19:8; Genesis 27:40; 2 Chronicles 21:10
- 23 2 Kings 15:6; 1 Kings 14:29; 1 Kings 15:23; 1 Kings 11:41; 2 Chronicles 21:11–20
- 24 2 Chronicles 21:17; 2 Chronicles 22:6; 2 Chronicles 25:23; 2 Chronicles 21:1; 1 Kings 14:31
- 25 2 Kings 9:29; 2 Kings 8:16–17; 2 Chronicles 21:20–22:6
- 26 2 Chronicles 22:2; 2 Kings 11:13–16; 2 Chronicles 22:5–8; 2 Kings 9:21–27; 2 Kings 11:1
- 27 2 Corinthians 6:14–17; Ecclesiastes 7:26; 2 Chronicles 22:3–4; 2 Kings 8:18
- 28 2 Chronicles 22:5; 1 Kings 22:29; 2 Kings 8:12–13; 2 Kings 3:7; 2 Kings 9:15
- 29 2 Kings 9:15–16; 1 Kings 22:34; 2 Kings 8:28; 2 Chronicles 22:5–7
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences