Skip to the text

Genesis · Brenton's Greek Septuagint

Genesis 44 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐνετείλατο ὁ Ἰωσὴφ τῷ ὄντι ἐπὶ τῆς οἰκίας αὐτοῦ, λέγων, πλήσατε τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων, ὅσα ἐὰν δύνωνται ἆραι· καὶ ἐμβάλετε ἑκάστου τὸ ἀργύριον ἐπὶ τοῦ στόματος τοῦ μαρσίππου. 2 Καὶ τὸ κόνδυ μου τὸ ἀργυροῦν ἐμβάλετε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου, καὶ τὴν τιμὴν τοῦ σίτου αὐτοῦ· ἐγενήθη δὲ κατὰ τὸ ῥῆμα Ἰωσὴφ, καθὼς εἶπε. 3 Τὸ πρωῒ διέφαυσε· καὶ οἱ ἄνθρωποι ἀπεστάλησαν, αὐτοὶ καὶ οἱ ὄνοι αὐτῶν. 4 Ἐξελθόντων δὲ αὐτῶν τὴν πόλιν, οὐκ ἀπέσχον μακράν· καὶ Ἰωσὴφ εἶπε τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ, ἀναστὰς ἐπιδίωξον ὀπίσω τῶν ἀνθρώπων, καὶ καταλήμψῃ αὐτοὺς, καὶ ἐρεῖς αὐτοῖς τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν; 5 Ἱνατί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν; οὐ τοῦτό ἐστιν, ἐν ᾧ πίνει ὁ κύριός μου; αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῷ. πονηρὰ συντετελέκατε ἃ πεποιήκατε. 6 Εὑρὼν δὲ αὐτοὺς, εἶπεν αὐτοῖς κατὰ τὰ ῥήματα ταῦτα. 7 Οἱ δὲ εἶπαν αὐτῷ, ἱνατί λαλεῖ ὁ κύριος κατὰ τὰ ῥήματα ταῦτα; μὴ γένοιτο τοῖς παισίν σου ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο. 8 Εἰ τὸ μὲν ἀργύριον, ὃ εὕρομεν ἐν τοῖς μαρσίπποις ἡμῶν, ἀπεστρέψαμεν πρὸς σὲ ἐκ γῆς Χαναὰν, πῶς ἂν κλέψαιμεν ἐκ τοῦ οἴκου τοῦ κυρίου σου ἀργύριον ἢ χρυσίον; 9 Παρʼ ᾧ ἂν εὕρῃς τὸ κόνδυ τῶν παιδων σου, ἀποθνησκέτω· καὶ ἡμεῖς δὲ ἐσόμεθα παῖδες τῷ κυρίῳ ἡμῶν. 10 Ὁ δὲ εἶπε, καὶ νῦν, ὡς λέγετε, οὕτως ἔσται· παρʼ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ, ἔσται μου παῖς ὑμεῖς δὲ ἔσεσθε καθαροί. 11 Καὶ ἔσπευσαν, καὶ καθεῖλαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἤνοιξαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ. 12 Ἠρεύνησε δὲ ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος, ἕως ἦλθεν ἐπὶ τὸν νεώτερον. καὶ εὗρε τὸ κόνδυ ἐν τῷ μαρσίππῳ τοῦ Βενιαμίν. 13 Καὶ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπέθηκαν ἕκαστος τὸν μαρσίππον αὐτοῦ ἐπὶ τὸν ὄνον αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν. 14 Εἰσῆλθε δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς Ἰωσὴφ ἔτι αὐτοῦ ὄντος ἐκεῖ, καὶ ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν. 15 Εἶπε δὲ αὐτοῖς Ἰωσὴφ, τί τὸ πρᾶγμα τοῦτο ἐποιήσατε; οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνιεῖται ὁ ἄνθρωπος, οἷος ἐγώ; 16 Εἶπε δὲ Ἰούδας, τί ἀντεροῦμεν τῷ κυρίῳ, ἢ τί λαλήσομεν, ἢ τί δικαιωθῶμεν; ὁ Θεὸς δὲ εὗρε τὴν ἀδικίαν τῶν παίδων σου· ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν, καὶ ἡμεῖς, καὶ παρʼ ᾧ εὑρέθη τὸ κόνδυ. 17 Εἶπε δὲ Ἰωσὴφ, μή μοι γένοιτο ποιῆσαι τὸ ῥῆμα τοῦτο· ὁ ἄνθρωπος παρʼ ᾧ εὑρέθη τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς· ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν. 18 Ἐγγίσας δὲ αὐτῷ Ἰούδας εἶπε, δέομαι, κύριε· λαλησάτω ὁ παῖς σου ῥῆμα ἐναντίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, ὅτι σὺ εἶ μετὰ Φαραώ. 19 Κύριε, σὺ ἠρώτησας τοὺς παῖδάς σου, λέγων, εἰ ἔχετε πατέρα ἢ ἀδελφόν. 20 Καὶ εἴπαμεν τῷ κυρίῳ, ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος, καὶ παιδίον γήρως νεώτερον αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν, αὐτὸς δὲ μόνος ὑπελείφθη τῇ μητρὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησεν· 21 Εἶπας δὲ τοῖς παισί σου, καταγάγετε αὐτὸν πρὸς μέ, καὶ ἐπιμελοῦμαι αὐτοῦ. 22 Καὶ εἴπαμεν τῷ κυρίῳ, οὐ δυνήσεται τὸ παιδίον καταλιπεῖν τὸν πατέρα αὐτοῦ· ἐὰν δὲ καταλείπῃ τὸν πατέρα, ἀποθανεῖται. 23 Σὺ δὲ εἶπας τοῖς παισί σου, ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθʼ ὑμῶν, οὐ προσθήσεσθε ἰδεῖν τὸ πρόσωπόν μου. 24 Ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου πατέρα ἡμῶν, ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου ἡμῶν. 25 Εἶπε δὲ ὁ πατὴρ ἡμῶν, βαδίσατε πάλιν καὶ ἀγοράσατε ἡμῖν μικρὰ βρώματα. 26 Ἡμεῖς δὲ εἴπομεν, οὐ δυνησόμεθα καταβῆναι· ἀλλʼ εἰ μὲν ὁ ἀδελφὸς ἡμῶν ὁ νεώτερος καταβαίνει μεθʼ ἡμῶν, καταβησόμεθα· οὐ γὰρ δυνησόμεθα ἰδεῖν τὸ πρόσωπον τοῦ ἀνθρώπου, τοῦ ἀδελφοῦ ἡμῶν τοῦ νεωτέρου μὴ ὄντος μεθʼ ἡμῶν. 27 Εἶπε δὲ ὁ παῖς σου πατὴρ ἡμῶν πρὸς ἡμᾶς, ὑμεῖς γινώσκετε ὅτι δύο ἔτεκέ μοι ἡ γυνὴ, 28 καὶ ἐξῆλθεν ὁ εἷς ἀπʼ ἐμοῦ· καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονεν, καὶ οὐκ ἴδον αὐτὸν ἄχρι νῦν. 29 Ἐὰν οὖν λάβητε καὶ τοῦτον ἐκ τοῦ προσώπου μου, καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. 30 Νῦν οὖν ἐὰν εἰσπορεύωμαι πρὸς τὸν παῖδά σου, πατέρα δὲ ἡμῶν, καὶ τὸ παιδίον μὴ ᾖ μεθʼ ἡμῶν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐκκρέμαται ἐκ τῆς τούτου ψυχῆς, 31 καὶ ἔσται ἐν τῷ ἰδεῖν αὐτὸν μὴ ὂν τὸ παιδίον μεθʼ ἡμῶν, τελευτήσει, καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου, πατρὸς δὲ ἡμῶν, μετὰ λύπης εἰς ᾅδου. 32 Ὁ γὰρ παῖς σου παρὰ τοῦ πατρὸς ἐκδέδεκται τὸ παιδίον, λέγων, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ, καὶ στήσω αὐτὸν ἐνώπιόν σου, ἡμαρτηκὼς ἔσομαι εἰς τὸν πατέρα πάσας τὰς ἡμέρας. 33 Νῦν οὖν παραμενῶ σοι παῖς ἀντὶ τοῦ παιδίου, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδίον ἀναβήτω μετὰ τῶν ἀδελφῶν αὐτοῦ. 34 Πῶς γὰρ ἀναβήσομαι πρὸς τὸν πατέρα, τοῦ παιδίου μὴ ὄντος μεθʼ ἡμῶν; ἵνα μὴ ἴδω τὰ κακὰ, ἃ εὑρήσει τὸν πατέρα μου.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Joseph

    Ruler in Egypt

    Betrayed and enslaved, he rose to rule Egypt and saved his family from famine.

    Cited in the guide: Genesis 37; 39–50

Cross references (31)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Genesis 42:25; Genesis 43:16; Genesis 24:2; Isaiah 3:1; Genesis 43:19
  2. 2 2 Corinthians 8:8; Deuteronomy 13:3; Matthew 10:16; Genesis 42:15–16; Genesis 43:32
  3. 4 John 10:32; Psalm 35:12; Proverbs 17:13; Deuteronomy 2:16; Psalm 109:5
  4. 5 2 Kings 21:6; Genesis 30:27; Leviticus 19:26; Genesis 44:15; Deuteronomy 18:10–14
  5. 7 Genesis 38:16–18; Hebrews 13:18; Genesis 35:22; Genesis 34:25–31; 2 Kings 8:13
  6. 8 Genesis 43:12; Matthew 19:18; James 2:10–11; Genesis 42:35; Genesis 43:21–22
  7. 9 Genesis 31:32; Genesis 43:18; Job 31:38–40; Psalm 7:3–5; Genesis 44:16
  8. 10 Exodus 22:3; Genesis 44:33; Genesis 44:17; Matthew 18:24–25
  9. 12 Genesis 43:14; Genesis 44:2; Genesis 43:33; Genesis 44:26–32; Genesis 42:36–38
  10. 13 2 Samuel 1:11; 2 Samuel 13:19; Numbers 14:6; 2 Samuel 1:2; Genesis 37:29–34
  11. 14 Genesis 50:18; Philippians 2:10–11; Genesis 43:25; Genesis 43:16; Genesis 37:7–10
  12. 15 Genesis 44:4–5; Genesis 3:13; Genesis 39:8; Genesis 21:26; Genesis 4:10
  13. 16 Genesis 44:9; Daniel 9:7; Numbers 32:23; Luke 12:2; Joshua 7:18
  14. 17 Genesis 18:25; Genesis 37:32–33; Proverbs 17:15; Psalm 75:2; Genesis 26:29
  15. 18 Exodus 32:22; Genesis 41:40; Genesis 18:30; Genesis 18:32; Genesis 41:44
  16. 19 Genesis 43:7; Genesis 43:29; Genesis 42:7–10
  17. 20 Genesis 37:3; Genesis 42:38; Genesis 44:27–30; Luke 7:12; Genesis 46:21
  18. 21 Genesis 42:15; Genesis 42:20; Jeremiah 40:4; Amos 9:4; Genesis 43:29
  19. 22 Genesis 42:38; Genesis 44:30
  20. 23 Genesis 43:3; Genesis 43:5; Genesis 42:15–20
  21. 24 Genesis 42:29–34
  22. 25 Genesis 43:2; Genesis 43:5
  23. 26 Genesis 43:4–5; Luke 11:7
  24. 27 Genesis 46:19; Genesis 35:16–18; Genesis 30:22–25; Genesis 29:28; Genesis 29:18–21
  25. 28 Genesis 37:33; Genesis 37:13–14; Genesis 42:36; Genesis 42:38
  26. 29 Genesis 42:38; Genesis 43:14; Deuteronomy 31:17; Genesis 42:36; Genesis 44:31
  27. 30 1 Samuel 18:1; Genesis 44:34; 1 Samuel 25:29; Genesis 44:31; Genesis 44:17
  28. 31 Genesis 44:29; Genesis 37:35; 1 Samuel 4:17–18; 1 Thessalonians 4:13; 1 Samuel 22:22
  29. 32 Genesis 43:16; Genesis 43:8–9
  30. 33 1 John 3:16; Romans 5:7–10; Hebrews 7:22; Exodus 32:32; Romans 9:3
  31. 34 Esther 8:6; Exodus 18:8; Job 31:29; Psalm 116:3; Psalm 119:143

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences