Skip to the text

2 Samuel · Brenton's Greek Septuagint

2 Samuel 21 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυὶδ τρία ἔτη, ἐνιαυτὸς ὁ ἐχόμενος ἐνιαυτοῦ· καὶ ἐζήτησε Δαυὶδ τὸ πρόσωπον Κυρίου· καὶ εἶπε Κύριος, ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία ἐν θανάτῳ αἱμάτων αὐτοῦ, περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας. 2 Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυὶδ τοὺς Γαβαωνίτας, καὶ εἶπε πρὸς αὐτούς· καὶ οἱ Γαβαωνίται οὐχ υἱοὶ Ἰσραήλ εἰσιν, ὅτι ἀλλʼ ἢ ἐκ τοῦ ἐλλείμματος τοῦ Ἀμοῤῥαίου, καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν αὐτοῖς· καὶ ἐζήτησε Σαοὺλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ἰσραὴλ καὶ Ἰούδα. 3 Καὶ εἶπε Δαυὶδ πρὸς τοὺς Γαβαωνίτας, τί ποιήσω ὑμῖν, καὶ ἐν τίνι ἐξιλάσωμαι, καὶ εὐλογήσετε τὴν κληρονομίαν Κυρίου; 4 Καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνίται, οὐκ ἔστιν ἡμῖν ἀργύριον ἢ χρυσίον μετὰ Σαοὺλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ἰσραήλ. Καὶ εἶπε, τί ὑμεῖς λέγετε, καὶ ποιήσω ὑμῖν; 5 καὶ εἶπαν πρὸς τὸν βασιλέα, ὁ ἀνὴρ ὃς συνετέλεσεν ἐφʼ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολοθρεῦσαι ἡμᾶς, ἀφανίσωμεν αὐτὸν, τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ. 6 Δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ Κυρίῳ ἐν τῷ Γαβαὼν Σαοὺλ ἐκλεκτοὺς Κυρίου· καὶ εἶπεν ὁ βασιλεὺς, ἐγὼ δώσω. 7 Καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθὲ υἱὸν Ἰωνάθαν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον Κυρίου τὸν ἀναμέσον αὐτῶν, καὶ ἀναμέσον Δαυὶδ, καὶ ἀναμέσον Ἰωνάθαν υἱοῦ Σαούλ. 8 Καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφὰ θυγατρὸς Ἁϊᾶ, οὓς ἔτεκε τῷ Σαοὺλ, τὸν Ἐρμωνοῒ καὶ τὸν Μεμφιβοσθὲ, καὶ τοὺς πέντε υἱοὺς τῆς Μιχὸλ θυγατρὸς Σαοὺλ, οὓς ἔτεκε τῷ Ἐσδριὴλ υἱῷ Βερζελλὶ τῷ Μωουλαθί· 9 Καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι Κυρίου· καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις, ἐν ἀρχῇ θερισμοῦ κριθῶν. 10 Καὶ ἔλαβε Ῥεσφὰ θυγάτηρ Ἁϊᾶ τὸν σάκκον, καὶ ἔπηξεν αὐτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν, ἕως ἔσταξεν ἐπʼ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ· καὶ οὐκ ἔδωκε τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπʼ αὐτοὺς ἡμέρας, καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός. 11 Καὶ ἀπηγγέλη τῷ Δαυὶδ ὅσα ἐποίησε Ῥεσφὰ θυγάτηρ Ἁϊᾶ παλλακὴ Σαούλ· καὶ ἐξελύθησαν, καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ ἐκ τῶν ἀπογόνων τῶν γιγάντων. 12 Καὶ ἐπορεύθη Δαυὶδ καὶ ἔλαβε τὰ ὀστᾶ Σαοὺλ, καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ, παρὰ τῶν ἀνδρῶν υἱῶν Ἰαβὶς Γαλαὰδ, οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσὰν, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν τῇ ἡμέρᾳ ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαοὺλ ἐν Γελβουέ. 13 Καὶ ἁνένεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ συνήγαγε τὰ ὀστᾶ τῶν ἐξηλιασμένων. 14 Καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τὰ ὀστᾶ τῶν ἡλιασθένων ἐν γῇ Βενιαμὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κὶς τοῦ πατρὸς αὐτοῦ· καὶ ἐποίησαν πάντα ὅσα ἐνετείλατο ὁ βασιλεύς· καὶ ἐπήκουσεν ὁ Θεὸς τῇ γῇ μετὰ ταῦτα. 15 Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ἰσραήλ· καὶ κατέβη Δαυὶδ καὶ οἱ παῖδες αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων· καὶ ἐπορεύθη Δαυίδ. 16 Καὶ Ἰεσβὶ, ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφά, καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ, τριακοσίων σίκλων ὁλκῇ χαλκοῦ, καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο τοῦ πατάξαι τὸν Δαυίδ. 17 Καὶ ἐβοήθησεν αὐτῷ Ἀβεσσὰ υἱὸς Σαρουίας, καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· τότε ὤμοσαν οἱ ἄνδρες Δαυὶδ, λέγοντες, οὐκ ἐξελεύσῃ ἔτι μεθʼ ἡμῶν εἰς πόλεμον, καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ἰσραήλ. 18 Καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων· τότε ἐπάταξε Σεβοχὰ ὁ Ἀστατωθὶ τὸν Σὲφ ἐν τοῖς ἐγγόνοις τοῦ Ῥαφά. 19 Καὶ ἐγένετο ὁ πόλεμος ἐν Ῥὸμ μετὰ τῶν ἀλλοφύλων· καὶ ἐπάταξεν Ἐλεανὰν υἱὸς Ἀριωργὶμ ὁ Βαιθλεεμίτης τὸν Γολιὰθ τὸν Γεθαῖον· καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων. 20 Καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ· καὶ ἦν ἀνὴρ μαδὼν, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ, καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἓξ, εἰκοσιτέσσαρες ἀριθμῷ· καί γε αὐτὸς ἐτέχθη τῷ Ῥαφᾴ. 21 Καὶ ὠνείδισε τὸν Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτὸν Ἰωνάθαν υἱὸς Σεμεῒ ἀδελφοῦ Δαυίδ. 22 Οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γὲθ τῷ Ῥαφὰ οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυὶδ, καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Adriel

    Husband of Saul's daughter Merab

    Adriel of Meholah, son of Barzillai the Meholathite, who received Saul's daughter Merab in marriage and fathered five sons who were handed over to the Gibeonites.

    Cited in the guide: 1 Samuel 18:19; 2 Samuel 21:8

  • Aiah

    Father of Rizpah

    Named as the father of Rizpah, Saul's concubine.

    Cited in the guide: 2 Samuel 3:7; 2 Samuel 21:8

  • Armoni

    Son of Saul and Rizpah

    One of the two sons Rizpah bore to Saul, handed over by David to the Gibeonites and hanged.

    Cited in the guide: 2 Samuel 21:8

  • Barzillai

    Father of Adriel

    Called Barzillai the Meholathite, the father of Adriel who married Saul's daughter Merab.

    Cited in the guide: 2 Samuel 21:8

  • David

    King of Israel

    The shepherd who became Israel's greatest king and a man after God's own heart.

    Cited in the guide: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6

  • Elhanan

    Bethlehemite who slew a giant

    Elhanan son of Jair, a Bethlehemite, who in a battle with the Philistines at Gob killed the brother of Goliath the Gittite, whose spear shaft was like a weaver's beam.

    Cited in the guide: 2 Samuel 21:19; 1 Chronicles 20:5

  • Ishbi-benob

    Giant who sought David

    A descendant of Rapha with a bronze spear weighing three hundred shekels, who set out to kill David in battle with the Philistines but was killed by Abishai.

    Cited in the guide: 2 Samuel 21:16

  • Jair

    Father of Elhanan

    Named as the father of Elhanan the Bethlehemite, who killed Goliath's brother.

    Cited in the guide: 2 Samuel 21:19; 1 Chronicles 20:5

  • Jonathan

    Killed a giant of Gath

    A son of David's brother Shimei, who killed the six-fingered descendant of Rapha who taunted Israel at Gath.

    Cited in the guide: 2 Samuel 21:21; 1 Chronicles 20:7

  • Mephibosheth

    Son of Saul and Rizpah

    One of the two sons Rizpah bore to Saul, handed over by David to the Gibeonites and hanged with his brother Armoni and five sons of Merab.

    Cited in the guide: 2 Samuel 21:8

  • Rizpah

    Saul's concubine

    Saul's concubine, the daughter of Aiah, who bore Saul two sons and, after they were hanged by the Gibeonites, guarded their bodies from the birds and beasts from the harvest until…

    Cited in the guide: 2 Samuel 3:7; 2 Samuel 21:8; 2 Samuel 21:10

  • Saph

    Giant killed by Sibbecai

    One of the descendants of Rapha, killed by Sibbecai the Hushathite in a battle with the Philistines at Gob.

    Cited in the guide: 2 Samuel 21:18; 1 Chronicles 20:4

  • Sibbecai

    Killed the giant Saph

    Sibbecai the Hushathite, who killed Saph, one of the descendants of Rapha, in a battle with the Philistines at Gob. 1 Chronicles 11:29 lists Sibbecai where 2 Samuel 23:27 reads…

    Cited in the guide: 2 Samuel 21:18; 2 Samuel 23:27; 1 Chronicles 11:29

Cross references (21)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Joshua 7:11–12; Genesis 26:1; Genesis 12:10; 1 Samuel 23:4; 1 Kings 18:2
  2. 2 Joshua 9:3–21; 2 Kings 10:31; 1 Samuel 15:8–9; Romans 10:2; 2 Kings 10:16
  3. 3 Hebrews 9:22; 2 Samuel 20:19; 1 Samuel 26:19; Micah 6:6–7; Hebrews 10:4–12
  4. 4 1 Peter 1:18–19; Psalm 49:6–8
  5. 5 2 Samuel 21:1; Matthew 7:2; Daniel 9:26; Esther 9:24–25
  6. 6 1 Samuel 10:24; Numbers 25:4–5; 1 Samuel 10:26; 1 Samuel 11:4; 2 Samuel 18:10
  7. 7 1 Samuel 23:18; 1 Samuel 18:3; 2 Samuel 4:4; 1 Samuel 20:15; 1 Samuel 20:8
  8. 8 1 Samuel 18:19; 2 Samuel 3:7
  9. 9 Ruth 1:22; Deuteronomy 21:1–9; Numbers 35:31–34; 2 Samuel 21:6; 2 Kings 24:3–4
  10. 10 Deuteronomy 21:23; 2 Samuel 3:7; 1 Kings 18:41–45; Joel 2:23; 1 Kings 21:27
  11. 11 2 Samuel 2:4; Ruth 2:11–12
  12. 12 1 Samuel 31:10–13; Joshua 17:11; 1 Chronicles 10:1; 2 Samuel 1:21; 1 Samuel 28:4
  13. 14 Joshua 18:28; 2 Samuel 24:25; Joshua 7:26; Zechariah 6:8; 2 Samuel 3:32
  14. 15 Joshua 14:10–11; Psalm 71:9; 2 Samuel 5:17; 2 Samuel 5:25; Ecclesiastes 12:3
  15. 16 2 Samuel 21:20; 2 Samuel 21:18; Deuteronomy 9:2; Deuteronomy 3:11; 2 Samuel 5:18
  16. 17 1 Kings 11:36; 2 Samuel 18:3; Psalm 132:17; 1 Kings 15:4; 2 Samuel 14:7
  17. 18 1 Chronicles 11:29; 2 Samuel 21:20; 1 Chronicles 27:11; 2 Samuel 21:16; 2 Samuel 21:22
  18. 19 1 Chronicles 20:5; 1 Samuel 17:4–11; 1 Chronicles 11:26
  19. 20 2 Samuel 21:18; 2 Samuel 21:16; 1 Chronicles 20:6
  20. 21 1 Samuel 16:9; 1 Samuel 17:36; 1 Samuel 17:10; 1 Samuel 17:25–26; 1 Samuel 17:3
  21. 22 1 Chronicles 20:8; Romans 8:31; Jeremiah 9:23; Joshua 14:12; Ecclesiastes 9:11

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences