1 Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα, ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου, καὶ ὁ ἀρχισιτοποιὸς, τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου. 2 Καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ, καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ· 3 Καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ εἰς τὸ δεσμωτήριον, εἰς τὸν τόπον, οὗ Ἰωσὴφ ἀπῆκτο ἐκεῖ. 4 Καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ Ἰωσὴφ αὐτούς· καὶ παρέστη αὐτοῖς· ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ. 5 Καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἐν μιᾷ νυκτί· ἡ δὲ ὅρασις τοῦ ἐνυπνίου τοῦ ἀρχιοινοχόου καὶ ἀρχισιτοποιοῦ, οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ, ἦν αὕτη. 6 Εἰσῆλθε πρὸς αὐτοὺς Ἰωσὴφ τὸ πρωῒ, καὶ εἶδεν αὐτοὺς, καὶ ἦσαν τεταραγμένοι. 7 Καὶ ἠρώτα τοὺς εὐνούχους Φαραὼ, οἳ ἦσαν μετʼ αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων, τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον; 8 Οἱ δὲ εἶπαν αὐτῷ, ἐνύπνιον εἴδομεν, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό· εἶπε δὲ αὐτοῖς Ἰωσὴφ, οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; διηγήσασθε οὖν μοὶ. 9 Καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ Ἰωσήφ· καὶ εἶπεν, ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου. 10 Ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες, καὶ αὐτὴ θάλλουσα, ἀνενηνοχυῖα βλαστούς· πέπειροι οἱ βότρυες σταφυλῆς. 11 Καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν, καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον, καὶ ἔδωκα τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραώ. 12 Καὶ εἶπεν αὐτῷ Ἰωσὴφ, τοῦτο ἡ σύγκρίσις αὐτοῦ· οἱ τρεῖς πυθμένες, τρεῖς ἡμέραι εἰσίν. 13 Ετι τρεῖς ἡμέραι, καὶ μνησθήσεται Φαραὼ τῆς ἀρχῆς σου, καὶ ἀποκαταστήσει σε ἐπὶ τὴν ἀρχιοινοχοΐαν σου, καὶ δώσεις τὸ ποτήριον Φαραὼ εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσθα οἰνοχοῶν. 14 Ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ γενηταί σοι· καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος· καὶ μνησθήσῃ περὶ ἐμοῦ πρὸς Φαραὼ, καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου. 15 Ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν, ἀλλʼ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. 16 Καὶ εἶδεν ὁ ἀρχισιτοποιὸς ὅτι ὀρθῶς συνέκριεν· καὶ εἶπε τῷ Ἰωσὴφ, κᾀγὼ εἶδον ἐνύπνιον· καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου· 17 Ἐν δὲ κανῷ τῷ ἐπάνω ἀπὸ πάντων τῶν γενῶν, ὧν Φαραὼ ἐσθίει, ἔργον σιτοποιοῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανου κατήσθιεν αὐτὰ ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεφαλῆς μου. 18 Ἀποκριθεὶς δὲ Ἰωσὴφ εἶπεν αὐτῷ, αὕτη ἡ σύγκρισις αὐτοῦ· τὰ τρία κανᾶ, τρεῖς ἡμέραι εἰσίν· 19 Ἔτι τριῶν ἡμερῶν, καὶ ἀφελεῖ Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σου· καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ. 20 Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἡμέρα γενέσεως ἦν Φαραὼ, καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ· καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ οἰνοχόου καὶ τῆς ἀρχῆς τοῦ σιτοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ. 21 Καὶ ἀποκατέστησε τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτοῦ· καὶ ἔδωκε τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραώ. 22 Τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασεν, καθὰ συνέκρινεν αὐτοῖς Ἰωσήφ. 23 Καὶ οὐκ ἐμνήσθη ὁ ἀρχιοινοχόος τοῦ Ἰωσὴφ, ἀλλαʼ ἐπελάθετο αὐτοῦ.
Genesis · Brenton's Greek Septuagint
Genesis 40 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Joseph
Betrayed and enslaved, he rose to rule Egypt and saved his family from famine.
Cited in the guide: Genesis 37; 39–50
Cross references (22)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Genesis 40:13; Nehemiah 1:11–2:2; Esther 6:1; Genesis 39:20–23
- 2 Proverbs 16:14; Acts 12:20; Proverbs 19:12; 1 Chronicles 27:27; Proverbs 27:4
- 3 Genesis 39:20; Genesis 39:23
- 4 Psalm 37:5; Genesis 37:36; Genesis 39:1; Genesis 39:21–23
- 5 Genesis 41:11; Judges 7:13–14; Daniel 4:5; Esther 6:1; Genesis 12:1–7
- 6 Genesis 40:8; Daniel 2:1–3; Genesis 41:8; Daniel 7:28; Daniel 8:27
- 7 Nehemiah 2:2; 1 Samuel 1:8; 2 Samuel 13:4; Judges 18:24; Luke 24:17
- 8 Daniel 2:47; Genesis 41:15–16; Daniel 2:28; Amos 3:7; 1 Corinthians 12:10–11
- 9 Daniel 4:8; Judges 7:13–15; Genesis 37:5–10; Daniel 4:10–18; Daniel 2:31
- 11 Nehemiah 1:11–2:1; 1 Kings 10:5; 2 Chronicles 9:4; Leviticus 10:9; Proverbs 3:10
- 12 Judges 7:14; Genesis 41:12; Genesis 40:18; Genesis 41:25–26; Daniel 4:19–33
- 13 Psalm 3:3; Jeremiah 52:31; 2 Kings 25:27; Genesis 7:4; Genesis 40:19–22
- 14 Joshua 2:12; Luke 23:42; 1 Samuel 20:14–15; 1 Kings 2:7; 1 Samuel 25:31
- 15 Genesis 39:20; 1 Peter 3:17–18; John 15:25; Acts 25:10–11; Genesis 39:8–12
- 16 Genesis 40:1–2
- 17 Genesis 49:20
- 18 Genesis 40:12; 1 Corinthians 11:24; Genesis 41:26; 1 Corinthians 10:4
- 19 Genesis 40:22; Genesis 40:13; 2 Samuel 21:10; Proverbs 30:17; Ezekiel 39:4
- 20 Genesis 40:19; Matthew 14:6; Genesis 40:13; Mark 6:21; 2 Kings 25:27
- 21 Genesis 40:13; Nehemiah 2:1
- 22 Genesis 40:19; Daniel 2:30; Acts 5:30; Genesis 41:11–13; Genesis 40:8
- 23 Psalm 31:12; Job 19:14; Psalm 105:19; Amos 6:6
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
As, for instance, Adam says, "I have gotten a man through God," meaning to say the same as from God; and in another passage "Moses commanded...Israel through the word of the Lord," and, again, "Is not the interpretation through God?" Joseph, discoursing about dreams to the prisoners, instead of saying "from God" says plainly "through God." Inversely Paul uses the …
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)