Skip to the text

Genesis · Brenton's Greek Septuagint

Genesis 23 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἐγένετο δὲ ἡ ζωὴ Σάῤῥας, ἔτη ἑκατὸν εἰκοσιεπτά. 2 Καὶ ἀπέθανε Σάῤῥα ἐν πόλει Ἀρβὸκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι· αὕτη ἔστι Χεβρὼν ἐν τῇ γῇ Χαναάν ἦλθε δὲ Ἁβραὰμ κόψασθαι Σάῤῥαν, καὶ πενθῆσαι. 3 Καὶ ἀνέστη Ἁβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ· καὶ εἶπεν Ἁβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ, λέγων, 4 Πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθʼ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθʼ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπʼ ἐμοῦ. 5 Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἁβραὰμ, λέγοντες, μὴ, κύριε. 6 Ἄκουσον δὲ ἡμῶν· βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ, τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ. 7 Ἀναστὰς δὲ Ἁβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ. 8 Καὶ ἐλάλησε πρὸς αὐτοὺς Ἁβραὰμ, λέγων, εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου, καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σαάρ. 9 Καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότε μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου. 10 Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν ὁ Χετταῖος πρὸς Ἁβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ, καὶ τῶν εἰσπορευομένων εἰς τὴν πόλιν πάντων, λέγων, 11 Παρʼ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου· τὸν ἀγρὸν, καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ, σοὶ δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου. 12 Καὶ προσεκύνησεν Ἁβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς. 13 Καὶ εἶπε τῷ Ἐφρὼν εἰς τὰ ὦτα ἐναντίον τοῦ λαοῦ τῆς γῆς, ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρʼ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ. 14 Ἀπεκρίθη δὲ Ἐφρὼν τῷ Ἁβραὰμ, λέγων, 15 Οὐχὶ, κύριε· ἀκήκοα γὰρ, γῆ τετρακοσίων διδράχμων ἀργύριου· ἀλλὰ τί ἂν εἴη τοῦτο ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; σὺ δὲ τὸν νεκρόν σου θάψον. 16 καὶ ἤκουσεν Ἁβραὰμ τοῦ Ἐφρών· καὶ ἀπεκατέστησεν Ἁβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χὲτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις. 17 Καὶ ἔστη ὁ ἀγρὸς Ἐφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστι κατὰ πρόσωπον Μαμβρῆ, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, καὶ πᾶν ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ, 18 τῷ Ἁβραὰμ, εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ, καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν. 19 Μετὰ ταῦτα ἔθαψεν Ἁβραὰμ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ· αὕτη ἐστὶ Χεβρὼν ἐν τῇ γῇ Χαναάν. 20 Καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν ἐν αὐτῷ τῷ Ἁβραὰμ εἰς κτῆσιν τάφου, παρὰ τῶν υἱῶν Χέτ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Abraham

    Father of nations

    Called by God, he left home in faith to become the father of a chosen people.

    Cited in the guide: Genesis 12–25

  • Ephron

    Hittite who sold Machpelah

    A Hittite at Hebron, son of Zohar, who sold Abraham the field and cave of Machpelah for four hundred shekels of silver, where Abraham buried Sarah and was himself buried.

    Cited in the guide: Genesis 23:8–10; Genesis 23:16; Genesis 25:9

  • Isaac

    Child of promise

    The long-promised son, nearly offered on Moriah, through whom the covenant continued.

    Cited in the guide: Genesis 21–27

  • Zohar

    Father of Ephron

    A Hittite named only as the father of Ephron, from whom Abraham bought the cave of Machpelah.

    Cited in the guide: Genesis 23:8; Genesis 25:9

Places

  • Hebron

    Today: West Bank (Judean hills)

    One of the region's oldest cities, holding the patriarchs' burial cave (Machpelah). It was David's first royal capital, over Judah.

    Cited in the guide: Genesis 23:19; Genesis 13:18; 2 Samuel 5:3

Cross references (17)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 2 Genesis 23:19; Genesis 13:18; 1 Chronicles 6:57; Judges 1:10; Genesis 27:41
  2. 3 Genesis 10:15; Genesis 23:7; Genesis 23:5; Genesis 27:46; 2 Samuel 23:39
  3. 4 Hebrews 11:9; 1 Chronicles 29:15; Genesis 17:8; Psalm 119:19; Psalm 39:12
  4. 6 Genesis 24:35; Genesis 14:14; Genesis 44:5; Genesis 13:2; Genesis 32:4–5
  5. 7 Hebrews 12:14; Romans 12:17–18; Genesis 19:1; Genesis 18:2; Proverbs 18:24
  6. 8 1 Kings 2:17; Hebrews 7:26; Genesis 25:9; 1 John 2:1–2; Luke 7:3–4
  7. 9 Romans 12:17; Romans 13:8
  8. 10 Genesis 34:20; Genesis 34:24; Genesis 23:18; Matthew 9:1; Ruth 4:1–4
  9. 11 Luke 19:24; Isaiah 32:8; 2 Samuel 24:20–24; Genesis 23:6; Jeremiah 32:7–12
  10. 12 Genesis 19:1; Genesis 18:2; Genesis 23:7
  11. 13 Romans 13:8; Genesis 14:22–23; 2 Samuel 24:24; Acts 20:35; Hebrews 13:5
  12. 15 Ezekiel 45:12; Exodus 30:13; Exodus 30:15
  13. 16 Jeremiah 32:9; Zechariah 11:12; Exodus 30:13; Romans 13:8; Matthew 7:12
  14. 17 Genesis 50:13; Genesis 25:9; Genesis 23:20; Acts 7:16; Genesis 49:29–32
  15. 18 Jeremiah 32:12; Genesis 34:20; Ruth 4:1
  16. 19 Genesis 49:29–32; Genesis 25:9–10; Genesis 50:25; Genesis 50:13; Genesis 35:27–29
  17. 20 Jeremiah 32:10–14; Ruth 4:7–10; 2 Kings 21:18; Genesis 50:5; Genesis 25:9

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences