1 Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει, 2 Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου, καὶ καθαιρεῖτέ με λόγοις; γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως. 3 Καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι. 4 Ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην, παρʼ ἐμοὶ δὲ αὐλίζεται πλάνος· 4a λαλῆσαι ῥῆματα ἃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. 5 Ἔα δὲ, ὅτι ἐπʼ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. 6 Γνῶτε οὖν ὅτι Κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπʼ ἐμὲ ὕψωσεν. 7 Ἰδοὺ γελῶ ὀνείδει, οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. 8 Κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ· ἐπὶ πρόσωπόν μου σκότος ἔθετο. 9 Τὴν δὲ δόξαν ἀπʼ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς μου. 10 Διέσπασέ με κύκλῳ καὶ ᾠχόμην, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. 11 Δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. 12 Ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπʼ ἐμοὶ, ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐγκάθετοι. 13 Ἀπʼ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν· 14 Οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου. 15 Γείτονες οἰκίας, θεράπαιναί τε μοῦ, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν. 16 Θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσε· στόμα δέ μου ἐδέετο. 17 Καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ καλακευων υἱοὺς παλλακίδων μου· 18 Οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο, ὅταν ἀναστῶ, κατʼ ἐμοῦ λαλοῦσιν. 19 Ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι. 20 Ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται. 21 Ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μου ἐστί. 22 Διατί με διώκετε ὥσπερ καὶ ὁ Κύριος; ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε; 23 Τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα, 24 ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ, ἢ ἐν πέτραις ἐγγλυφῆναι; 25 Οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων, 26 ἐπὶ γῆς ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα· παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη, 27 ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑώρακε, καὶ οὐκ ἄλλος, πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ. 28 Εἰ δὲ καὶ ἐρεῖτε, τί ἐροῦμεν ἔναντι αὐτοῦ, καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ; 29 Εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος, θυμὸς γὰρ ἐπʼ ἀνόμους ἐπελεύσεται· καὶ τότε γνώσονται, ποῦ ἐστιν αὐτῶν ἡ ὕλη
Job · Brenton's Greek Septuagint
Job 19 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (29)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Psalm 6:2–3; Revelation 6:10; Psalm 42:10; Psalm 59:7; Psalm 55:21
- 3 Genesis 31:7; Daniel 1:20; Job 18:4–21; Job 15:11–12; Job 15:4–6
- 4 2 Corinthians 5:10; Ezekiel 18:4; Proverbs 9:12; Galatians 6:5; Job 11:3–6
- 5 Psalm 35:26; Psalm 55:12; Psalm 38:16; Zephaniah 2:10; Luke 1:25
- 6 Job 18:8–10; Job 27:2; Job 16:11–14; Job 7:20; Hosea 7:12
- 7 Habakkuk 1:2–3; Lamentations 3:8; Job 23:3–7; Job 40:8; Job 31:35–36
- 8 Job 3:23; Lamentations 3:7; Psalm 88:8; Lamentations 3:9; Proverbs 4:19
- 9 Psalm 89:44; Job 29:7–14; Psalm 89:39; Lamentations 5:16; Job 30:1
- 10 Job 24:20; Psalm 37:35–36; Job 12:14; 2 Corinthians 4:8–9; Job 2:7
- 11 Job 13:24; Job 33:10; Job 16:9; Psalm 89:46; Lamentations 2:5
- 12 Job 30:12; Job 16:13; Job 16:11; Isaiah 10:5–6; Isaiah 51:23
- 13 Psalm 88:8; Psalm 69:8; Psalm 88:18; Psalm 31:11; Psalm 69:20
- 14 Psalm 38:11; Matthew 10:21; Jeremiah 20:10; Proverbs 18:24; John 13:18
- 15 Psalm 123:3; Job 31:31–32
- 16 Job 1:15–17; Job 1:19
- 17 Job 2:9–10; Job 17:1
- 18 2 Kings 2:23; Job 30:12; Job 30:1; Isaiah 3:5
- 19 Psalm 41:9; Psalm 55:12–14; Psalm 109:4–5; Job 6:14–15; Psalm 38:11
- 20 Psalm 102:5; Lamentations 4:8; Job 33:19–22; Psalm 22:14–17; Job 2:4–6
- 21 Job 1:11; Psalm 38:2; Job 6:4; Romans 12:15; Hebrews 13:3
- 22 Psalm 69:26; Job 13:25; Job 31:31; Job 16:11; Micah 3:3
- 23 Isaiah 30:8; Job 31:35; Isaiah 8:1
- 24 Jeremiah 17:1; Exodus 32:16; Deuteronomy 27:2–3; Exodus 28:21; Exodus 28:11–12
- 25 Ephesians 1:7; Isaiah 54:5; Psalm 78:35; Psalm 19:14; Proverbs 23:11
- 26 Matthew 5:8; 1 John 3:2; Psalm 17:15; Revelation 1:7; 1 Corinthians 13:12
- 27 Psalm 73:26; Isaiah 26:19; Numbers 24:17
- 28 Job 19:22; Psalm 69:26; 1 Kings 14:13
- 29 Ecclesiastes 11:9; Ecclesiastes 12:14; Job 13:7–11; Psalm 1:5; Matthew 7:1–2
- 4a 2 Corinthians 5:10; Ezekiel 18:4; Proverbs 9:12; Galatians 6:5; Job 11:3–6
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences