1 ἘΝ ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. 3 Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. 4 Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους. 5 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία. 6 Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος· καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως. 7 Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος, τοῦ ἐπάνω τοῦ στερεώματος. 8 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. 9 Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτως· καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. 10 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν· καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. 11 Καὶ εἶπεν ὁ Θεὸς, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθʼ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς· καὶ ἐγένετο οὕτως. 12 Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθʼ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. 13 Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. 14 Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. 15 Καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· καὶ ἐγένετο οὕτως. 16 Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους· τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. 17 Καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, 18 καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. 19 Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ, ἡμέρα τετάρτη. 20 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ· καὶ ἐγένετο οὕτως. 21 Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. 22 Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς, λέγων, αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. 23 Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα πέμπτη. 24 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα, καὶ ἑρπετὰ, καὶ θηρία τῆς γῆς κατὰ γένος· καὶ ἐγένετο οὕτως. 25 Καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. 26 Καὶ εἶπεν ὁ Θεός, Ποιήσωμεν ἄνθρωπον κατʼ εἰκόνα ἡμετέραν καὶ καθʼ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. 27 Καὶ ἐποιήσεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατʼ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. 28 Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων, αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς· καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. 29 Καὶ εἶπεν ὁ Θεός, Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς· καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, 30 καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν· καὶ ἐγένετο οὕτως. 31 Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα ἕκτη.
Genesis · Brenton's Greek Septuagint
Genesis 1 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Adam
Formed from the dust by God's own hand, the father of all who live.
Cited in the guide: Genesis 1–5
Cross references (26)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 John 1:1–3; Hebrews 11:3; Isaiah 45:18; Revelation 4:11; Hebrews 1:10
- 2 Jeremiah 4:23; Psalm 104:30; Isaiah 45:18; Psalm 33:6; Job 26:7
- 3 2 Corinthians 4:6; John 1:5; Isaiah 45:7; Isaiah 60:19; 1 John 1:5
- 4 Ecclesiastes 2:13; Genesis 1:18; Ecclesiastes 11:7; Genesis 1:31; Genesis 1:12
- 5 Psalm 74:16; Isaiah 45:7; 1 Thessalonians 5:5; Psalm 104:20; Genesis 8:22
- 6 Jeremiah 51:15; Job 37:18; Psalm 33:6; Job 26:7–8; Jeremiah 10:12–13
- 7 Proverbs 8:28–29; Psalm 148:4; Matthew 8:27; Job 38:8–11; Genesis 1:9
- 9 2 Peter 3:5; Jonah 1:9; Jeremiah 5:22; Psalm 95:5; Ecclesiastes 1:7
- 10 Deuteronomy 32:4
- 11 Hebrews 6:7; Psalm 104:14–17; Psalm 147:8; Genesis 1:29; Psalm 65:9–13
- 12 Mark 4:28; Isaiah 55:10–11; Matthew 13:24–26; Galatians 6:7; Luke 6:44
- 14 Psalm 104:19–20; Deuteronomy 4:19; Psalm 74:16–17; Jeremiah 31:35; Psalm 148:3
- 16 Psalm 136:7–9; Deuteronomy 4:19; Psalm 8:3; Psalm 74:16; Psalm 148:5
- 17 Psalm 8:3; Psalm 8:1; Job 38:12
- 18 Jeremiah 31:35; Psalm 19:6
- 20 Psalm 104:24–25; Genesis 2:19; 1 Kings 4:33; Psalm 148:10; Genesis 1:30
- 21 Psalm 104:24–26; Genesis 1:25; Genesis 8:19; Genesis 8:17; Genesis 6:20
- 22 Job 40:15; Genesis 8:17; Genesis 1:28; Psalm 107:38; Genesis 35:11
- 24 Psalm 50:9–10; Genesis 6:20; Genesis 8:19; Job 40:15; Psalm 148:10
- 25 Jeremiah 27:5; Job 12:8–10; Genesis 2:19–20; Job 26:13
- 26 Colossians 3:10; Ephesians 4:24; Psalm 8:4–8; Genesis 3:22; Genesis 5:1
- 27 Matthew 19:4; Ephesians 2:10; Genesis 5:1–2; Mark 10:6; Genesis 2:21–25
- 28 Genesis 9:1; Genesis 9:7; Leviticus 26:9; Psalm 128:3–4; Genesis 22:17–18
- 29 Genesis 9:3; Psalm 104:14–15; Psalm 145:15–16; Psalm 104:27–28; Acts 14:17
- 30 Psalm 104:14; Psalm 147:9; Psalm 145:15–16; Job 40:15; Job 40:20
- 31 1 Timothy 4:4; Psalm 104:24; Psalm 19:1–2; Exodus 20:11; Psalm 104:31
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Moses, then, they declare, by his mode of beginning the account of the creation, has at the commencement pointed out the mother of all things when he says, "In the beginning God created the heaven and the earth;" for, as they maintain, by naming these four,--God, beginning, heaven, and earth,--he set forth their Tetrad.
And who is this but our God, the God that created heaven and earth, and filleth them, because by filling them He created them?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
… but the heavens are from the waters: the earth is the place of men, but the earth is from the waters: and before the whole six days' formation of the things that were made, the Spirit of God moved upon the face of the water.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
… bound to "seek those things which are above," but because the day seems to us to be in some sense an image of the age which we expect, wherefore, though it is the beginning of days, it is not called by Moses first, but one. For he says "There was evening, and there was morning, one day," as though the …
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)
Light, therefore, being the work of the Creator and being made good (for God saw all that He made, and behold they were exceeding good ) produced darkness at His free-will.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)