Skip to the text

Habakkuk · Brenton's Greek Septuagint

Habakkuk 1 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

Habakkuk is not in PT1904.

LXX Brenton's Greek Septuagint
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ΤΟ λῆμμα ὃ εἶδεν Ἀμβακοὺμ ὁ προφήτης.
·
2 Ἕως τίνος Κύριε κεκράξομαι, καὶ οὐ μὴ εἰσακουσεις; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις;
·
3 Ἱνατί ἔδειξάς μοι κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει·
·
4 Διατοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.
·
5 Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια, καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται.
·
6 Διότι ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς Χαλδαίους, τὸ ἔνθος τὸ πικρὸν, καὶ τὸ ταχινὸν, τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς, τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.
·
7 Φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.
·
8 Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ, καὶ ὁρμήσουσι μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.
·
9 Συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας, καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν·
·
10 καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα, καὶ κρατήσει αὐτοῦ·
·
11 τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται, καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ θεῷ μου.
·
12 Οὐχὶ σὺ ἀπʼ ἀρχῆς Κύριε ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν· Κύριε εἰς κρίμα τέταχας αὐτὸ, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ.
·
13 Καθαρὸς ὀφθαλμὸς τοῦ μὴ ὁρᾷν πονηρὰ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους ὀδύνης· ἱνατί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;
·
14 Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον;
·
15 Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν, καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ· ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ.
·
16 Ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ, καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὐτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά.
·
17 Διατοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ, καὶ διαπαντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται.
·

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Habakkuk

    Prophet

    The prophet who received the burden of his book in a vision.

    Cited in the guide: Habakkuk 1:1; Habakkuk 3:1

Cross references (16)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Nahum 1:1; Isaiah 22:1
  2. 2 Psalm 22:1–2; Psalm 13:1–2; Lamentations 3:8; Jeremiah 14:9; Psalm 94:3
  3. 3 Psalm 55:9–11; Jeremiah 9:2–6; Micah 7:1–4; Ecclesiastes 5:8; Jeremiah 20:8
  4. 4 Psalm 94:20–21; Isaiah 1:21–23; Psalm 119:126; Job 21:7; Ezekiel 9:9
  5. 5 Acts 13:40–41; Isaiah 29:14; Lamentations 4:12; Jeremiah 5:12–13; Jeremiah 9:25–26
  6. 6 2 Kings 24:2; 2 Chronicles 36:6; Jeremiah 5:15; 2 Chronicles 36:17; Jeremiah 4:6
  7. 7 Jeremiah 39:5–9; Jeremiah 52:9–11; Isaiah 18:7; Deuteronomy 5:27; Deuteronomy 5:19
  8. 8 Jeremiah 4:13; Zephaniah 3:3; Deuteronomy 28:49; Hosea 8:1; Ezekiel 17:3
  9. 9 Jeremiah 25:9; Psalm 139:18; Job 29:18; Habakkuk 2:5–13; Judges 7:12
  10. 10 2 Chronicles 36:6; 2 Chronicles 36:10; Jeremiah 32:24; Isaiah 14:16; Jeremiah 33:4
  11. 11 Daniel 5:20; Daniel 4:30–34; Daniel 5:3–4; Jeremiah 4:11–12
  12. 12 Deuteronomy 32:4; Psalm 90:2; Deuteronomy 33:27; Jeremiah 46:28; Jeremiah 30:11
  13. 13 Psalm 5:4–5; Psalm 34:15–16; Jeremiah 12:1–2; Habakkuk 1:3–4; Proverbs 31:8–9
  14. 15 Amos 4:2; Jeremiah 16:16; Psalm 10:9; John 21:6–11; Ezekiel 35:15
  15. 16 Daniel 4:30; Habakkuk 1:11; Ezekiel 28:3; Deuteronomy 8:17; Isaiah 37:24
  16. 17 Isaiah 14:6; Jeremiah 25:9–26; Ezekiel 25:1–17; Jeremiah 52:1–34; Habakkuk 2:17

Explore connections →

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences