1 Ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ, 2 Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν; 3 Ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει· 4 Ὅτε ἤμην ἐπιβρίθων ὁδοὺς, ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου· 5 Ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες· 6 Ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι· 7 Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. 8 Ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβῦται δὲ πάντες ἔστησαν. 9 Ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. 10 Οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με, καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη. 11 Ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινε. 12 Διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα. 13 Εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησε· 14 Δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἶσα διπλοΐδι. 15 Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. 16 Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα. 17 Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. 18 Εἶπα δὲ, ἡ ἡλικία μου γηράσει ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω. 19 Ἡ ῥίζα διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου. 20 Ἡ δόξα μου κενὴ μετʼ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται. 21 Ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ. 22 Ἐπὶ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο, περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν. 23 Ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. 24 Ἐὰν γελάσω πρὸς αὐτοὺς, οὐ μὴ πιστεύσωσι, καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν. 25 Ἐξελεξάμην ὁδὸν αὐτῶν, καὶ ἐκάθισα ἄρχων, καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, ὃν τρόπον παθεινοὺς παρακαλῶν.
Job · Brenton's Greek Septuagint
Job 29 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (25)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Job 27:1; Numbers 23:7; Job 13:12
- 2 Job 1:10; Jeremiah 31:28; Job 1:1–5; Job 7:3; Psalm 37:28
- 3 Psalm 18:28; John 8:12; Job 18:6; Ephesians 5:8; John 12:46
- 4 Psalm 25:14; Proverbs 3:32; Job 15:8; Job 1:10; Psalm 27:5
- 5 Psalm 128:3; Psalm 127:3–5; Deuteronomy 33:27–29; Song of Songs 2:4; Joshua 1:9
- 6 Psalm 81:16; Job 20:17; Genesis 49:11; Deuteronomy 32:13–14; Deuteronomy 33:24
- 7 Ruth 4:1–2; Zechariah 8:16; Deuteronomy 16:18; Ruth 4:11; Job 31:21
- 8 Leviticus 19:32; Romans 13:7; 1 Peter 5:5; Proverbs 16:31; Titus 3:1
- 9 Job 21:5; Proverbs 10:19; Job 40:4; James 1:19; Proverbs 30:32
- 10 Psalm 137:6; Ezekiel 3:26
- 11 Luke 4:22; Proverbs 29:2; Job 31:20; Luke 11:27
- 12 Psalm 72:12; Proverbs 21:13; Exodus 22:22–24; James 1:27; Proverbs 24:11–12
- 13 2 Timothy 1:16–18; Philemon 7; Isaiah 27:13; Job 22:9; Job 31:19–20
- 14 Isaiah 61:10; Isaiah 59:17; Psalm 132:9; Ephesians 6:14; Revelation 19:8
- 15 Numbers 10:31; Matthew 11:5; 1 Corinthians 12:12–31
- 16 Proverbs 29:7; Psalm 68:5; Esther 2:7; Proverbs 25:2; Job 24:4
- 17 Psalm 3:7; Proverbs 30:14; 1 Samuel 17:35; Psalm 124:6; Psalm 58:8
- 18 Psalm 30:6–7; Obadiah 4; Job 5:26; Jeremiah 49:16; Genesis 32:12
- 19 Jeremiah 17:8; Psalm 1:3; Hosea 14:5–7; Job 18:16
- 20 Genesis 49:24; Isaiah 40:31; 2 Corinthians 4:16; Psalm 18:34; Psalm 103:5
- 21 Job 32:11–12; Job 29:9–10
- 22 Deuteronomy 32:2; Song of Songs 4:11; Ezekiel 20:46; Matthew 22:46; Isaiah 52:15
- 23 Hosea 6:3; Psalm 72:6; Zechariah 10:1
- 24 Psalm 126:1; Psalm 4:6; Psalm 89:15; Luke 24:41; Genesis 45:26
- 25 2 Corinthians 1:3–4; Isaiah 35:3–4; Genesis 14:14–17; Isaiah 61:1–3; 1 Thessalonians 3:2–3
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences