1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 Καὶ σὺ υἱὲ ἀνθρώπου εἰπὸν τῷ ἄρχοντι Τύρου, τάδε λέλει Κύριος, ἀνθʼ οὗ ὑψώθη σου ἡ καρδία, καὶ εἶπας, Θεός εἰμι ἐγὼ, κατοικίαν Θεοῦ, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ. 3 Μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; ἢ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν; 4 Μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν, καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου; 5 Ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου. 6 Διατοῦτο τάδε λέγει Κύριος, ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ, 7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν, 8 καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης. 9 Μὴ λέγων ἐρεῖς, Θεός εἰμι ἐγὼ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός. 10 Ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος. 11 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 12 υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου, καὶ εἰπὸν αὐτῷ, τάδε λέγει Κύριος Κύριος, σὺ ἀποσφράγισμα ὁμοιώσεως, 13 καὶ στέφανος κάλλους ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης· πᾶντα λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον, καὶ σμάραγδον καὶ ἄνθρακα, καὶ σάπφειρον καὶ ἴασπιν, καὶ ἀργύριον καὶ χρυσίον, καὶ λιγύριον καὶ ἀχάτην, καὶ ἀμέθυστον καὶ χρυσόλιθον, καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλήσας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοί. 14 Ἀφʼ ἧς ἡμέρας ἐκτίσθης σὺ μετὰ τοῦ χερούβ, ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων. 15 Ἐγενήθης σὺ ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφʼ ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί. 16 Ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμεῖά σου ἀνομίας, καὶ ἥμαρτες, καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ Θεοῦ· καὶ ἤγαγέ σε τὸ χεροὺβ ἐκ μέσου λίθων πυρίνων. 17 Ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔῤῥιψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι. 18 Διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου, ἐβεβήλωσα τὰ ἱερά σου, καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δώσω σε σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε. 19 Καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσι στενάξουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα. 20 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 21 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα, καὶ προφήτευσον ἐπʼ αὐτὴν, 22 καὶ εἰπὸν, Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ σέ Σιδὼν, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί. 23 Αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμέμοι μαχαίραις ἐν σοὶ περικύκλῳ σου, καὶ γνώσονται διότι ἐγώ εἰμι Κύριος. 24 Καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ τῶν περικύκλῳ αὐτῶν, τῶν ἀτιμασάντων αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. 25 Τάδε λέγει Κύριος Κύριος, καὶ συνάξω τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς, καὶ ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν· 26 Καὶ κατοικήσουσι ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου Ἰακὼβ, καὶ κατοικήσουσιν ἐπʼ αὐτῆς ἐν ἐλπίδι, καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ φυτεύσουσιν ἀμπελῶνας, καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν.
Ezekiel · Brenton's Greek Septuagint
Ezekiel 28 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (23)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Ezekiel 28:9; 2 Thessalonians 2:4; Isaiah 14:13–14; Psalm 9:20; Proverbs 16:18
- 3 Daniel 1:20; Daniel 2:22; Daniel 2:27–28; Job 15:8; Daniel 5:11–12
- 4 Proverbs 18:11; Proverbs 23:4–5; Deuteronomy 8:17–18; Ecclesiastes 9:11; Ezekiel 29:3
- 5 Psalm 52:7; Psalm 62:10; Hosea 13:6; Ezekiel 28:2; James 4:13–14
- 6 Ezekiel 28:2; Exodus 9:17; James 1:11; 2 Thessalonians 2:4; Job 40:9–12
- 7 Ezekiel 31:12; Ezekiel 30:11; Ezekiel 32:12; Habakkuk 1:6–8; Daniel 7:7
- 8 Ezekiel 27:34; Ezekiel 27:26–27; Job 33:28; Ezekiel 32:18–30; Job 33:18
- 9 Ezekiel 28:2; Psalm 82:7; Isaiah 31:3; Acts 12:22–23; Daniel 5:23–30
- 10 Ezekiel 31:18; Ezekiel 32:19; 1 Samuel 17:36; Ezekiel 32:21; Philippians 3:3
- 12 Ezekiel 19:1; Ezekiel 26:17; Colossians 2:3; Colossians 1:9; James 3:13–18
- 13 Ezekiel 28:15; Ezekiel 27:16; Genesis 2:8; Isaiah 54:11–12; Isaiah 51:3
- 14 Isaiah 14:12–15; Exodus 30:26; Exodus 40:9; Ezekiel 28:13; Ezekiel 20:40
- 15 2 Peter 2:4; Ezekiel 28:17–18; Genesis 1:26–27; Romans 7:9; Ezekiel 28:12
- 16 1 Timothy 6:9–10; Habakkuk 2:8; Habakkuk 2:17; Genesis 3:24; John 2:16
- 17 Ezekiel 28:5; James 4:6; Proverbs 16:18; Ezekiel 31:10; Ezekiel 28:2
- 18 Malachi 4:3; Revelation 18:8; Amos 1:9–10; Ezekiel 28:16; Ezekiel 28:2
- 19 Ezekiel 26:21; Revelation 18:15–19; Revelation 18:21; Isaiah 14:16–19; Ezekiel 27:35–36
- 21 Ezekiel 6:2; Genesis 10:15; Ezekiel 25:2; Jeremiah 25:22; Ezekiel 27:8
- 22 Ezekiel 39:13; Ezekiel 20:41; Exodus 14:4; Ezekiel 30:19; Exodus 14:17
- 23 Ezekiel 38:22; Ezekiel 25:11; Jeremiah 15:2; Ezekiel 5:12; Ezekiel 26:6
- 24 Numbers 33:55; Joshua 23:13; 2 Corinthians 12:7; Isaiah 55:13; Ezekiel 2:6
- 25 Jeremiah 32:37; Ezekiel 20:41; Jeremiah 23:8; Ezekiel 37:25; Ezekiel 11:17
- 26 Ezekiel 28:24; Ezekiel 28:22; Amos 9:13–14; Ezekiel 34:25–28; Jeremiah 32:15
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… houses, and plant vineyards, and dwell in hope, when I shall cause judgment to fall among all who have dishonoured them, among those who encircle them round about; and they shall know that I am the Lord their God, and the God of their fathers." Now I have shown a short time ago that the church is the seed of …
… what Isaiah says when he represents the devil under the person of the king of Babylon, "How art thou fallen, O Lucifer, son of the morning!" or what Ezekiel says, "Thou hast been in Eden, the garden of God; every precious stone was thy covering," where it is meant that he was some time without sin; for a little after …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
And this is not my teaching, but that of the inspired prophet Ezekiel: for he takes up a lamentation over him and says, Thou wast a seal of likeness, and a crown of beauty; in the Paradise of God wast thou born: and soon after, Thou wast born blameless in thy days, from the day in which thou wast …
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)