Skip to the text

Job · Brenton's Greek Septuagint

Job 21 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει, 2 Ἀκούσατε ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρʼ ὑμῶν αὕτη ἡ παράκλησις. 3 Ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτʼ οὐ καταγελάσετέ μου. 4 Τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; ἢ διὰ τί οὐ θυμωθήσομαι; 5 Εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσετε, χεῖρα θέντες ἐπὶ σιαγόνι. 6 Ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα· ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. 7 Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; 8 Ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. 9 Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσι, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπʼ αὐτοῖς. 10 Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλε. 11 Μένουσι δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν, 12 ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν, καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. 13 Συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. 14 Λέγει δὲ Κυρίῳ, ἀπόστα ἀπʼ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι. 15 Τί ἱκανὸς, ὅτι δουλεύσομεν αὐτῷ; καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ; 16 Ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθὰ, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. 17 Οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφὴ, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς. 18 Ἔσονται δὲ ὥσπερ ἄχυρα ὑπʼ ἀνέμου, ἢ ὥσπερ κονιορτὸς ὃν ὑφείλετο λαίλαψ. 19 Ἐκλείποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. 20 Ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγὴν, ἀπὸ δὲ Κυρίου μὴ διασωθείη. 21 Ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν. 22 Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; αὐτὸς δὲ φόνους διακρίνει; 23 Οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν. 24 Τὰ δὲ ἔγκατα αὐτοὺ πλήρη στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται. 25 Ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς, οὐ φαγὼν οὐδὲν ἀγαθόν. 26 Ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν. 27 Ὥστε οἶδα ὑμᾶς, ὅτι τόλμῃ ἐπίκεισθέ μοι· 28 Ὥστε ἐρεῖτε, ποῦ ἐστιν οἶκος ἄρχοντος; καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν; 29 Ἐρωτήσατε παραπορευομένους ὁδὸν, καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε. 30 Ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρὸς, εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται. 31 Τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ, καὶ αὐτὸς ἐποίησε; τίς ἀνταποδώσει αὐτῷ; 32 Καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη, καὶ αὐτὸς ἐπὶ σωρῶν ἠγρύπνησεν. 33 Ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάῤῥου, καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι. 34 Πῶς δὲ παρακαλεῖτέ με κενά; τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφʼ ὑμῶν οὐδέν.

Cross references (33)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 2 Hebrews 2:1; Job 15:11; Isaiah 55:2; Job 13:3–4; Job 33:31–33
  2. 3 Job 17:2; Job 16:10; Job 16:20; Job 13:13; Job 12:4–5
  3. 4 Psalm 142:2–3; Psalm 42:11; Psalm 102:1; Psalm 22:1–3; Job 10:1–2
  4. 5 Job 40:4; Job 29:9; Judges 18:19; Proverbs 30:32; Job 19:20–21
  5. 6 Habakkuk 3:16; Psalm 119:120; Psalm 77:3; Lamentations 3:19–20; Psalm 88:15
  6. 7 Psalm 73:3–12; Job 12:6; Psalm 37:35; Jeremiah 12:1–3; Habakkuk 1:13
  7. 8 Proverbs 17:6; Psalm 17:14; Job 20:28; Job 20:10; Job 18:19
  8. 9 Psalm 73:5; Job 9:34; Job 18:11; Psalm 73:19; Isaiah 57:19–21
  9. 10 Exodus 23:26; Ecclesiastes 9:1–2; Deuteronomy 28:11; Luke 12:16–21; Deuteronomy 7:13–14
  10. 11 Psalm 127:3–5; Psalm 107:41
  11. 12 Amos 6:4–6; Genesis 4:21; Isaiah 5:12; Genesis 31:27; Isaiah 22:13
  12. 13 Job 36:11; Psalm 73:4; Luke 12:19–20; Matthew 24:38–39; Luke 17:28–29
  13. 14 Job 22:17; Romans 8:7; Psalm 10:4; 2 Thessalonians 2:10–12; John 15:23–24
  14. 15 Exodus 5:2; Job 34:9; Malachi 1:13–14; Psalm 12:4; Isaiah 30:11
  15. 16 Job 22:18; Psalm 1:1; Proverbs 1:10; Psalm 52:5–7; Psalm 49:6–7
  16. 17 Job 18:5–6; Proverbs 20:20; Proverbs 13:9; Proverbs 24:20; Job 18:18
  17. 18 Psalm 1:4; Psalm 83:13; Job 13:25; Psalm 35:5; Isaiah 17:13
  18. 19 Exodus 20:5; Ezekiel 18:19–20; Jeremiah 31:29; Isaiah 53:4–6; Ezekiel 18:2
  19. 20 Isaiah 51:17; Revelation 14:10; Psalm 75:8; Job 27:19; Jeremiah 25:15–16
  20. 21 Job 14:5; Ecclesiastes 2:18–19; Psalm 102:24; Psalm 55:23; Luke 16:27–28
  21. 22 Romans 11:34; 1 Corinthians 2:16; Isaiah 40:13–14; Ecclesiastes 5:8; Job 40:2
  22. 23 Psalm 49:17; Luke 12:19–21; Job 20:22–23; Psalm 73:4–5
  23. 24 Proverbs 3:8; Psalm 17:10; Job 15:27
  24. 25 Ezekiel 4:16–17; Job 7:11; Job 20:23; 1 Kings 17:12; 2 Samuel 17:8
  25. 26 Isaiah 14:11; Ecclesiastes 9:2; Job 20:11; Job 3:18–19; Job 24:20
  26. 27 Luke 5:22; Psalm 119:86; 1 Peter 2:19; Job 42:7; Job 8:3–6
  27. 28 Job 8:22; Job 20:7; Psalm 52:5–6; Habakkuk 2:9–11; Numbers 16:26–34
  28. 29 Psalm 129:8
  29. 30 Proverbs 16:4; 2 Peter 2:9–17; 2 Peter 3:7; Job 20:28; Romans 2:5
  30. 31 Deuteronomy 7:10; Galatians 2:11; Romans 12:19; Jeremiah 2:33–35; James 2:13
  31. 32 Luke 16:22; Psalm 49:14; Ezekiel 32:21–32
  32. 33 Hebrews 9:27; Job 30:23; Job 24:24; Ecclesiastes 12:7; Job 17:16
  33. 34 Job 16:2; Job 32:3; Job 13:4; Job 42:7

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences