Skip to the text

Zechariah · Brenton's Greek Septuagint

Zechariah 8 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος, λέγων, 2 τάδε λέγει Κύριος παντοκράτωρ, ἐζήλωκα τὴν Ἱερουσαλὴμ, καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐζήλωκα αὐτήν. 3 Τάδε λέγει Κύριος, ἐπιστρέψω ἐπὶ Σιὼν, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλὴμ, καὶ κληθήσεται ἡ Ἱερουσαλὴμ πόλις ἀληθινὴ, καὶ τὸ ὄρος Κυρίου παντοκράτορος, ὄρος ἅγιον. 4 Τάδε λέγει Κύριος παντοκράτωρ, ἔτι καθήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ πλήθους ἡμερῶν. 5 Καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς. 6 Τάδε λέγει Κύριος παντοκράτωρ, εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει; λέγει Κύριος παντοκράτωρ. 7 Τάδε λέγει Κύριος παντοκράτωρ, ἰδοὺ ἐγὼ σώζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, 8 καὶ εἰσάξω αὐτοὺς, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλὴμ, καὶ ἔσονται ἐμοὶ εἰς λαὸν, κᾀγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ. 9 Τάδε λέγει Κύριος παντοκράτωρ, κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφʼ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος, καὶ ὁ ναὸς ἀφʼ οὗ ᾠκοδόμηται. 10 Διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. 11 Καὶ νῦν, οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος παντοκράτωρ, 12 ἀλλʼ ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου τούτου ταῦτα πάντα. 13 Καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν ὁ οἶκος Ἰούδα καὶ οἶκος Ἰσραὴλ, οὕτως διασώσω ὑμᾶς, καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε, καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν. 14 Διότι τάδε λέγει Κύριος παντοκράτωρ, ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα· 15 οὕτως παρατέταγμαι, καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις, τοῦ καλῶς ποιῆσαι τὴν Ἱερουσαλὴμ, καὶ τὸν οἶκον Ἰούδα· θαρσεῖτε. 16 Οὗτοι οἱ λόγοι οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἀλήθειαν καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν, 17 καὶ ἔκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ. 18 Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρὸς μὲ, λέγων, 19 Τάδε λέγει Κύριος παντοκράτωρ, νηστεία ἡ τετρὰς, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη, καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εὐφροσύνην, καὶ εἰς ἑορτὰς ἀγαθάς· καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε. 20 Τάδε λέγει Κύριος παντοκράτωρ, ἔτι ἥξουσι λαοὶ πολλοὶ, καὶ κατοικοῦντες πόλεις πολλὰς, 21 καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν, λέγοντες, πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου, καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος· πορεύσομαι κᾀγώ· 22 Καὶ ἥξουσι λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν Ἱερουσαλὴμ, καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου. 23 Τάδε λέγει Κύριος παντοκράτωρ, ἐν ταῖς ἡμέραις ἐκείναις, ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλῶσσων τῶν ἐθνῶν, καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου, λέγοντες, πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθʼ ὑμῶν ἐστι.

Cross references (21)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 2 Joel 2:18; Psalm 78:58–59; Zechariah 1:14–16; Nahum 1:2; Isaiah 42:13–14
  2. 3 Zechariah 1:16; John 1:14; Jeremiah 30:10–11; Jeremiah 33:16; Zechariah 2:10–11
  3. 4 Isaiah 65:20–22; Job 42:17; Hebrews 12:22; Lamentations 5:11–15; 1 Samuel 2:31
  4. 5 Jeremiah 31:13; Jeremiah 30:19–20; Zechariah 2:4; Jeremiah 31:27; Jeremiah 33:11
  5. 6 Jeremiah 32:27; Luke 18:27; Romans 4:20–21; Luke 1:37; Numbers 11:22–23
  6. 7 Jeremiah 31:8; Isaiah 43:5–6; Isaiah 49:12; Isaiah 27:12–13; Amos 9:14–15
  7. 8 Ezekiel 36:28; Ezekiel 11:20; Jeremiah 31:33; Jeremiah 4:2; Revelation 21:3
  8. 9 Isaiah 35:4; 2 Timothy 2:1; 1 Chronicles 22:13; Ezra 5:1–2; Haggai 2:21
  9. 10 Haggai 1:6–11; Amos 9:4; Isaiah 19:2; Haggai 2:16–18; Amos 3:6
  10. 11 Isaiah 12:1; Haggai 2:19; Psalm 103:9; Zechariah 8:8–9; Malachi 3:9–11
  11. 12 Leviticus 26:4–5; Deuteronomy 33:13; Genesis 27:28; Matthew 6:33; Ezekiel 36:30
  12. 13 Zephaniah 3:20; 1 Corinthians 16:13; Psalm 72:17; Zechariah 8:9; Genesis 12:2–3
  13. 14 Ezekiel 24:14; Jeremiah 31:28; Jeremiah 4:28; 2 Chronicles 36:16; Isaiah 14:24
  14. 15 Zechariah 8:13; Micah 7:18–20; Luke 12:32; Micah 4:10–13; Jeremiah 32:42
  15. 16 Ephesians 4:25; Zechariah 7:9; Psalm 15:2; Luke 3:8–14; Deuteronomy 10:12–13
  16. 17 Proverbs 6:16–19; Proverbs 3:29; Psalm 10:3; Habakkuk 1:13; Micah 2:1–3
  17. 19 Zechariah 8:16; Jeremiah 39:2; Zechariah 7:3; Zechariah 7:5; 2 Kings 25:25
  18. 20 Isaiah 2:2–3; Zechariah 2:11; Micah 4:1–2; Isaiah 60:3–12; Jeremiah 16:19
  19. 21 Zechariah 7:2; Psalm 146:1–2; Hosea 6:3; Psalm 122:1–9; Psalm 103:22
  20. 22 Zechariah 8:21; Isaiah 25:7; Revelation 21:24; Revelation 15:4; Isaiah 60:3–22
  21. 23 Isaiah 55:5; 1 Corinthians 14:25; Isaiah 60:3; Isaiah 45:14; Ruth 1:16–17

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 8:16 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XVII)

    … ye the truth every man to his neighbour, and execute peaceful judgment in your gates, and let none of you imagine evil in his heart against his brother, and ye shall not love false swearing: for all these things I hate, saith the Lord Almighty." Moreover, David also says in like manner: "What man is there who desireth life, and …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 8:17 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XXXVI)

    Wash you, make you clean, put away evil from your hearts, learn to do well, seek judgment, protect the oppressed, judge the fatherless (pupillo), plead for the widow; and come, let us reason together, saith the Lord." And again: "Keep thy tongue from evil, and thy lips that they speak no guile; depart from evil, and do good; seek peace, …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)