Skip to the text

2 Kings · Brenton's Greek Septuagint

2 Kings 11 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ Γοθολία ἡ μήτηρ Ὀχοζίου εἶδεν ὅτι ἀπέθανεν ὁ υἱὸς αὐτῆς, καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας. 2 Καὶ ἔλαβεν Ἰωσαβεὲ θυγάτηρ τοῦ βασιλέως Ἰωρὰμ ἀδελφὴ Ὀχοζίου τὸν Ἰωὰς υἱὸν ἀδελφοῦ αὐτῆς, καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ ἐν τῷ ταμείῳ τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας, καὶ οὐκ ἐθανατώθη. 3 Καὶ ἦν μετʼ αὐτῆς κρυβόμενος ἐν οἴκῳ Κυρίου ἓξ ἔτη· καὶ Γοθολία βασιλεύουσα ἐπὶ τῆς γῆς. 4 Καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν Ἰωδαὲ, καὶ ἔλαβε τοὺς ἑκατοντάρχους τῶν Χοῤῥὶ καὶ τῶν Ῥασίμ, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον Κυρίου, καὶ διέθετο αὐτοῖς διαθήκην Κυρίου, καὶ ὥρκωσε· καὶ ἔδειξεν αὐτοῖς Ἰωδαὲ τὸν υἱὸν τοῦ βασιλέως, 5 καὶ ἐνετείλατο αὐτοῖς, λέγων, οὗτος ὁ λόγος ὃν ποιήσετε· Τὸ τρίτον ἐξ ὑμῶν εἰσελθέτω τὸ σάββατον, 6 καὶ φυλάξατε φυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν, καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων, καὶ φυλάξτε τὴν φυλακὴν τοῦ οἴκου. 7 Καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον, καὶ φυλάξουσι τὴν φυλακὴν οἴκου Κυρίου πρὸς τὸν βασιλέα. 8 Καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὰς σαδηρὼθ, ἀποθανεῖται· καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσθαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσθαι αὐτόν. 9 Καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα ὅσα ἐνετείλατο Ἰωδαὲ ὁ συνετός· καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ καὶ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον, καὶ εἰσῆλθον πρὸς Ἰωδαὲ τὸν ἱερέα. 10 Καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυὶδ τοὺς ἐν οἴκῳ Κυρίου. 11 Καὶ ἔστησαν οἱ παρατρέχοντες ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ, ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου, ἐπὶ τὸν βασιλέα κύκλῳ. 12 Καὶ ἐξαπέστειλε τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἔδωκεν ἐπʼ αὐτὸν νεζὲρ καὶ τὸ μαρτύριον, καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν· καὶ ἐκρότησαν τῇ χειρὶ, καὶ εἶπαν, ζήτω ὁ βασιλεύς. 13 Καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τῶν τρεχόντων τοῦ λαοῦ, καὶ εἰσῆλθε πρὸς τὸν λαὸν εἰς οἶκον Κυρίου, 14 καὶ εἶδε, καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα· καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξι· καὶ διέῤῥηξε Γοθολία τὰ ἱμάτια ἑαυτῆς, καὶ ἐβόησε σύνδεσμος, σύνδεσμος. 15 Καὶ ἐνετείλατο Ἰωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις τοῖς ἐπισκόποις τῆς δυνάμεως, καὶ εἶπε πρὸς αὐτούς, ἐξαγάγετε αὐτὴν ἔσωθεν τῶν σαδηρὼθ, ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς θανάτῳ θανατωθήσεται ἐν ῥομφαίᾳ· ὅτι εἶπεν ὁ ἱερεύς, καὶ μὴ ἀποθάνῃ ἐν οἴκῳ Κυρίου. 16 Καὶ ἐπέθηκαν αὑτῇ χεῖρας, καὶ εἰσῆλθον ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως, καὶ ἀπέθανεν ἐκεῖ. 17 Καὶ διέθετο Ἰωδαὲ διαθήκην ἀναμέσον Κυρίου καὶ ἀναμέσον τοῦ βασιλέως καὶ ἀναμέσον τοῦ λαοῦ, τοῦ εἶναι εἰς λαὸν τῷ Κυρίῳ· καὶ ἀναμέσον τοῦ βασιλέως καὶ ἀναμέσον τοῦ λαοῦ. 18 Καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βάαλ, καὶ κατέσπασαν αὐτὸν, καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς· καὶ τὸν Μαθὰν τὸν ἱερέα τοῦ Βάαλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων· καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον Κυρίου. 19 Καὶ ἔλαβε τοὺς ἑκατοντάρχους, καὶ τὸν Χοῤῥεὶ, καὶ τὸν Ῥασὶμ, καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου Κυρίου· καὶ εἰσῆλθον ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ ἐκάθισαν αὐτὸν ἐπὶ θρόνου τῶν βασιλέων. 20 Καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε· καὶ τὴν Γοθολίαν ἐθανάτωσαν ἐν ῥομφαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Athaliah

    Queen who ruled Judah six years

    A granddaughter of Omri, the wife of Jehoram of Judah and mother of Ahaziah, who after Ahaziah's death annihilated the royal heirs, ruled the land six years, and was put to death…

    Cited in the guide: 2 Kings 8:26; 2 Kings 11:1; 2 Kings 11:3

  • Jehoiada

    Priest who crowned Joash

    The priest who brought out the king's son Joash in the seventh year, crowned him, made a covenant between the LORD, the king and the people, had Athaliah put to death, and…

    Cited in the guide: 2 Kings 11:4; 2 Kings 11:9; 2 Kings 11:17

  • Jehosheba

    Rescuer of the child Joash

    Daughter of King Joram and sister of Ahaziah, who stole Joash son of Ahaziah away from the murdered royal sons and hid him and his nurse so that Athaliah could not kill him.

    Cited in the guide: 2 Kings 11:2; 2 Chronicles 22:11

  • Joash

    King of Judah, hidden by Jehosheba

    Son of Ahaziah, hidden for six years in the house of the LORD, crowned at seven by Jehoiada, who reigned forty years, repaired the temple, bought off Hazael with the temple…

    Cited in the guide: 2 Kings 11:2; 2 Kings 11:19; 2 Kings 12:1

  • Mattan

    Priest of Baal

    The priest of Baal killed in front of the altars when the people of the land tore down the temple of Baal.

    Cited in the guide: 2 Kings 11:18; 2 Chronicles 23:17

Cross references (20)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Jeremiah 41:1; 2 Kings 25:25; 2 Chronicles 22:10–12; Matthew 2:16; 2 Chronicles 24:7
  2. 2 1 Kings 6:10; 2 Chronicles 22:11; 2 Kings 8:16; 1 Kings 6:8; Ezekiel 40:45
  3. 3 Malachi 3:15; 2 Chronicles 22:12; Psalm 12:8
  4. 4 2 Kings 11:19; 2 Kings 11:9; 2 Chronicles 15:12; 2 Kings 11:17; 2 Chronicles 29:10
  5. 5 1 Chronicles 9:25; Ezekiel 46:2–3; 1 Chronicles 23:32; Luke 1:8–9; Jeremiah 26:10
  6. 6 2 Chronicles 23:4–5; 1 Chronicles 26:13–19
  7. 7 2 Kings 11:5; 2 Chronicles 23:6
  8. 8 2 Chronicles 23:7; 2 Kings 11:15; 1 Kings 2:28–31; Exodus 21:14; Numbers 27:17
  9. 9 2 Chronicles 23:8; 2 Kings 11:4; 1 Chronicles 26:26
  10. 10 2 Samuel 8:7; 1 Chronicles 18:7; 1 Chronicles 26:26–27; 2 Chronicles 23:9–10; 1 Samuel 21:9
  11. 11 Matthew 23:35; 2 Kings 11:10; Joel 2:17; Ezekiel 8:16; 2 Chronicles 6:12
  12. 12 1 Samuel 10:24; Exodus 25:16; 1 Kings 1:39; 2 Samuel 1:10; Exodus 31:18
  13. 13 2 Chronicles 23:12–15
  14. 14 2 Chronicles 34:31; 2 Kings 23:3; 2 Kings 9:23; Revelation 19:1–7; Luke 19:37
  15. 15 Ezekiel 21:14; 2 Chronicles 23:14; 2 Kings 11:4; 2 Chronicles 23:9; 2 Kings 11:9–10
  16. 16 Genesis 9:6; Revelation 16:5–7; James 2:13; Matthew 7:2; 2 Chronicles 23:15
  17. 17 2 Samuel 5:3; 2 Chronicles 15:12–14; Joshua 24:25; 2 Chronicles 34:31; Ezra 10:3
  18. 18 Deuteronomy 12:3; 1 Kings 18:40; 2 Kings 18:4; 2 Kings 10:26; Deuteronomy 13:5
  19. 19 2 Chronicles 23:19; Jeremiah 17:25; 1 Chronicles 29:23; 2 Chronicles 23:5; Jeremiah 22:30
  20. 20 Proverbs 11:10; Proverbs 29:2; 2 Kings 11:14; 2 Chronicles 23:21

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences