1 Κρείσσων ψωμὸς μεθʼ ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. 2 Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων, ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη. 3 Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσὸς, οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ. 4 Κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσι ψευδέσιν. 5 Ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτὸν, ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται, ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται. 6 Στέφανος γερόντων τέκνα τέκνων, καύχημα δὲ τέκνων πατέρες αὐτῶν· 6a τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. 7 Οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ, οὐδὲ δικαίῳ χείλη ψευδῆ. 8 Μισθὸς χαρίτων παιδεία τοῖς χρωμένοις, οὗ δʼ ἂν ἐπιστρέψῃ εὐοδωθήσεται. 9 Ὃς κρύπτει ἀδικήματα, ζητεῖ φιλίαν· ὃς δὲ μισεῖ κρύπτειν, διΐστησι φίλους καὶ οἰκείους. 10 Συντρίβει ἀπειλὴ καρδίαν φρονίμου, ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται. 11 Ἀντιλογίας ἐγείρει πᾶς κακὸς, ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ. 12 Ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι, οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά. 13 Ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. 14 Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης, προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη. 15 Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ Θεῷ. 16 Ἱνατί ὑπῆρξε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται· 16a ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν· ὁ δὲ σκολιάζων τοῦ μαθεῖν, ἐμπεσεῖται εἰς κακά. 17 Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι, ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν, τούτου γὰρ χάριν γεννῶνται. 18 Ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ, ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τῶν ἑαυτοῦ φίλων. 19 Φιλαμαρτήμων χαίρει μάχαις, 20 ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς· ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακὰ, 21 καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν· οὐκ εὐφραίνεται πατὴρ ἐφʼ υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ. 22 Καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ, ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ. 23 Λαμβάνοντος δῶρα ἀδίκως ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοὶ, ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης. 24 Πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ, οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπʼ ἄκρα γῆς. 25 Ὀργὴ πατρὶ υἱὸς ἄφρων, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. 26 Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλὸν, οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. 27 Ὃς φείδεται ῥῆμα προέσθαι σκληρὸν, ἐπιγνώμων· μακρόθυμος δὲ ἀνὴρ φρόνιμος. 28 Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται, ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας, δόξει φρόνιμος εἶναι.
Proverbs · Brenton's Greek Septuagint
Proverbs 17 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (30)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Proverbs 15:17; Psalm 37:16; Proverbs 21:19; Proverbs 21:9
- 2 Proverbs 10:5; Proverbs 14:35; Ecclesiastes 4:13; Proverbs 19:26; Proverbs 11:29
- 3 Isaiah 48:10; Jeremiah 17:10; Psalm 26:2; Proverbs 27:21; 1 Chronicles 29:17
- 4 2 Timothy 4:3–4; Proverbs 28:4; 1 John 4:5; Isaiah 30:10; Jeremiah 5:31
- 5 Proverbs 14:31; Job 31:29; 1 John 3:17; Obadiah 11–13; Proverbs 16:5
- 6 Psalm 127:3–5; Proverbs 16:31; Proverbs 13:22; Psalm 128:3–6; Exodus 3:14–15
- 7 Proverbs 29:12; Psalm 50:16–17; Psalm 101:3–5; Proverbs 16:10–13; Matthew 7:5
- 8 Exodus 23:8; Micah 7:3; Isaiah 1:23; 1 Samuel 25:35; Amos 5:12
- 9 Proverbs 10:12; 1 Peter 4:8; Proverbs 16:28; Psalm 32:1
- 10 Revelation 3:19; Proverbs 9:8–9; Proverbs 19:25; Psalm 141:5; Proverbs 15:5
- 11 1 Kings 2:46; 2 Samuel 18:15; 2 Samuel 16:5–9
- 12 2 Samuel 17:8; Hosea 13:8; Proverbs 27:3; Proverbs 28:15; 2 Kings 2:24
- 13 Psalm 109:4–13; Psalm 55:12–15; 1 Peter 3:9; Romans 12:17; Psalm 38:20
- 14 Proverbs 20:3; Proverbs 25:8; 2 Timothy 2:23–24; 1 Thessalonians 4:11; Ecclesiastes 7:8–9
- 15 Exodus 23:7; Isaiah 5:23; Proverbs 18:5; Proverbs 24:23–24; Amos 6:12
- 16 Proverbs 21:25–26; Proverbs 23:23; Proverbs 8:4–5; Proverbs 18:15; Acts 28:26–27
- 17 Proverbs 18:24; John 15:13–14; 1 Samuel 20:17; Ruth 1:16; 1 Samuel 18:3
- 18 Proverbs 11:15; Proverbs 6:1–5; Proverbs 22:26–27; Proverbs 20:16; Proverbs 22:16
- 19 Proverbs 16:18; Proverbs 18:12; 1 Samuel 25:36–38; James 3:14–16; James 1:20
- 20 James 3:6–8; Proverbs 10:31; Proverbs 10:10; Ecclesiastes 10:12; Proverbs 18:6–7
- 21 Proverbs 10:1; Proverbs 19:13; Proverbs 15:20; Proverbs 17:25; Genesis 26:34
- 22 Proverbs 15:13; Proverbs 12:25; Proverbs 18:14; 2 Corinthians 7:10; Ecclesiastes 9:7–9
- 23 Micah 7:3; Deuteronomy 16:19; Exodus 23:8; Proverbs 17:8; Isaiah 1:23
- 24 Ecclesiastes 2:14; Ecclesiastes 8:1; Proverbs 14:6; Psalm 119:37; Proverbs 23:5
- 25 Proverbs 10:1; Proverbs 19:13; Proverbs 15:20; 2 Samuel 13:1–22; Ecclesiastes 2:18–19
- 26 Proverbs 17:15; Proverbs 18:5; John 18:22; Job 34:18–19; Micah 5:1
- 27 James 3:18; James 1:19; Proverbs 10:19; Proverbs 14:29; Proverbs 15:28
- 28 Job 13:5; Proverbs 15:2; Ecclesiastes 10:14; Ecclesiastes 5:3; Ecclesiastes 10:3
- 6a Psalm 127:3–5; Proverbs 16:31; Proverbs 13:22; Psalm 128:3–6; Exodus 3:14–15
- 16a Proverbs 21:25–26; Proverbs 23:23; Proverbs 8:4–5; Proverbs 18:15; Acts 28:26–27
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences