1 Ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος, λέγει, 2 Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα, καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ. 3 Παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι. 4 Μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφʼ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς; 5 Εὐφροσύνη δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια· 6 ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται. 7 Ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ εἰδότες αὐτὸν ἐροῦσι, ποῦ ἐστιν; 8 Ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. 9 Ὀφθαλμὸς παρέβλεψε, καὶ οὐ προσθήσει, καὶ οὐκ ἔτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ. 10 Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. 11 Ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετʼ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. 12 Ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ, 13 οὐ φείσεται αὐτῆς, καὶ οὐκ ἐγκαταλείψει αὐτήν· καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ, 14 καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ. 15 Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. 16 Θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως. 17 Μὴ ἴδοι ἄμελξιν νομάδων, μηδὲ νομὰς μέλιτος καὶ βουτύρου. 18 Εἰς κενὰ καὶ μάταια ἐκοπίασε, πλοῦτον ἐξ οὗ οὐ γεύσεται· ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος. 19 Πολλῶν γὰρ δυνατῶν οἴκους ἔθλασε· δίαιταν δὲ ἥρπασε, καὶ οὐκ ἔστησεν. 20 Οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται. 21 Οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ, διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. 22 Ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται. 23 Εἴ πῶς εἶ πληρῶσαι γαστέρα αὐτοῦ, ἐπαποστείλαι ἐπʼ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπʼ αὐτὸν ὀδύνας, 24 καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου· τρώσαι αὐτὸν τόξον χάλκειον. 25 Διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἄστρα δὲ ἐν διαίταις αὐτοῦ· περιπατήσαισαν ἐπʼ αὐτῷ φόβοι, 26 πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι· κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. 27 Ἀνακάλυψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ. 28 Ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. 29 Αὕτη ἡ μέρις ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου.
Job · Brenton's Greek Septuagint
Job 20 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Zophar
Zophar the Naamathite, one of Job's three friends, who answered Job in the dialogues and did what the LORD told him after the LORD's rebuke.
Cited in the guide: Job 2:11; Job 11:1; Job 20:1
Cross references (29)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Job 2:11; Job 11:1; Job 42:9
- 2 Psalm 31:22; Proverbs 14:29; Jeremiah 20:9; James 1:19; Psalm 39:2–3
- 3 Job 33:3; Job 19:29; Job 20:2; Psalm 49:3; Job 19:3
- 4 Job 15:10; Genesis 1:28; Job 32:7; Psalm 115:16; Genesis 9:1–3
- 5 Psalm 37:35–36; Job 18:5–6; Acts 12:22–23; Job 27:8; Psalm 73:18–20
- 6 Obadiah 3–4; Isaiah 14:13–14; Genesis 11:4; Amos 9:2; Daniel 4:11
- 7 1 Kings 14:10; Job 4:20; 2 Kings 9:37; Psalm 83:10; Job 8:18
- 8 Psalm 90:5; Psalm 73:20; Job 18:18; Isaiah 29:7–8; Psalm 18:10
- 9 Job 7:8; Job 8:18; Job 7:10; Job 20:7; Psalm 37:36
- 10 Job 20:18; Luke 19:8; Job 27:16–17; Exodus 22:3; Proverbs 6:31
- 11 Job 13:26; Psalm 25:7; Job 21:26; Ezekiel 32:27; Ezekiel 24:13
- 12 Psalm 10:7; Job 15:16; Ecclesiastes 11:9; Proverbs 9:17–18; Psalm 109:17–18
- 13 Romans 8:13; Matthew 5:29–30; Mark 9:43–49; Numbers 11:18–20
- 14 Romans 3:13; 2 Samuel 11:2–5; Malachi 2:2; Psalm 38:1–8; Deuteronomy 32:24
- 15 Proverbs 23:8; Matthew 27:3–4
- 16 Acts 28:3–6; Romans 3:13; Matthew 3:7; Isaiah 30:6; Deuteronomy 32:24
- 17 Deuteronomy 32:13–14; Job 29:6; Luke 16:24; 2 Kings 7:2; Isaiah 7:22
- 18 Job 20:10; Job 20:15; Jeremiah 22:13; Proverbs 1:12; Jeremiah 51:44
- 19 Job 35:9; Proverbs 14:31; Ezekiel 22:29; James 5:4; Proverbs 22:22–23
- 20 Ecclesiastes 5:13–14; Isaiah 57:20–21
- 21 Jeremiah 17:11; Job 18:19; Job 15:29; Luke 16:24–25
- 22 Revelation 18:7; Job 15:29; Job 18:7; 2 Kings 24:2; Psalm 39:5
- 23 Psalm 78:30–31; Numbers 11:33; Malachi 2:2; Psalm 11:6; Isaiah 21:4
- 24 Amos 5:19; Isaiah 24:18; 2 Samuel 22:35; Proverbs 7:23; Amos 9:1–3
- 25 Job 16:13; Job 18:11; Job 15:21; Deuteronomy 32:41; Job 27:20
- 26 Psalm 21:9; Psalm 120:4; Isaiah 30:33; Matthew 3:12; Isaiah 8:22
- 27 Isaiah 26:21; Luke 12:2–3; Job 16:18; Romans 2:16; Psalm 44:20–21
- 28 Job 27:14–19; Revelation 18:17; James 5:1–3; Zephaniah 1:18; Job 5:5
- 29 Job 27:13; Job 31:2–3; Psalm 11:5–6; Job 18:21; Lamentations 3:38
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences