1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεγνώσθη ἐν βιβλίῳ Μωυσῆ ἐν ὠσὶ τοῦ λαοῦ· καὶ εὑρέθη γεγραμμένον ἐν αὐτῷ, ὅπως μὴ εἰσέλθωσιν Ἀμμανῖται καὶ Μωαβῖται ἐν ἐκκλησίᾳ Θεοῦ ἕως αἰῶνος, 2 ὅτι οὐ συνήντησαν τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἄρτῳ καὶ ὕδατι, καὶ ἐμισθώσαντο ἐπʼ αὐτὸν τὸν Βαλαὰμ καταράσασθαι· καὶ ἐπέστρεψεν ὁ Θεὸς ἡμῶν τὴν κατάραν εἰς εὐλογίαν. 3 Καὶ ἐγένετο ὡς ἤκουσαν τὸν νόμον, καὶ ἐχωρίσθησαν πᾶς ἐπίμικτος ἐν Ἰσραήλ. 4 Καὶ πρὸ τούτου Ἐλιασὶβ ὁ ἱερεὺς οἰκῶν ἐν γαζοφυλακίῳ οἴκου Θεοῦ ἡμῶν, ἐγγιῶν Τωβίᾳ. 5 Καὶ ἐποίησεν ἑαυτῷ γαζοφυλάκιον μέγα καὶ ἐκεῖ ἦσαν πρότερον διδόντες τὴν μαναὰ καὶ τὸν λίβανον καὶ τὰ σκεύη, καὶ τὴν δεκάτην τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἐντολὴν τῶν Λευιτῶν καὶ τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν, καὶ ἀπαρχὰς τῶν ἱερέων. 6 Καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ἱερουσαλήμ· ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Ἀρθασασθὰ βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα, καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως, 7 καὶ ἦλθον εἰς Ἱερουσαλήμ· καὶ συνῆκα ἐν τῇ πονηρίᾳ ᾗ ἐποίησεν Ἐλιασὶβ τῷ Τωβίᾳ, ποιῆσαι αὐτῷ γαζοφυλάκιον ἐν αὐλῇ οἴκου τοῦ Θεοῦ. 8 Καὶ πονηρόν μοι ἐφάνη σφόδρα· καὶ ἔῤῥιψα πάντα τὰ σκεύη οἴκου Τωβία ἔξω ἀπὸ τοῦ γαζοφυλακίου. 9 Καὶ εἶπα, καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια· καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ Θεοῦ, τὴν μαναὰ καὶ τὸν λίβανον. 10 Καὶ ἔγνων ὅτι μερίδες τῶν Λευιτῶν οὐκ ἐδόθησαν· καὶ ἐφύγοσαν ἀνὴρ εἰς ἀγρὸν αὐτοῦ, οἱ Λευῖται καὶ οἱ ᾄδοντες ποιοῦντες τὸ ἔργον. 11 Καὶ ἐμαχεσάμην τοῖς στρατηγοῖς, καὶ εἶπα, διὰ τί ἐγκατελείφθη ὁ οἶκος τοῦ Θεοῦ; καὶ συνήγαγον αὐτοὺς, καὶ ἔστησα αὐτοὺς ἐπὶ τῇ στάσει αὐτῶν. 12 Καὶ πᾶς Ἰούδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς 13 ἐπὶ χεῖρα Σελεμία τοῦ ἱερέως, καὶ Σαδὼκ τοῦ γραμματέως, καὶ Φαδαΐα ἀπὸ τῶν Λευιτῶν· καὶ ἐπὶ χεῖρα αὐτῶν Ἀνὰν υἱὸς Ζακχοὺρ, υἱὸς Ματθανίου, ὅτι πιστοὶ ἐλογίσθησαν, ἐπʼ αὐτοὺς μερίζειν τοῖς ἀδελφοῖς αὐτῶν. 14 Μνήσθητί μου ὁ Θεὸς ἐν ταὐτῇ, καὶ μὴ ἐξαλειφθήτω ἔλεός μου ὃ ἐποίησα ἐν οἴκῳ Κυρίου τοῦ Θεοῦ. 15 Ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον ἐν Ἰούδα πατοῦντας ληνοὺς ἐν τῷ σαββάτῳ, καὶ φέροντας δράγματα, καὶ ἐπιγεμίζοντας ἐπὶ τοὺς ὄνους καὶ οἶνον καὶ σταφυλὴν καὶ σῦκα καὶ πᾶν βάσταγμα, καὶ φέροντας εἰς Ἱερουσαλὴμ ἐν ἡμέρᾳ τοῦ σαββάτου· καὶ ἐπεμαρτυράμην ἐν ἡμέρᾳ πράσεως αὐτῶν. 16 Καὶ ἐκάθισαν ἐν αὐτῇ φέροντες ἰχθὺν, καὶ πᾶσαν πρᾶσιν πωλοῦντες τῷ σαββάτῳ τοῖς υἱοῖς Ἰούδα καὶ ἐν Ἱερουσαλήμ. 17 Καὶ ἐμαχεσάμην τοῖς υἱοῖς Ἰούδα τοῖς ἐλευθέροις, καὶ εἶπα αὐτοῖς, τίς ὁ λόγος οὗτος ὁ πονηρὸς, ὃν ὑμεῖς ποιεῖτε, καὶ βεβηλοῦτε τὴν ἡμέραν τοῦ σαββάτου; 18 Οὐχὶ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, καὶ ἤνεγκεν ἐπʼ αὐτοὺς ὁ Θεὸς ἡμῶν καὶ ἐφʼ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα καὶ ἐπὶ τὴν πόλιν ταύτην; καὶ ὑμεῖς προστίθετε ὀργὴν ἐπὶ Ἰσραὴλ βεβηλῶσαι τὸ σάββατον; 19 Καὶ ἐγένετο ἡνίκα κατέστησαν πύλαι ἐν Ἱερουσαλὴμ πρὸ τοῦ σαββάτου, καὶ εἶπα, καὶ ἔκλεισαν τὰς πύλας· καὶ εἶπα, ὥστε μὴ ἀνοιγῆναι αὐτὰς ἕως ὀπίσω τοῦ σαββάτου· καὶ ἐκ τῶν παιδαρίων μου ἔστησα ἐπὶ τὰς πύλας, ὥστε μὴ αἴρειν βαστάγματα ἐν ἡμέρᾳ τοῦ σαββάτου. 20 Καὶ ηὐλίσθησαν πάντες, καὶ ἐποίησαν πρᾶσιν ἔξω Ἰερουσαλὴμ ἅπαξ καὶ δίς. 21 Καὶ ἐπεμαρτυράμην ἐν αὐτοῖς, καὶ εἶπα πρὸς αὐτοὺς, διὰ τί ὑμεῖς αὐλίζεσθε ἀπέναντι τοῦ τείχους; ἐὰν δευτερώσητε, ἐκτενῶ χεῖρά μου ἐν ὑμῖν· ἀπὸ τοῦ καιροῦ ἐκείνου οὐκ ἤλθοσαν ἐν σαββάτῳ. 22 Καὶ εἶπα τοῖς Λευίταις, οἳ ἦσαν καθαριζόμενοι, καὶ ἐρχόμενοι φυλάσσοντες τὰς πύλας, ἁγιάζειν τὴν ἡμέραν τοῦ σαββάτου. Πρὸς ταῦτα μνήσθητί μου ὁ Θεὸς, καὶ φεῖσαί μου κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου. 23 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις εἶδον τοὺς Ἰουδαίους οἳ ἐκάθισαν γυναῖκας Ἀζωτίας, Ἀμμανίτιδας, Μωαβίτιδας· 24 καὶ οἱ υἱοὶ αὐτῶν ἥμισυ λαλοῦντες Ἀζωτιστὶ, καὶ οὐκ εἰσὶν ἐπιγινώσκοντες λαλεῖν Ἰουδαϊστί. 25 Καὶ ἐμαχεσάμην μετʼ αὐτῶν, καὶ καταρασάμην αὐτούς· καὶ ἐπάταξα ἐν αὐτοῖς ἄνδρας, καὶ ἐμαδάρωσα αὐτοὺς, καὶ ὤρκισα αὐτοὺς ἐν τῷ Θεῷ, ἐὰν δῶτε τὰς θυγατέρας ὑμῶν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐὰν λάβητε ἀπὸ τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς ὑμῶν. 26 Οὐχ οὕτως ἥμαρτε Σαλωμὼν βασιλεὺς Ἰσραήλ; καὶ ἐν ἔθνεσι πολλοῖς οὐκ ἦν βασιλεὺς ὅμοιος αὐτῷ, καὶ ἀγαπώμενος τῷ Θεῷ ἦν, καὶ ἔδωκεν αὐτὸν ὁ Θεὸς εἰς βασιλέα ἐπὶ πάντα Ἰσραὴλ, καὶ τοῦτον ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι. 27 Καὶ ὑμῶν μὴ ἀκουσώμεθα ποιῆσαι πᾶσαν πονηρίαν ταύτην, ἀσυνθετῆσαι ἐν τῷ Θεῷ ἡμῶν, καθίσαι γυναῖκας ἀλλοτρίας. 28 Καὶ ἀπὸ υἱῶν Ἰωαδὰ τοῦ Ἐλισοὺβ τοῦ ἱερέως τοῦ μεγάλου νυμφίου τοῦ Σαναβαλλὰτ τοῦ Οὐρανίτου, καὶ ἐξέβρασα αὐτὸν ἀπʼ ἐμοῦ. 29 Μνήσθητι αὐτοῖς ὁ Θεὸς ἐπὶ ἀλχιστείᾳ τῆς ἱερατείας, καὶ διαθήκῃ τῆς ἱερατείας, καὶ τοὺς Λευίτας. 30 Καὶ ἐκαθάρισα αὐτοὺς ἀπὸ πάσης ἀλλοτριώσεως, καὶ ἔστησα ἐφημερίας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, ἀνὴρ ὡς τὸ ἔργον αὐτοῦ. 31 Καὶ τὸ δῶρον τῶν ξυλοφόρων ἐν καιροῖς ἀπὸ χρόνων, καὶ ἐν τοῖς βακχουρίοις. Μνήσθητί μου ὁ Θεὸς ἡμῶν εἰς ἀγαθωσύνην.
Nehemiah · Brenton's Greek Septuagint
Nehemiah 13 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Hanan
Son of Zaccur, the son of Mattaniah, appointed with Shelemiah, Zadok and Pedaiah to distribute supplies to the Levites because they were trustworthy.
Cited in the guide: Nehemiah 13:13
Joiada
Son of Eliashib and father of Jonathan; Neh 13:28 (Jehoiada) says one of his sons became Sanballat’s son-in-law and Nehemiah drove him away.
Cited in the guide: Nehemiah 12:10; Nehemiah 12:22; Nehemiah 13:28
Mattaniah
Pedaiah
Levite appointed by Nehemiah as a treasurer over the storerooms.
Cited in the guide: Nehemiah 13:13
Shelemiah
Priest appointed by Nehemiah as a treasurer over the storerooms.
Cited in the guide: Nehemiah 13:13
Zaccur
Son of Mattaniah and father of Hanan the storeroom assistant.
Cited in the guide: Nehemiah 13:13
Zadok
Scribe appointed by Nehemiah as a treasurer over the storerooms.
Cited in the guide: Nehemiah 13:13
Cross references (30)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Deuteronomy 23:3–5; Nehemiah 9:3; Deuteronomy 31:11–12; Nehemiah 13:23; Ezekiel 25:1–11
- 2 Deuteronomy 23:5; Joshua 24:9–10; Psalm 109:28; Micah 6:5; Matthew 25:40
- 3 Nehemiah 9:2; Exodus 12:38; Nehemiah 10:28; Numbers 11:4; James 1:27
- 4 Nehemiah 12:44; Nehemiah 2:10; Nehemiah 13:28; Nehemiah 6:17–18; Nehemiah 12:10
- 5 Nehemiah 12:44; Nehemiah 10:38; Numbers 18:21–24; 2 Chronicles 34:11
- 6 Nehemiah 5:14; Nehemiah 2:5–6; Ezra 6:22; 2 Chronicles 24:17–18; Matthew 13:25
- 7 Nehemiah 13:5; Matthew 21:12–13; Nehemiah 13:1; Lamentations 1:10; Acts 21:28–29
- 8 Ezra 10:1; Psalm 69:9; Mark 11:15–17; John 2:13–17; Ezra 9:3–4
- 9 2 Chronicles 29:5; Nehemiah 12:45; 2 Chronicles 29:15–19
- 10 Nehemiah 10:37; Malachi 3:8; Nehemiah 12:47; Nehemiah 12:28–29; Malachi 1:6–14
- 11 Nehemiah 10:39; Nehemiah 13:17; Nehemiah 13:25; Job 31:34; Proverbs 28:4
- 12 Nehemiah 10:37–39; Malachi 3:10; Nehemiah 12:44; Deuteronomy 14:22; Leviticus 27:30
- 13 Nehemiah 7:2; 2 Kings 22:7; Acts 6:3; 1 Corinthians 4:2; Acts 6:1
- 14 Psalm 122:6–9; Hebrews 6:10; Nehemiah 13:31; Nehemiah 13:22; 2 Chronicles 31:20–21
- 15 Nehemiah 10:31; Exodus 34:21; Nehemiah 13:21; Isaiah 58:13; Exodus 20:8–11
- 16 Exodus 23:12; Deuteronomy 5:14
- 17 Nehemiah 13:11; Nehemiah 13:25; Jeremiah 22:2–23; Micah 3:9; Psalm 82:1–2
- 18 Jeremiah 17:21–23; Ezekiel 23:26; Joshua 22:17–18; Ezra 9:13–15; Jeremiah 44:9
- 19 Leviticus 23:32; Exodus 31:14–17; Jeremiah 17:19–22
- 21 Romans 13:3–4; Ezra 7:26; 1 Peter 2:14; Nehemiah 13:15
- 22 Nehemiah 12:30; Nehemiah 13:14; Nehemiah 13:31; Psalm 130:3–4; Isaiah 38:3
- 23 Ezra 9:1–2; Nehemiah 10:30; Ezra 10:10; Nehemiah 13:1; 2 Corinthians 6:14
- 24 Zephaniah 3:9
- 25 Deuteronomy 7:3; Nehemiah 10:29–30; Nehemiah 13:17; Ezra 10:5; Nehemiah 5:13
- 26 1 Kings 11:1–8; 1 Kings 3:13; Ecclesiastes 7:26; 2 Chronicles 1:12; 2 Samuel 12:24–25
- 27 Ezra 10:2; 1 Samuel 30:24
- 28 Nehemiah 2:19; Nehemiah 6:17–19; Nehemiah 12:10; Nehemiah 3:1; Nehemiah 12:22
- 29 Nehemiah 6:14; Numbers 16:9–10; Malachi 2:4–8; Numbers 25:12–13; Leviticus 21:1–7
- 30 Nehemiah 10:30; Nehemiah 12:1–26; 1 Chronicles 23:1–26
- 31 Nehemiah 13:14; Nehemiah 13:22; Psalm 106:4; Psalm 26:8–9; Nehemiah 10:34
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences