1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα. 2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν. 3 Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· 4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν. 5 καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. 6 καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς. 7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ᾗ ἔδει θύεσθαι τὸ πάσχα· 8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάνην εἰπών Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν. 9 οἱ δὲ εἶπαν αὐτῷ Ποῦ θέλεις ἑτοιμάσωμεν; 10 ὁ δὲ εἶπεν αὐτοῖς Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται· 11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας Λέγει σοι ὁ Διδάσκαλος Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. 14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν, καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ. 15 καὶ εἶπεν πρὸς αὐτούς Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς· 18 λέγω γὰρ ὑμῖν, οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. 19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων Τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. 21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης. 22 ὅτι ὁ Υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται. 23 καὶ αὐτοὶ ἤρξαντο συνζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. 24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. 27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. 28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, 30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ. 31 Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου. 33 ὁ δὲ εἶπεν αὐτῷ Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 ὁ δὲ εἶπεν Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς με ἀπαρνήσῃ μὴ εἰδέναι. 35 Καὶ εἶπεν αὐτοῖς Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν Οὐθενός. 36 εἶπεν δὲ αὐτοῖς Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν. 37 λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει. 38 οἱ δὲ εἶπαν Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς Ἱκανόν ἐστιν. 39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί. 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων Πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω. 43◆ ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν. 44◆ καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. 47 Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48 Ἰησοῦς δὲ εἶπεν αὐτῷ Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν. 52 Εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ· ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. 54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συνκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν. 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν Καὶ οὗτος σὺν αὐτῷ ἦν. 57 ὁ δὲ ἠρνήσατο λέγων Οὐκ οἶδα αὐτόν, γύναι. 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος ἔφη Ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων Ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν. 60 εἶπεν δὲ ὁ Πέτρος Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς. 62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. 63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, 64 καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; 65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. 66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, 67 λέγοντες Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· 68 ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε. 69 ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. 70 εἶπαν δὲ πάντες Σὺ οὖν εἶ ὁ Υἱὸς τοῦ Θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 οἱ δὲ εἶπαν Τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
Luke · Nestle Greek New Testament (1904)
Luke 22 Nestle Greek New Testament (1904)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (3)
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
Places
Gethsemane
Gethsemane ('oil press') was a garden on the lower Mount of Olives. Jesus prayed here on the night of his arrest; ancient olive trees still grow on the traditional site.
Cited in the guide: Matthew 26:36; Mark 14:32; Luke 22:44
Mount of Olives
Rising ~2,700 ft just east of the Old City, the Mount of Olives is where Jesus gave the Olivet Discourse, prayed in Gethsemane on its slope, and ascended near Bethany.
Cited in the guide: Zechariah 14:4; Luke 22:39; Acts 1:12
Cross references (69)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Exodus 12:6–23; Leviticus 23:5–6; Mark 14:1–2; Matthew 26:2–5; John 11:55–57
- 2 John 11:47–53; Matthew 12:14; Luke 19:47–48; Matthew 21:45–46; Luke 20:19
- 3 John 13:2; Mark 14:10–11; John 13:18; John 13:26–27; Psalm 55:12–14
- 4 Acts 5:24; Acts 4:1; Acts 5:26; Matthew 26:14; Mark 14:10–11
- 5 Zechariah 11:12–13; Matthew 26:15–16; Matthew 27:3–5; Acts 1:18; 1 Timothy 6:9–10
- 6 Matthew 26:5; Mark 14:2
- 7 Exodus 12:18; Mark 14:12–16; Exodus 12:6; 1 Corinthians 5:7; Luke 22:1
- 8 Mark 14:13–16; Acts 3:11; Acts 4:13; Luke 1:6; Acts 3:1
- 10 Acts 8:26–29; John 16:4; 1 Samuel 10:2–7; Matthew 26:18–19; Luke 19:29–40
- 11 John 11:28; Revelation 3:20; Luke 19:5; Luke 19:34; Matthew 21:3
- 12 Acts 1:13; Acts 16:14–15; Acts 20:8; John 2:25; John 21:17
- 13 Luke 21:33; Luke 19:32; Hebrews 11:8; John 2:5
- 14 Matthew 26:20; Mark 14:17; Deuteronomy 16:6–7; Mark 6:30
- 15 Luke 12:50; John 4:34; John 13:1; John 17:1
- 16 Luke 14:15; Revelation 19:9; Luke 22:30; 1 Corinthians 5:7–8; John 6:50–58
- 17 Psalm 116:13; Luke 22:19; 1 Timothy 4:4–5; Deuteronomy 8:10; Luke 9:16
- 18 Matthew 26:29; Isaiah 55:1; Luke 22:16; Mark 14:25; Luke 21:31
- 19 1 Corinthians 11:23–29; 1 Corinthians 10:16; Mark 14:22–24; Luke 22:20; Matthew 26:26–28
- 20 Matthew 26:28; 1 Corinthians 11:25; Zechariah 9:11; Exodus 24:8; Hebrews 13:20
- 21 Psalm 41:9; John 13:26; John 13:21–22; John 13:18–19; Mark 14:18–21
- 22 Acts 2:23; Psalm 109:6–15; Luke 24:25–27; Psalm 55:12–15; Luke 24:46
- 23 John 13:22–25; Matthew 26:22; Mark 14:19
- 24 Luke 9:46; Mark 9:34; Matthew 20:20–24; Mark 10:37–41; Philippians 2:3–5
- 25 Matthew 20:25–28; Mark 10:41–45
- 26 1 Peter 5:5; 1 Peter 5:3; Mark 9:35; Matthew 18:3–5; Matthew 23:8–12
- 27 Matthew 20:28; Luke 12:37; John 13:5–16; 2 Corinthians 8:9; Luke 17:7–9
- 28 Hebrews 4:15; Hebrews 2:18; Acts 1:25; Matthew 24:13; Matthew 19:28–29
- 29 Matthew 25:34; 2 Timothy 2:12; James 2:5; Matthew 24:47; Matthew 28:18
- 30 Matthew 19:28; Matthew 8:11; Revelation 2:26–27; Revelation 3:21; Luke 12:37
- 31 1 Peter 5:8; Zechariah 3:1; Job 1:6–12; Revelation 12:10; Job 2:1–6
- 32 John 21:15–17; 1 Peter 5:8–10; John 17:9–11; Romans 8:34; 2 Corinthians 1:4–6
- 33 Mark 14:31; Matthew 26:33–35; John 13:36–37; Mark 14:29; Matthew 20:22
- 34 John 13:38; Matthew 26:34; Mark 14:30; Mark 14:71–72; Matthew 26:74
- 35 Matthew 10:9–10; Luke 10:4; Luke 9:3; Psalm 37:3; Psalm 23:1
- 37 Isaiah 53:12; Luke 23:32; 2 Corinthians 5:21; Galatians 3:13; Acts 13:27–29
- 38 2 Corinthians 10:3–4; Matthew 26:52–54; Ephesians 6:10–18; Luke 22:49; 1 Thessalonians 5:8
- 39 Luke 21:37; Matthew 21:1; John 18:1–2; Mark 14:32–34; Matthew 26:30
- 40 Matthew 6:13; Luke 22:46; Matthew 26:36–46; 1 Peter 5:8–9; 2 Corinthians 12:7–10
- 41 Matthew 26:39; Mark 14:35; Luke 18:11
- 42 John 12:27–28; Matthew 26:39; Matthew 26:42; Mark 14:36; Psalm 40:8
- 43 Matthew 4:11; Psalm 91:11–12; Matthew 26:53; Hebrews 1:14; 1 Timothy 3:16
- 44 Lamentations 1:12; Hebrews 5:7; Psalm 22:12–21; Romans 8:32; Psalm 130:1–2
- 45 Mark 14:40–41; Matthew 26:43; Matthew 26:40; Mark 14:37
- 46 Luke 22:40; Jonah 1:6; Luke 21:34–36; Proverbs 6:4–11
- 47 Mark 14:41–50; Matthew 26:45–56; John 18:2–11; Mark 14:10; Luke 22:3–6
- 48 2 Samuel 20:9–10; Mark 14:44–46; Proverbs 27:6; Matthew 26:48–50; Psalm 55:21
- 49 Luke 22:38
- 50 John 18:10–11; Mark 14:47; Romans 12:19; Matthew 26:51–54; 2 Corinthians 10:4
- 51 Romans 12:21; 2 Corinthians 10:1; 1 Peter 2:21–23; John 17:12; John 18:8–9
- 52 Luke 22:4; Matthew 26:55; Acts 5:26; John 17:12; Mark 14:48–49
- 53 Ephesians 6:12; Acts 26:18; Colossians 1:13; John 16:20–22; John 12:27
- 54 Mark 14:53–54; Matthew 26:57–58; John 18:12–17; 2 Chronicles 32:31; John 18:24
- 55 Psalm 26:4–5; 2 Corinthians 6:15–17; Psalm 28:3; Matthew 26:69–75; Proverbs 9:6
- 56 John 18:17; Mark 14:6; Matthew 26:69; Mark 14:17; Mark 14:66–68
- 57 2 Timothy 2:10–12; 1 John 1:9; John 18:27; John 18:25; Matthew 10:33
- 58 Mark 14:69–70; Matthew 26:71–72; John 18:25
- 59 John 18:26–27; Matthew 26:73–74; Mark 14:69–70
- 60 John 18:27; Matthew 26:74–75; Mark 14:71–72; Luke 22:34
- 61 Luke 22:34; Isaiah 57:15–18; Ezekiel 36:31–32; Jeremiah 31:18–20; Ezekiel 16:63
- 62 1 Corinthians 10:12; Matthew 26:75; Ezekiel 7:16; Psalm 38:18; Psalm 130:1–4
- 63 John 18:22; Psalm 35:15–16; Matthew 26:59–68; Isaiah 49:7; Job 16:9–10
- 64 Judges 16:25; Judges 16:21
- 65 Acts 26:11; Matthew 27:39; 1 Timothy 1:13–14; Luke 12:10; Matthew 12:31–32
- 66 Matthew 27:1; Mark 15:1; Acts 22:5; Matthew 5:22; Acts 4:25–28
- 67 Mark 14:61–66; Matthew 26:63–68; Luke 16:31; John 5:39–47; John 12:37–43
- 68 Luke 20:41–44; Luke 20:3–7
- 69 Psalm 110:1; Daniel 7:13–14; Mark 16:19; Hebrews 1:3; Ephesians 1:20–23
- 70 Luke 23:3; John 18:37; Mark 15:2; Matthew 26:64; Matthew 27:11
- 71 Matthew 26:65–66; Mark 14:63–64
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
Why does my Bible say something different?
- Luke 22:43–44: the angel and the sweat like drops of blood
In Gethsemane an angel strengthens Christ, and in his agony his sweat falls “as it were great drops of blood.” These two verses are missing from some of the most important early manuscripts but are present in others, and they were quoted by St Justin and St Irenaeus in the second century. The Orthodox Church reads them as part of Luke. Scholars are divided on whether Luke wrote them.
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
For the apostles, in the memoirs composed by them, which are called Gospels, have thus delivered unto us what was enjoined upon them; that Jesus took bread, and when He had given thanks, said, "This do ye in remembrance of Me, this is My body;" and that, after the same manner, having taken the cup and given thanks, He said, …
… hard-heartedness of the Jews moved Him to sorrowful indignation, that He said, "I am glad for your sakes, to the intent ye may believe," that when about to raise Lazarus He even shed tears, that He earnestly desired to eat the passover with His disciples, that as His passion drew near His soul was sorrowful, these emotions are certainly not …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Of this accordingly He quite speaks out to them afterwards, "Lacked ye anything, when I sent you naked and unshod?" He did not at once say, "Provide not," but when He had said, "Cleanse the lepers, cast out devils," then He said, "Provide nothing; freely ye have received, freely give;" by His way of ordering things consulting at once for …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Hail, Master; yet he was betraying his Master to death; he was not abashed at His warning, when He said, Judas, betrayest than the Son of Man with a kiss?
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
… explain why it is said in the Gospel by the Lord Himself to the disciples, "Behold, Satan hath desired to have you, that he may sift you as wheat;" and He says to Peter, "But I have prayed for thee, that thy faith fail not." And when they explain this to me, they explain to themselves at the same time …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)