Skip to the text

John · Patriarchal Text (Antoniades 1904/1912)

John 10 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 αμην αμην λεγω υμιν, ο μη εισερχομενος δια της θυρας εις την αυλην των προβατων, αλλα αναβαινων αλλαχοθεν, εκεινος κλεπτης εστιν και ληστης·
1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής·
2 ο δε εισερχομενος δια της θυρας ποιμην εστιν των προβατων.
2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων.
3 τουτω ο θυρωρος ανοιγει, και τα προβατα της φωνης αυτου ακουει, και τα ιδια προβατα καλει κατ ονομα και εξαγει αυτα.
3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά.
4 και οταν τα ιδια προβατα εκβαλη, εμπροσθεν αυτων πορευεται, και τα προβατα αυτω ακολουθει, οτι οιδασιν την φωνην αυτου·
4 καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ·
5 αλλοτριω δε ου μη ακολουθησωσιν, αλλα φευξονται απ αυτου, οτι ουκ οιδασιν των αλλοτριων την φωνην.
5 ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.
6 ταυτην την παροιμιαν ειπεν αυτοις ο ιησους· εκεινοι δε ουκ εγνωσαν τινα ην α ελαλει αυτοις.
6 Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς.
7 ειπεν ουν παλιν αυτοις ο ιησους· αμην αμην λεγω υμιν οτι εγω ειμι η θυρα των προβατων.
7 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
8 παντες οσοι ηλθον προ εμου, κλεπται εισιν και λησται· αλλ ουκ ηκουσαν αυτων τα προβατα.
8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα.
9 εγω ειμι η θυρα· δι εμου εαν τις εισελθη, σωθησεται, και εισελευσεται και εξελευσεται, και νομην ευρησει.
9 ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
10 ο κλεπτης ουκ ερχεται ει μη ινα κλεψη και θυση και απολεση· εγω ηλθον ινα ζωην εχωσιν και περισσον εχωσιν.
10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν.
11 εγω ειμι ο ποιμην ο καλος. ο ποιμην ο καλος την ψυχην αυτου τιθησιν υπερ των προβατων·
11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·
12 ο μισθωτος δε και ουκ ων ποιμην, ου ουκ εισιν τα προβατα ιδια, θεωρει τον λυκον ερχομενον και αφιησιν τα προβατα και φευγει· και ο λυκος αρπαζει αυτα και σκορπιζει τα προβατα.
12 ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα.
13 ο δε μισθωτος φευγει, οτι μισθωτος εστιν και ου μελει αυτω περι των προβατων.
13 ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.
14 εγω ειμι ο ποιμην ο καλος, και γινωσκω τα εμα και γινωσκομαι υπο των εμων,
14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν,
15 καθως γινωσκει με ο πατηρ καγω γινωσκω τον πατερα, και την ψυχην μου τιθημι υπερ των προβατων.
15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
16 και αλλα προβατα εχω, α ουκ εστιν εκ της αυλης ταυτης· κακεινα με δει αγαγειν, και της φωνης μου ακουσουσιν, και γενησεται μια ποιμνη, εις ποιμην.
16 καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
17 δια τουτο ο πατηρ με αγαπα, οτι εγω τιθημι την ψυχην μου, ινα παλιν λαβω αυτην.
17 διὰ τοῦτο ὁ πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν.
18 ουδεις αιρει αυτην απ εμου, αλλ εγω τιθημι αυτην απ εμαυτου· εξουσιαν εχω θειναι αυτην, και εξουσιαν εχω παλιν λαβειν αυτην· ταυτην την εντολην ελαβον παρα του πατρος μου.
18 οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
19 σχισμα ουν παλιν εγενετο εν τοις ιουδαιοις δια τους λογους τουτους.
19 Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους.
20 ελεγον δε πολλοι εξ αυτων· δαιμονιον εχει και μαινεται· τι αυτου ακουετε;
20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε;
21 αλλοι ελεγον· ταυτα τα ρηματα ουκ εστιν δαιμονιζομενου· μη δαιμονιον δυναται τυφλων οφθαλμους ανοιγειν;
21 ἄλλοι ἔλεγον· ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν;
22 εγενετο δε τα εγκαινια εν τοις ιεροσολυμοις, και χειμων ην·
22 Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις, καὶ χειμὼν ἦν·
23 και περιεπατει ο ιησους εν τω ιερω εν τη στοα του σολομωνος.
23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶνος.
24 εκυκλωσαν ουν αυτον οι ιουδαιοι και ελεγον αυτω· εως ποτε την ψυχην ημων αιρεις; ει συ ει ο χριστος, ειπε ημιν παρρησια.
24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.
25 απεκριθη αυτοις ο ιησους· ειπον υμιν, και ου πιστευετε· τα εργα α εγω ποιω εν τω ονοματι του πατρος μου, ταυτα μαρτυρει περι εμου·
25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·
26 αλλ υμεις ου πιστευετε· ου γαρ εστε εκ των προβατων των εμων, καθως ειπον υμιν.
26 ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν.
27 τα προβατα τα εμα της φωνης μου ακουει, καγω γινωσκω αυτα, και ακολουθουσιν μοι,
27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι,
28 καγω ζωην αιωνιον διδωμι αυτοις, και ου μη απολωνται εις τον αιωνα, και ουχ αρπασει τις αυτα εκ της χειρος μου.
28 κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου.
29 ο πατηρ μου, ος δεδωκεν μοι, μειζων παντων εστιν, και ουδεις δυναται αρπαζειν εκ της χειρος του πατρος μου.
29 ὁ πατήρ μου, ὃς δέδωκέ μοι, μείζων πάντων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου.
30 εγω και ο πατηρ εν εσμεν.
30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31 εβαστασαν ουν παλιν λιθους οι ιουδαιοι ινα λιθασωσιν αυτον.
31 Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν.
32 απεκριθη αυτοις ο ιησους· πολλα καλα εργα εδειξα υμιν εκ του πατρος μου· δια ποιον αυτων εργον λιθαζετε με;
32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με;
33 απεκριθησαν αυτω οι ιουδαιοι λεγοντες· περι καλου εργου ου λιθαζομεν σε, αλλα περι βλασφημιας, και οτι συ ανθρωπος ων ποιεις σεαυτον θεον.
33 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.
34 απεκριθη αυτοις ο ιησους· ουκ εστιν γεγραμμενον εν τω νομω υμων, εγω ειπα, θεοι εστε;
34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ἐγὼ εἶπα, θεοί ἐστε;
35 ει εκεινους ειπεν θεους, προς ους ο λογος του θεου εγενετο, και ου δυναται λυθηναι η γραφη,
35 εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή,
36 ον ο πατηρ ηγιασεν και απεστειλεν εις τον κοσμον, υμεις λεγετε οτι βλασφημεις, οτι ειπον, υιος του θεου ειμι;
36 ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον, υἱὸς τοῦ Θεοῦ εἰμι;
37 ει ου ποιω τα εργα του πατρος μου, μη πιστευετε μοι·
37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι·
38 ει δε ποιω, καν εμοι μη πιστευητε, τοις εργοις πιστευσατε, ινα γνωτε και πιστευσητε οτι εν εμοι ο πατηρ καγω εν αυτω.
38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν αὐτῷ.
39 εζητουν ουν παλιν πιασαι αυτον· και εξηλθεν εκ της χειρος αυτων.
39 Ἐζήτουν οὖν πάλιν πιάσαι αὐτόν· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40 και απηλθεν παλιν περαν του ιορδανου, εις τον τοπον οπου ην ιωαννης το πρωτον βαπτιζων, και εμεινεν εκει.
40 Καὶ ἀπῆλθε πάλιν πέραν τοῦ Ἰορδάνου, εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ.
41 και πολλοι ηλθον προς αυτον και ελεγον οτι ιωαννης μεν σημειον εποιησεν ουδεν, παντα δε οσα ειπεν ιωαννης περι τουτου, αληθη ην.
41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν.
42 και επιστευσαν πολλοι εκει εις αυτον.
42 καὶ ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν.
Cross references (41)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 7:15; John 10:8–10; 1 John 4:1; Romans 16:18; Hebrews 5:4
  2. 2 John 10:14; Acts 20:28; 1 Peter 5:4; Psalm 23:1; Isaiah 40:11
  3. 3 Ezekiel 34:11–16; 2 Timothy 2:19; John 10:4; John 10:16; Revelation 3:20
  4. 4 Deuteronomy 1:30; John 10:16; John 12:26; John 18:37; John 10:8
  5. 5 1 John 4:5–6; Colossians 2:6–10; Proverbs 19:27; Mark 4:24; 1 Peter 2:1–3
  6. 6 Isaiah 56:11; Psalm 82:5; Proverbs 28:5; John 16:25; Isaiah 6:9–10
  7. 7 John 14:6; Ephesians 2:18; John 10:1; John 10:9; Ezekiel 34:31
  8. 8 Ezekiel 34:2; Jeremiah 23:1; John 10:1; Ezekiel 22:25–28; Isaiah 56:10–12
  9. 9 John 14:6; Ephesians 2:18; John 10:7; John 10:1; Romans 5:1–2
  10. 10 Luke 19:10; John 6:51; John 12:47; John 3:17; John 6:33
  11. 11 Psalm 23:1; John 10:14–15; John 15:13; Revelation 7:17; Isaiah 40:11
  12. 12 2 Peter 2:3; Acts 20:29; Zechariah 11:16–17; Ezekiel 34:2–6; Matthew 10:16
  13. 13 Philippians 2:20; John 12:6; Acts 18:17
  14. 14 John 10:27; 2 Timothy 2:19; John 10:11; Ephesians 1:17; 1 John 5:20
  15. 15 Galatians 1:4; John 10:11; Matthew 11:27; 1 John 2:2; Isaiah 53:10
  16. 16 Isaiah 56:8; John 11:52; 1 Peter 2:25; Ezekiel 34:23; Ezekiel 37:24
  17. 17 John 10:18; John 10:15; John 10:11; Hebrews 2:9; John 15:9–10
  18. 18 Titus 2:14; Hebrews 2:9; John 10:17; John 2:19–21; Isaiah 53:10–12
  19. 19 John 9:16; 1 Corinthians 3:3; John 7:40–43; Acts 23:7–10; Acts 14:4
  20. 20 John 7:20; Mark 3:21; John 8:52; John 8:47–48; Matthew 9:34
  21. 21 Exodus 4:11; Isaiah 35:5–6; Psalm 94:9; Matthew 11:5; Exodus 8:19
  22. 23 Acts 5:12; Acts 3:11
  23. 24 John 1:19; Luke 22:67–70; John 8:53; John 8:25; Matthew 11:3
  24. 25 John 10:38; John 8:58; Hebrews 2:3; John 5:17–43; John 14:11
  25. 26 John 8:47; 2 Corinthians 4:3–4; John 12:37–40; John 6:65; John 10:27
  26. 27 John 10:16; John 10:14; Revelation 3:20; 1 Corinthians 8:3; John 10:3–4
  27. 28 John 6:39–40; John 6:37; John 3:15–16; Hebrews 7:25; John 18:9
  28. 29 John 6:37; John 17:2; John 17:9; John 14:28; John 17:6
  29. 30 John 1:1–2; John 14:9; John 17:21–23; John 5:23; John 8:58
  30. 31 John 5:18; John 8:59; 1 Samuel 30:6; John 11:8; Exodus 17:4
  31. 32 Acts 2:22; 1 John 3:12; Ecclesiastes 4:4; John 5:36; Psalm 109:4–5
  32. 33 John 5:18; John 10:30; Leviticus 24:16; Philippians 2:6; Psalm 82:6
  33. 34 Psalm 82:6–7; Exodus 7:1; Psalm 82:1; Exodus 4:16; Psalm 138:1
  34. 35 Matthew 24:35; Romans 13:1; Luke 16:17; Luke 24:44–46; Genesis 15:1
  35. 36 John 3:17; John 5:17–18; Jeremiah 1:5; John 6:27; John 10:30–33
  36. 37 John 15:24; John 10:25; John 10:32; John 5:31; Matthew 11:20–24
  37. 38 John 14:20; John 10:30; John 10:25; John 14:9–11; John 17:21–23
  38. 39 John 7:30; John 8:59; John 7:44; Luke 4:29–30; John 10:31
  39. 40 John 1:28; John 11:54; John 7:1; John 3:26
  40. 41 John 1:33–34; John 1:29–30; John 1:27; Matthew 14:2; Mark 1:37
  41. 42 John 4:41; John 12:42; John 2:23; John 11:45; John 8:30

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 10:14 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXXVIII)

    We have heard the Lord Jesus setting forth to us the office of a good shepherd. And herein He hath doubtless given us to know, as we may understand it, that there are good shepherds.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 10:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter X — 1-10)

    Our Lord's discourse to the Jews began in connection with the man who was born blind and was restored to sight. Your Charity therefore ought to know and be advised that today's lesson is interwoven with that one.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Commentary 10:14 John Chrysostom, Homilies on the Gospel of John (Homily LX)

    A great matter, beloved, a great matter it is to preside over a Church: a matter needing wisdom and courage as great as that of which Christ speaketh, that a man should lay down his life for the sheep, and never leave them deserted or naked; that he should stand against the wolf nobly.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Quotes verse 10:18 Augustine of Hippo, Confessions (Book X, Chapters XLI–XLIII)

    … loved us, for whom He, who thought it no robbery to be equal with Thee, "became obedient unto death, even the death of the cross;" He alone "free among the dead," that had power to lay down His life, and power to take it again; for us was He unto Thee both Victor and Victim, and the Victor as being …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 10:33 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXIX)

    And not here only, but also in another case again, when they were saying, "For a good work we stone thee not, but for blasphemy, and because that thou, being a man, makest thyself God," neither in that instance did He put down this opinion, but again confirmed it, saying, "If I do not the works of my Father, believe …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)