Skip to the text

John · Patriarchal Text (Antoniades 1904/1912)

John 9 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και παραγων ειδεν ανθρωπον τυφλον εκ γενετης.
1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
2 και ηρωτησαν αυτον οι μαθηται αυτου λεγοντες· ραββι, τις ημαρτεν, ουτος η οι γονεις αυτου, ινα τυφλος γεννηθη;
2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
3 απεκριθη ιησους· ουτε ουτος ημαρτεν ουτε οι γονεις αυτου, αλλ ινα φανερωθη τα εργα του θεου εν αυτω.
3 ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
4 εμε δει εργαζεσθαι τα εργα του πεμψαντος με εως ημερα εστιν· ερχεται νυξ οτε ουδεις δυναται εργαζεσθαι.
4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5 οταν εν τω κοσμω ω, φως ειμι του κοσμου.
5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
6 ταυτα ειπων επτυσεν χαμαι και εποιησεν πηλον εκ του πτυσματος, και επεχρισεν τον πηλον επι τους οφθαλμους του τυφλου
6 ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ
7 και ειπεν αυτω· υπαγε νιψαι εις την κολυμβηθραν του σιλωαμ, ο ερμηνευεται απεσταλμενος. απηλθεν ουν και ενιψατο, και ηλθεν βλεπων.
7 καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
8 οι ουν γειτονες και οι θεωρουντες αυτον το προτερον οτι τυφλος ην, ελεγον· ουχ ουτος εστιν ο καθημενος και προσαιτων;
8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
9 αλλοι ελεγον οτι ουτος εστιν· αλλοι δε οτι ομοιος αυτω εστιν. εκεινος ελεγεν οτι εγω ειμι.
9 ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
10 ελεγον ουν αυτω· πως ανεωχθησαν σου οι οφθαλμοι;
10 ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11 απεκριθη εκεινος και ειπεν· ανθρωπος λεγομενος ιησους πηλον εποιησεν και επεχρισεν μου τους οφθαλμους και ειπεν μοι· υπαγε εις την κολυμβηθραν του σιλωαμ και νιψαι· απελθων δε και νιψαμενος ανεβλεψα.
11 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα.
12 ειπον ουν αυτω· που εστιν εκεινος; λεγει· ουκ οιδα.
12 εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.
13 αγουσιν αυτον προς τους φαρισαιους, τον ποτε τυφλον.
13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
14 ην δε σαββατον οτε τον πηλον εποιησεν ο ιησους και ανεωξεν αυτου τους οφθαλμους.
14 ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
15 παλιν ουν ηρωτων αυτον και οι φαρισαιοι πως ανεβλεψεν. ο δε ειπεν αυτοις· πηλον επεθηκεν μου επι τους οφθαλμους, και ενιψαμην, και βλεπω.
15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
16 ελεγον ουν εκ των φαρισαιων τινες· ουτος ο ανθρωπος ουκ εστιν παρα του θεου, οτι το σαββατον ου τηρει. αλλοι ελεγον· πως δυναται ανθρωπος αμαρτωλος τοιαυτα σημεια ποιειν; και σχισμα ην εν αυτοις.
16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17 λεγουσιν τω τυφλω παλιν· συ τι λεγεις περι αυτου, οτι ηνοιξεν σου τους οφθαλμους; ο δε ειπεν οτι προφητης εστιν.
17 λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
18 ουκ επιστευσαν ουν οι ιουδαιοι περι αυτου οτι τυφλος ην και ανεβλεψεν, εως οτου εφωνησαν τους γονεις αυτου του αναβλεψαντος
18 οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
19 και ηρωτησαν αυτους λεγοντες· ουτος εστιν ο υιος υμων, ον υμεις λεγετε οτι τυφλος εγεννηθη; πως ουν αρτι βλεπει;
19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει;
20 απεκριθησαν δε αυτοις οι γονεις αυτου και ειπον· οιδαμεν οτι ουτος εστιν ο υιος ημων και οτι τυφλος εγεννηθη·
20 ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
21 πως δε νυν βλεπει ουκ οιδαμεν, η τις ηνοιξεν αυτου τους οφθαλμους ημεις ουκ οιδαμεν· αυτος ηλικιαν εχει, αυτον ερωτησατε, αυτος περι εαυτου λαλησει.
21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
22 ταυτα ειπον οι γονεις αυτου, οτι εφοβουντο τους ιουδαιους· ηδη γαρ συνετεθειντο οι ιουδαιοι ινα, εαν τις αυτον ομολογηση χριστον, αποσυναγωγος γενηται.
22 ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.
23 δια τουτο οι γονεις αυτου ειπον οτι ηλικιαν εχει, αυτον ερωτησατε.
23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.
24 εφωνησαν ουν εκ δευτερου τον ανθρωπον ος ην τυφλος, και ειπον αυτω· δος δοξαν τω θεω· ημεις οιδαμεν οτι ο ανθρωπος ουτος αμαρτωλος εστιν.
24 ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
25 απεκριθη ουν εκεινος και ειπεν· ει αμαρτωλος εστιν ουκ οιδα· εν οιδα, οτι τυφλος ων αρτι βλεπω.
25 ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
26 ειπον δε αυτω παλιν· τι εποιησεν σοι; πως ηνοιξεν σου τους οφθαλμους;
26 εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;
27 απεκριθη αυτοις· ειπον υμιν ηδη, και ουκ ηκουσατε· τι παλιν θελετε ακουειν; μη και υμεις θελετε αυτου μαθηται γενεσθαι;
27 ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
28 ελοιδορησαν αυτον και ειπον· συ ει μαθητης εκεινου· ημεις δε του μωυσεως εσμεν μαθηται.
28 ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
29 ημεις οιδαμεν οτι μωυσει λελαληκεν ο θεος· τουτον δε ουκ οιδαμεν ποθεν εστιν.
29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
30 απεκριθη ο ανθρωπος και ειπεν αυτοις· εν γαρ τουτω θαυμαστον εστιν, οτι υμεις ουκ οιδατε ποθεν εστιν, και ανεωξεν μου τους οφθαλμους.
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς.
31 οιδαμεν δε οτι αμαρτωλων ο θεος ουκ ακουει, αλλ εαν τις θεοσεβης η και το θελημα αυτου ποιη, τουτου ακουει.
31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
32 εκ του αιωνος ουκ ηκουσθη οτι ηνοιξεν τις οφθαλμους τυφλου γεγεννημενου.
32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
33 ει μη ην ουτος παρα θεου, ουκ ηδυνατο ποιειν ουδεν.
33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34 απεκριθησαν και ειπον αυτω· εν αμαρτιαις συ εγεννηθης ολος, και συ διδασκεις ημας; και εξεβαλον αυτον εξω.
34 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 ηκουσεν ο ιησους οτι εξεβαλον αυτον εξω, και ευρων αυτον ειπεν αυτω· συ πιστευεις εις τον υιον του θεου;
35 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ;
36 απεκριθη εκεινος και ειπεν· και τις εστιν, κυριε, ινα πιστευσω εις αυτον;
36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
37 ειπεν δε αυτω ο ιησους· και εωρακας αυτον και ο λαλων μετα σου εκεινος εστιν.
37 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
38 ο δε εφη· πιστευω, κυριε· και προσεκυνησεν αυτω.
38 ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.
39 και ειπεν ο ιησους· εις κριμα εγω εις τον κοσμον τουτον ηλθον, ινα οι μη βλεποντες βλεπωσιν και οι βλεποντες τυφλοι γενωνται.
39 καὶ εἶπεν ὁ Ἰησοῦς· εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
40 και ηκουσαν εκ των φαρισαιων ταυτα οι οντες μετ αυτου, και ειπον αυτω· μη και ημεις τυφλοι εσμεν;
40 καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾽ αὐτοῦ, καὶ εἶπον αὐτῷ· μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
41 ειπεν αυτοις ο ιησους· ει τυφλοι ητε, ουκ αν ειχετε αμαρτιαν· νυν δε λεγετε οτι βλεπομεν· η ουν αμαρτια υμων μενει.
41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· ἡ οὖν ἁμαρτία ὑμῶν μένει.
Cross references (36)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 2 Luke 13:2; John 9:34; Exodus 20:5; Acts 28:4
  2. 3 John 11:4; John 11:40; Ecclesiastes 9:1–2; Job 2:3–6; Job 42:7
  3. 4 John 12:35; Ephesians 5:16; John 4:34; Ecclesiastes 9:10; John 11:9–10
  4. 5 John 8:12; John 12:46; Acts 13:47; John 1:4–9; Revelation 21:23
  5. 6 Mark 8:23; Mark 7:33; Revelation 3:18
  6. 7 Isaiah 35:5; John 9:11; John 11:37; Isaiah 8:6; Acts 26:18
  7. 8 1 Samuel 2:8; Luke 18:35; 1 Samuel 21:11; Acts 3:2–11; Luke 16:20–22
  8. 10 Mark 4:27; Ecclesiastes 11:5; John 3:9; John 9:26; John 9:15
  9. 11 John 9:6–7; John 9:27
  10. 12 Exodus 2:18–20; John 5:11–13; John 7:11
  11. 13 John 12:42; John 8:3–8; John 11:46–47; John 11:57; John 12:19
  12. 14 John 5:9; Luke 13:10–17; Matthew 12:1–14; Luke 14:1; Mark 2:23–3:6
  13. 15 John 9:26–27; John 9:10–11
  14. 16 John 10:19; John 7:43; John 7:12; Matthew 12:2; John 3:2
  15. 17 John 4:19; John 6:14; Acts 3:22–26; Acts 10:38; Acts 2:22
  16. 18 Hebrews 3:15–19; John 12:37–40; Hebrews 4:11; John 1:19; Isaiah 26:11
  17. 19 Acts 4:14; John 9:8–9; Acts 3:10
  18. 22 John 7:13; John 16:2; Luke 6:22; Isaiah 57:11; John 12:42–43
  19. 23 John 9:21
  20. 24 John 9:16; Joshua 7:19; John 8:49; John 19:6; Psalm 50:14–15
  21. 25 1 John 5:10; John 9:30; John 5:11
  22. 27 Luke 22:67
  23. 28 Romans 2:17; 1 Corinthians 4:12; 1 Corinthians 6:10; John 7:19; Matthew 27:39
  24. 29 John 8:14; Numbers 12:2–7; Psalm 22:6; 2 Kings 9:11; Isaiah 53:2–3
  25. 30 Psalm 119:18; John 12:37; Isaiah 29:18; Isaiah 29:14; John 3:10
  26. 31 Proverbs 15:29; Isaiah 1:15; Proverbs 28:9; Micah 3:4; Proverbs 1:28–29
  27. 32 Isaiah 64:4; Job 20:4; Luke 1:70; Revelation 16:18
  28. 33 John 9:16; John 3:2; Acts 5:38–39
  29. 34 John 9:2; John 9:22; Isaiah 66:5; Job 25:4; Luke 18:17
  30. 35 John 20:31; Romans 10:20; 1 John 5:13; 1 John 4:15; John 10:36
  31. 36 Romans 10:14; Song of Songs 5:9; Proverbs 30:3–4; John 1:38; Matthew 11:3
  32. 37 John 4:26; Psalm 25:8–9; John 7:17; Psalm 25:14; John 14:21–23
  33. 38 Matthew 14:33; Matthew 28:9; John 20:28; Matthew 28:17; Luke 24:52
  34. 39 John 3:19; Acts 26:18; John 12:46; John 8:12; 1 John 2:11
  35. 40 Revelation 3:17; Matthew 15:12–14; John 9:34; Matthew 23:16–28; Romans 2:19–22
  36. 41 Isaiah 5:21; John 15:22–24; Luke 18:14; 1 John 1:8–10; Proverbs 26:12

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 9:4 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXXV)

    The Lord Jesus, as we heard when the Holy Gospel was being read, opened the eyes of a man who was born blind. Brethren, if we consider our hereditary punishment, the whole world is blind. And therefore came Christ the Enlightener, because the devil had been the Blinder.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary Augustine of Hippo, Tractates on the Gospel of John (Chapter IX)

    We have just read the long lesson of the man born blind, whom the Lord Jesus restored to the light; but were we to attempt handling the whole of it, and considering, according to our ability, each passage in a way proportionate to its worth, the day would be insufficient.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  3. Commentary 9:1 John Chrysostom, Homilies on the Gospel of John (Homily LVI)

    "And as Jesus passed by, He saw a man which was blind from his birth." Being full of love for man, and caring for our salvation, and desiring to stop the mouths of the foolish, He omitteth nothing of His own part, though there be none to give heed.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  4. Quotes verse 9:1 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XV)

    They also maintain that the Saviour exhibited an emblem of this mystery in the case of that man who was blind from his birth, since the Æon was in this manner produced by Monogenes blind, that is, in ignorance, thus falsely ascribing ignorance and blindness to the Word of God, who, according to their own theory, holds the second [place …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 9:7 Augustine of Hippo, On Christian Doctrine (Book II, Chapters 14–16)

    The pool of Siloam, for example, where the man whose eyes our Lord had anointed with clay made out of spittle was commanded to wash, has a figurative significance, and undoubtedly conveys a secret sense; but yet if the evangelist had not interpreted that name, a meaning so important would lie unnoticed.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)