Skip to the text

John · Patriarchal Text (Antoniades 1904/1912)

John 4 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
WEB World English Bible (Classic, with Deuterocanon)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ως ουν εγνω ο κυριος οτι ηκουσαν οι φαρισαιοι οτι ιησους πλειονας μαθητας ποιει και βαπτιζει η ιωαννης
1 Therefore when the Lord knew that the Pharisees had heard that Jesus was making and baptizing more disciples than John
1 Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης —
2 — καιτοιγε ιησους αυτος ουκ εβαπτιζεν, αλλ οι μαθηται αυτου—
2 (although Jesus himself didn’t baptize, but his disciples),
2 καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ —
3 αφηκεν την ιουδαιαν και απηλθεν εις την γαλιλαιαν.
3 he left Judea and departed into Galilee.
3 ἀφῆκε τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.
4 εδει δε αυτον διερχεσθαι δια της σαμαρειας.
4 He needed to pass through Samaria.
4 Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.
5 ερχεται ουν εις πολιν της σαμαρειας λεγομενην συχαρ, πλησιον του χωριου ο εδωκεν ιακωβ ιωσηφ τω υιω αυτου·
5 So he came to a city of Samaria called Sychar, near the parcel of ground that Jacob gave to his son Joseph.
5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·
6 ην δε εκει πηγη του ιακωβ. ο ουν ιησους κεκοπιακως εκ της οδοιποριας εκαθεζετο ουτως επι τη πηγη· ωρα ην ωσει εκτη.
6 Jacob’s well was there. Jesus therefore, being tired from his journey, sat down by the well. It was about the sixth hour.
6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη.
7 ερχεται γυνη εκ της σαμαρειας αντλησαι υδωρ. λεγει αυτη ο ιησους· δος μοι πιειν.
7 A woman of Samaria came to draw water. Jesus said to her, “Give me a drink.”
7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν.
8 οι γαρ μαθηται αυτου απεληλυθεισαν εις την πολιν ινα τροφας αγορασωσιν.
8 For his disciples had gone away into the city to buy food.
8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι.
9 λεγει ουν αυτω η γυνη η σαμαρειτις· πως συ ιουδαιος ων παρ εμου πιειν αιτεις, ουσης γυναικος σαμαρειτιδος; ου γαρ συγχρωνται ιουδαιοι σαμαρειταις.
9 The Samaritan woman therefore said to him, “How is it that you, being a Jew, ask for a drink from me, a Samaritan woman?” (For Jews have no dealings with Samaritans.)
9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
10 απεκριθη ιησους και ειπεν αυτη· ει ηδεις την δωρεαν του θεου, και τις εστιν ο λεγων σοι, δος μοι πιειν, συ αν ητησας αυτον, και εδωκεν αν σοι υδωρ ζων.
10 Jesus answered her, “If you knew the gift of God, and who it is who says to you, ‘Give me a drink,’ you would have asked him, and he would have given you living water.”
10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
11 λεγει αυτω η γυνη· κυριε, ουτε αντλημα εχεις, και το φρεαρ εστιν βαθυ· ποθεν ουν εχεις το υδωρ το ζων;
11 The woman said to him, “Sir, you have nothing to draw with, and the well is deep. So where do you get that living water?
11 λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
12 μη συ μειζων ει του πατρος ημων ιακωβ, ος εδωκεν ημιν το φρεαρ, και αυτος εξ αυτου επιεν και οι υιοι αυτου και τα θρεμματα αυτου;
12 Are you greater than our father Jacob, who gave us the well and drank from it himself, as did his children and his livestock?”
12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
13 απεκριθη ιησους και ειπεν αυτη· πας ο πινων εκ του υδατος τουτου διψησει παλιν·
13 Jesus answered her, “Everyone who drinks of this water will thirst again,
13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
14 ος δ αν πιη εκ του υδατος ου εγω δωσω αυτω, ου μη διψηση εις τον αιωνα, αλλα το υδωρ ο δωσω αυτω, γενησεται εν αυτω πηγη υδατος αλλομενου εις ζωην αιωνιον.
14 but whoever drinks of the water that I will give him will never thirst again; but the water that I will give him will become in him a well of water springing up to eternal life.”
14 ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
15 λεγει προς αυτον η γυνη· κυριε, δος μοι τουτο το υδωρ, ινα μη διψω μηδε ερχωμαι ενθαδε αντλειν.
15 The woman said to him, “Sir, give me this water, so that I don’t get thirsty, neither come all the way here to draw.”
15 λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.
16 λεγει αυτη ο ιησους· υπαγε φωνησον τον ανδρα σου και ελθε ενθαδε.
16 Jesus said to her, “Go, call your husband, and come here.”
16 λέγει αὐτῇ ὁ Ἰησοῦς· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.
17 απεκριθη η γυνη και ειπεν· ουκ εχω ανδρα. λεγει αυτη ο ιησους· καλως ειπας οτι ανδρα ουκ εχω·
17 The woman answered, “I have no husband.” Jesus said to her, “You said well, ‘I have no husband,’
17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω·
18 πεντε γαρ ανδρας εσχες, και νυν ον εχεις ουκ εστιν σου ανηρ· τουτο αληθες ειρηκας.
18 for you have had five husbands; and he whom you now have is not your husband. This you have said truly.”
18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
19 λεγει αυτω η γυνη· κυριε, θεωρω οτι προφητης ει συ.
19 The woman said to him, “Sir, I perceive that you are a prophet.
19 λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
20 οι πατερες υμων εν τω ορει τουτω προσεκυνησαν· και υμεις λεγετε οτι εν ιεροσολυμοις εστιν ο τοπος οπου δει προσκυνειν.
20 Our fathers worshiped in this mountain, and you Jews say that in Jerusalem is the place where people ought to worship.”
20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν.
21 λεγει αυτη ο ιησους· γυναι, πιστευσον μοι οτι ερχεται ωρα οτε ουτε εν τω ορει τουτω ουτε εν ιεροσολυμοις προσκυνησετε τω πατρι.
21 Jesus said to her, “Woman, believe me, the hour is coming when neither in this mountain nor in Jerusalem will you worship the Father.
21 λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί.
22 υμεις προσκυνειτε ο ουκ οιδατε, ημεις προσκυνουμεν ο οιδαμεν· οτι η σωτηρια εκ των ιουδαιων εστιν.
22 You worship that which you don’t know. We worship that which we know; for salvation is from the Jews.
22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
23 αλλ ερχεται ωρα, και νυν εστιν, οτε οι αληθινοι προσκυνηται προσκυνησουσιν τω πατρι εν πνευματι και αληθεια· και γαρ ο πατηρ τοιουτους ζητει τους προσκυνουντας αυτον.
23 But the hour comes, and now is, when the true worshipers will worship the Father in spirit and truth, for the Father seeks such to be his worshipers.
23 ἀλλ᾽ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
24 πνευμα ο θεος, και τους προσκυνουντας αυτον εν πνευματι και αληθεια δει προσκυνειν.
24 God is spirit, and those who worship him must worship in spirit and truth.”
24 πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
25 λεγει αυτω η γυνη· οιδα οτι μεσσιας ερχεται ο λεγομενος χριστος· οταν ελθη εκεινος, αναγγελει ημιν παντα.
25 The woman said to him, “I know that Messiah is coming, he who is called Christ. When he has come, he will declare to us all things.”
25 λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.
26 λεγει αυτη ο ιησους· εγω ειμι ο λαλων σοι.
26 Jesus said to her, “I am he, the one who speaks to you.”
26 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ λαλῶν σοι.
27 και επι τουτω ηλθον οι μαθηται αυτου, και εθαυμασαν οτι μετα γυναικος ελαλει· ουδεις μεντοι ειπεν, τι ζητεις η τι λαλεις μετ αυτης;
27 Just then, his disciples came. They marveled that he was speaking with a woman; yet no one said, “What are you looking for?” or, “Why do you speak with her?”
27 καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ᾽ αὐτῆς;
28 αφηκεν ουν την υδριαν αυτης η γυνη και απηλθεν εις την πολιν, και λεγει τοις ανθρωποις·
28 So the woman left her water pot, went away into the city, and said to the people,
28 Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις·
29 δευτε ιδετε ανθρωπον ος ειπεν μοι παντα οσα εποιησα· μητι ουτος εστιν ο χριστος;
29 “Come, see a man who told me everything that I have done. Can this be the Christ?”
29 δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;
30 εξηλθον [ουν] εκ της πολεως και ηρχοντο προς αυτον.
30 They went out of the city, and were coming to him.
30 ἐξῆλθον [οὖν] ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
31 εν δε τω μεταξυ ηρωτων αυτον οι μαθηται λεγοντες· ραββι, φαγε.
31 In the meanwhile, the disciples urged him, saying, “Rabbi, eat.”
31 Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ῥαββί, φάγε.
32 ο δε ειπεν αυτοις· εγω βρωσιν εχω φαγειν, ην υμεις ουκ οιδατε.
32 But he said to them, “I have food to eat that you don’t know about.”
32 ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.
33 ελεγον ουν οι μαθηται προς αλληλους· μη τις ηνεγκεν αυτω φαγειν;
33 The disciples therefore said to one another, “Has anyone brought him something to eat?”
33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;
34 λεγει αυτοις ο ιησους· εμον βρωμα εστιν ινα ποιω το θελημα του πεμψαντος με και τελειωσω αυτου το εργον.
34 Jesus said to them, “My food is to do the will of him who sent me and to accomplish his work.
34 λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
35 ουχ υμεις λεγετε οτι ετι τετραμηνος εστιν και ο θερισμος ερχεται; ιδου λεγω υμιν, επαρατε τους οφθαλμους υμων και θεασασθε τας χωρας, οτι λευκαι εισιν προς θερισμον ηδη.
35 Don’t you say, ‘There are yet four months until the harvest’? Behold, I tell you, lift up your eyes and look at the fields, that they are white for harvest already.
35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.
36 και ο θεριζων μισθον λαμβανει και συναγει καρπον εις ζωην αιωνιον, ινα και ο σπειρων ομου χαιρη και ο θεριζων.
36 He who reaps receives wages and gathers fruit to eternal life, that both he who sows and he who reaps may rejoice together.
36 καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
37 εν γαρ τουτω ο λογος εστιν ο αληθινος, οτι αλλος εστιν ο σπειρων και αλλος ο θεριζων.
37 For in this the saying is true, ‘One sows, and another reaps.’
37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
38 εγω απεστειλα υμας θεριζειν ο ουχ υμεις κεκοπιακατε· αλλοι κεκοπιακασιν, και υμεις εις τον κοπον αυτων εισεληλυθατε.
38 I sent you to reap that for which you haven’t labored. Others have labored, and you have entered into their labor.”
38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
39 εκ δε της πολεως εκεινης πολλοι επιστευσαν εις αυτον των σαμαρειτων δια τον λογον της γυναικος, μαρτυρουσης οτι ειπεν μοι παντα οσα εποιησα.
39 From that city many of the Samaritans believed in him because of the word of the woman, who testified, “He told me everything that I have done.”
39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα.
40 ως ουν ηλθον προς αυτον οι σαμαρειται, ηρωτων αυτον μειναι παρ αυτοις· και εμεινεν εκει δυο ημερας.
40 So when the Samaritans came to him, they begged him to stay with them. He stayed there two days.
40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
41 και πολλω πλειους επιστευσαν δια τον λογον αυτου,
41 Many more believed because of his word.
41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,
42 τη τε γυναικι ελεγον οτι ουκετι δια την σην λαλιαν πιστευομεν· αυτοι γαρ ακηκοαμεν, και οιδαμεν οτι ουτος εστιν αληθως ο σωτηρ του κοσμου ο χριστος.
42 They said to the woman, “Now we believe, not because of your speaking; for we have heard for ourselves, and know that this is indeed the Christ, the Savior of the world.”
42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.
43 μετα δε τας δυο ημερας εξηλθεν εκειθεν και απηλθεν εις την γαλιλαιαν.
43 After the two days he went out from there and went into Galilee.
43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.
44 αυτος γαρ ο ιησους εμαρτυρησεν οτι προφητης εν τη ιδια πατριδι τιμην ουκ εχει.
44 For Jesus himself testified that a prophet has no honor in his own country.
44 αὐτὸς γὰρ ὁ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.
45 οτε ουν ηλθεν εις την γαλιλαιαν, εδεξαντο αυτον οι γαλιλαιοι, παντα εωρακοτες α εποιησεν εν ιεροσολυμοις εν τη εορτη· και αυτοι γαρ ηλθον εις την εορτην.
45 So when he came into Galilee, the Galileans received him, having seen all the things that he did in Jerusalem at the feast, for they also went to the feast.
45 ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ἃ ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
46 ηλθεν ουν παλιν ο ιησους εις την κανα της γαλιλαιας, οπου εποιησεν το υδωρ οινον. και ην τις βασιλικος, ου ο υιος ησθενει εν καπερναουμ·
46 Jesus came therefore again to Cana of Galilee, where he made the water into wine. There was a certain nobleman whose son was sick at Capernaum.
46 Ἦλθεν οὖν πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ·
47 ουτος ακουσας οτι ιησους ηκει εκ της ιουδαιας εις την γαλιλαιαν, απηλθεν προς αυτον και ηρωτα αυτον ινα καταβη και ιασηται αυτου τον υιον· ημελλεν γαρ αποθνησκειν.
47 When he heard that Jesus had come out of Judea into Galilee, he went to him and begged him that he would come down and heal his son, for he was at the point of death.
47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν.
48 ειπεν ουν ο ιησους προς αυτον· εαν μη σημεια και τερατα ιδητε, ου μη πιστευσητε.
48 Jesus therefore said to him, “Unless you people see signs and wonders, you will in no way believe.”
48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.
49 λεγει προς αυτον ο βασιλικος· κυριε, καταβηθι πριν αποθανειν το παιδιον μου.
49 The nobleman said to him, “Sir, come down before my child dies.”
49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.
50 λεγει αυτω ο ιησους· πορευου· ο υιος σου ζη. και επιστευσεν ο ανθρωπος τω λογω ω ειπεν αυτω ο ιησους, και επορευετο.
50 Jesus said to him, “Go your way. Your son lives.” The man believed the word that Jesus spoke to him, and he went his way.
50 λέγει αὐτῷ ὁ Ἰησοῦς· πορεύου· ὁ υἱός σου ζῇ. καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο.
51 ηδη δε αυτου καταβαινοντος οι δουλοι αυτου απηντησαν αυτω και απηγγειλαν λεγοντες οτι ο παις σου ζη.
51 As he was going down, his servants met him and reported, saying “Your child lives!”
51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς σου ζῇ.
52 επυθετο ουν παρ αυτων την ωραν εν η κομψοτερον εσχεν. και ειπον αυτω οτι χθες ωραν εβδομην αφηκεν αυτον ο πυρετος.
52 So he inquired of them the hour when he began to get better. They said therefore to him, “Yesterday at the seventh hour, the fever left him.”
52 ἐπύθετο οὖν παρ᾽ αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε. καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.
53 εγνω ουν ο πατηρ οτι εν εκεινη τη ωρα εν η ειπεν αυτω ο ιησους οτι ο υιος σου ζη· και επιστευσεν αυτος και η οικια αυτου ολη.
53 So the father knew that it was at that hour in which Jesus said to him, “Your son lives.” He believed, as did his whole house.
53 ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
54 τουτο παλιν δευτερον σημειον εποιησεν ο ιησους ελθων εκ της ιουδαιας εις την γαλιλαιαν.
54 This is again the second sign that Jesus did, having come out of Judea into Galilee.
54 Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

Places

  • Cana

    Today: Northern Israel (Galilee)

    Cana's exact site is debated — Kafr Kanna and Khirbet Qana near Nazareth are the leading candidates (approximate location). It is remembered as the place of Jesus' first miracle.

    Cited in the guide: John 2:1-11; John 4:46

  • Shechem

    Today: West Bank (near Nablus)

    Shechem lay between Mount Gerizim and Mount Ebal. Abram built an altar here, Joshua gathered Israel for covenant renewal, and Jacob's well stands nearby.

    Cited in the guide: Genesis 12:6; Joshua 24:1; John 4:5

Cross references (52)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 3:26; John 3:22; 2 Corinthians 4:5; Luke 1:76; 1 Corinthians 15:47
  2. 2 1 Corinthians 1:13–17; Acts 10:48
  3. 3 Matthew 10:23; John 11:54; John 3:22; John 10:40; John 2:11
  4. 4 Luke 17:11; Luke 9:51–52; Matthew 10:5–6; Luke 2:49
  5. 5 Joshua 24:32; Genesis 33:19; Genesis 48:22; John 4:12
  6. 6 Hebrews 4:15; Hebrews 2:17; Matthew 8:24; Matthew 4:2; Matthew 27:45
  7. 7 Matthew 10:42; 1 Kings 17:10; John 19:28; Genesis 24:43; 2 Samuel 23:15–17
  8. 8 John 6:5–7; Luke 9:13; John 4:39; John 4:5
  9. 9 Acts 10:28; 2 Kings 17:24–41; Matthew 10:5; John 8:48; Luke 17:16–19
  10. 10 John 4:14; Revelation 7:17; John 7:37–39; Isaiah 44:3; Revelation 21:6
  11. 11 1 Corinthians 2:14; John 3:4
  12. 12 John 8:53; Matthew 12:42; Hebrews 3:3; Isaiah 53:2–3; John 4:6
  13. 13 John 6:27; Isaiah 65:13–14; Luke 16:24
  14. 14 John 7:38–39; John 6:35; Isaiah 49:10; Revelation 7:16; Ephesians 1:13–14
  15. 15 John 6:34; Romans 8:5; Psalm 4:6; James 4:3; John 6:26
  16. 16 Hebrews 4:13; Revelation 2:23; John 21:17; John 2:24–25; John 4:18
  17. 18 Jeremiah 3:20; Romans 7:3; 1 Corinthians 7:10–11; Mark 10:12; Genesis 34:7–8
  18. 19 John 6:14; Luke 7:39; John 9:17; Luke 7:16; John 7:40
  19. 20 Deuteronomy 12:5–11; Genesis 33:18–20; 2 Chronicles 7:12; Genesis 12:6–7; Deuteronomy 11:29
  20. 21 1 Timothy 2:8; Ephesians 2:18; Malachi 1:11; Matthew 18:20; John 4:23
  21. 22 Acts 17:23; Romans 9:4–5; Isaiah 2:3; Luke 24:47; Acts 17:30
  22. 23 Philippians 3:3; Matthew 15:7–9; John 5:25; Galatians 4:6; Romans 8:26
  23. 24 2 Corinthians 3:17; Matthew 15:8–9; Philippians 3:3; Psalm 51:17; Isaiah 57:15
  24. 25 John 1:49; Daniel 9:24–26; John 4:29; John 4:42; Matthew 1:16
  25. 26 John 8:24; Mark 14:61–62; John 9:35–37; Romans 10:20–21; Matthew 26:63–64
  26. 27 Luke 7:39; John 4:8–9
  27. 28 John 4:7; Luke 24:33; Matthew 28:8; Luke 24:9; Mark 16:8–10
  28. 29 Revelation 22:17; 1 Corinthians 14:24–25; John 1:41–49; John 4:25; John 4:17–18
  29. 30 Acts 10:33; Acts 13:42; Matthew 11:20–24; Matthew 2:1–3; Luke 17:16–18
  30. 31 John 1:38; Genesis 24:33
  31. 32 Job 23:12; Psalm 119:103; John 4:34; Proverbs 18:20; Jeremiah 15:16
  32. 33 Luke 9:45; Matthew 16:6–11
  33. 34 John 6:38; John 5:30; Job 23:12; John 17:4; John 19:30
  34. 35 Luke 10:2–3; Matthew 9:37–38
  35. 36 James 5:19–20; 1 Corinthians 3:5–9; Romans 1:13; Proverbs 11:30; 2 Timothy 4:7–8
  36. 37 Micah 6:15; Job 31:8; Judges 6:3; Luke 19:21
  37. 38 John 1:7; Acts 10:42–43; 2 Chronicles 36:15; 1 Peter 1:11–12; Acts 8:14–17
  38. 39 John 4:29; John 4:5; John 10:41–42; John 11:45; John 4:42
  39. 40 Revelation 3:20; Luke 24:29; 2 Corinthians 6:1–2; Acts 16:15; Luke 8:38
  40. 41 Acts 1:8; 1 Corinthians 2:4–5; Acts 8:25; Acts 8:12; Matthew 7:28–29
  41. 42 1 John 4:14; John 1:29; 1 Timothy 4:10; 1 John 5:20; 2 Corinthians 5:19
  42. 43 Mark 7:27–28; Matthew 15:21–24; Matthew 4:13; John 4:40; Romans 15:8
  43. 44 Matthew 13:57; Luke 4:24; Mark 6:4
  44. 45 John 2:23; John 2:13–16; Deuteronomy 16:16; Luke 9:53; John 3:2
  45. 46 John 2:1–11; Psalm 50:15; Hosea 5:15; Matthew 9:18; Luke 8:42
  46. 47 Acts 9:38; John 11:32; Luke 7:6–8; Mark 10:47; Luke 8:41
  47. 48 John 20:29; 1 Corinthians 1:22; Hebrews 2:4; Daniel 4:2; John 12:37
  48. 49 Mark 5:23; Mark 5:35–36; Psalm 88:10–12; Psalm 40:17
  49. 50 Matthew 8:13; Romans 4:20–21; Mark 7:29–30; Luke 17:14; Acts 14:9–10
  50. 51 1 Kings 17:23
  51. 53 Psalm 107:20; Luke 19:9; Psalm 33:9; Acts 16:34; Acts 11:14
  52. 54 John 2:1–11; John 4:45

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 4:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter IV — 1-42)

    It is nothing new to your ears, beloved, that the Evangelist John, like an eagle, takes a loftier flight, and soars above the dark mist of earth, to gaze with steadier eyes upon the light of truth.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Commentary 4:13 John Chrysostom, Homilies on the Gospel of John (Homily XXXII)

    Scripture calls the grace of the Spirit sometimes "Fire," sometimes "Water," showing that these names are not descriptive of its essence, but of its operation; for the Spirit, being Invisible and Simple, cannot be made up of different substances. Now the one John declares, speaking thus, "He shall baptize you with the Holy Ghost, and with Fire" ( Matt. iii.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  3. Quotes verse 4:50 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XXI)

    Then, again, withdrawing Himself [from Judæa], He is found in Samaria; on which occasion, too, He conversed with the Samaritan woman, and while at a distance, cured the son of the centurion by a word, saying, "Go thy way, thy son liveth." Afterwards He went up, the second time, to observe the festival day of the passover in Jerusalem; on …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 4:14 Augustine of Hippo, Confessions (Book VI)

    … out more frequent prayers and tears, that Thou wouldest hasten Thy aid, and enlighten my darkness; and she hurried all the more assiduously to the church, and hung upon the words of Ambrose, praying for the fountain of water that springeth up into everlasting life. For she loved that man as an angel of God, because she knew that it …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 4:49 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXVI)

    He, for example, who is set down in John, is for dragging Him unto his house, and saith, "Come down, for my child is ready to die." But not so this man; rather he is far superior both to him, and to those who let down the bed through the roof.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)