Skip to the text

Luke · Patriarchal Text (Antoniades 1904/1912)

Luke 11 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και εγενετο εν τω ειναι αυτον εν τοπω τινι προσευχομενον, ως επαυσατο, ειπεν τις των μαθητων αυτου προς αυτον· κυριε, διδαξον ημας προσευχεσθαι, καθως και ιωαννης εδιδαξεν τους μαθητας αυτου.
1 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ.
2 ειπεν δε αυτοις· οταν προσευχησθε, λεγετε· πατερ ημων ο εν τοις ουρανοις· αγιασθητω το ονομα σου· ελθετω η βασιλεια σου· γενηθητω το θελημα σου, ως εν ουρανω, και επι της γης·
2 εἶπε δὲ αὐτοῖς· ὅταν προσεύχησθε, λέγετε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς·
3 τον αρτον ημων τον επιουσιον διδου ημιν το καθ ημεραν·
3 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν·
4◆ και αφες ημιν τας αμαρτιας ημων· και γαρ αυτοι αφιεμεν παντι τω οφειλοντι ημιν· και μη εισενεγκης ημας εις πειρασμον, αλλα ρυσαι ημας απο του πονηρου.
4 καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν· καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ τῷ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
5 και ειπεν προς αυτους· τις εξ υμων εξει φιλον, και πορευσεται προς αυτον μεσονυκτιου και ερει αυτω· φιλε, χρησον μοι τρεις αρτους,
5 Καὶ εἶπε πρὸς αὐτούς· τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ ἐρεῖ αὐτῷ· φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,
6 επειδη φιλος μου παρεγενετο εξ οδου προς με και ουκ εχω ο παραθησω αυτω·
6 ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·
7 κακεινος εσωθεν αποκριθεις ειπη· μη μοι κοπους παρεχε· ηδη η θυρα κεκλεισται και τα παιδια μου μετ εμου εις την κοιτην εισιν· ου δυναμαι αναστας δουναι σοι;
7 κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι;
8 λεγω υμιν, ει και ου δωσει αυτω αναστας δια το ειναι αυτου φιλον, δια γε την αναιδειαν αυτου εγερθεις δωσει αυτω οσων χρηζει.
8 λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι αὐτοῦ φίλον, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.
9 καγω υμιν λεγω, αιτειτε, και δοθησεται υμιν, ζητειτε, και ευρησετε, κρουετε, και ανοιγησεται υμιν·
9 κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν·
10 πας γαρ ο αιτων λαμβανει και ο ζητων ευρισκει και τω κρουοντι ανοιχθησεται.
10 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιχθήσεται.
11 τινα δε εξ υμων τον πατερα αιτησει ο υιος αρτον, μη λιθον επιδωσει αυτω; η και ιχθυν, μη αντι ιχθυος οφιν επιδωσει αυτω;
11 τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ;
12 η και εαν αιτηση ωον, μη επιδωσει αυτω σκορπιον;
12 ἢ καὶ ἐὰν αἰτήσῃ ᾠόν, μὴ ἐπιδώσει αὐτῷ σκορπίον;
13 ει ουν υμεις, υπαρχοντες πονηροι, οιδατε δοματα αγαθα διδοναι τοις τεκνοις υμων, ποσω μαλλον ο πατηρ ο εξ ουρανου δωσει πνευμα αγαθον τοις αιτουσιν αυτον;
13 εἰ οὖν ὑμεῖς, ὑπάρχοντες πονηροί, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἀγαθὸν τοῖς αἰτοῦσιν αὐτόν;
14 και ην εκβαλλων δαιμονιον, και αυτο ην κωφον· εγενετο δε του δαιμονιου εξελθοντος ελαλησεν ο κωφος, και εθαυμαζον οι οχλοι·
14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμαζον οἱ ὄχλοι·
15 τινες δε εξ αυτων ειπον· εν βεελζεβουλ τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια.
15 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
16 ετεροι δε πειραζοντες σημειον παρ αυτου εζητουν εξ ουρανου.
16 ἕτεροι δὲ πειράζοντες σημεῖον παρ᾽ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.
17 αυτος δε ειδως αυτων τα διανοηματα ειπεν αυτοις· πασα βασιλεια εφ εαυτην διαμερισθεισα, ερημουται, και οικος επι οικον, πιπτει.
17 αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα, ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον, πίπτει.
18 ει δε και ο σατανας εφ εαυτον διεμερισθη, πως σταθησεται η βασιλεια αυτου, οτι λεγετε εν βεελζεβουλ με εκβαλλειν τα δαιμονια;
18 εἰ δὲ καὶ ὁ σατανᾶς ἐφ᾽ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ, ὅτι λέγετε ἐν Βεελζεβούλ με ἐκβάλλειν τὰ δαιμόνια;
19 ει δε εγω εν βεελζεβουλ εκβαλλω τα δαιμονια, οι υιοι υμων εν τινι εκβαλουσιν; δια τουτο αυτοι κριται υμων εσονται.
19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται.
20 ει δε εν δακτυλω θεου εκβαλλω τα δαιμονια, αρα εφθασεν εφ υμας η βασιλεια του θεου.
20 εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
21 οταν ο ισχυρος καθωπλισμενος φυλασση την εαυτου αυλην, εν ειρηνη εστιν τα υπαρχοντα αυτου·
21 ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ·
22 επαν δε ο ισχυροτερος αυτου επελθων νικηση αυτον, την πανοπλιαν αυτου αιρει, εφ η επεποιθει, και τα σκυλα αυτου διαδιδωσιν.
22 ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει, ἐφ᾽ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.
23 ο μη ων μετ εμου κατ εμου εστιν, και ο μη συναγων μετ εμου σκορπιζει.
23 ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.
24 οταν το ακαθαρτον πνευμα εξελθη απο του ανθρωπου, διερχεται δι ανυδρων τοπων ζητουν αναπαυσιν, και μη ευρισκον λεγει· υποστρεψω εις τον οικον μου οθεν εξηλθον·
24 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον λέγει· ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον·
25 και ελθον ευρισκει σεσαρωμενον και κεκοσμημενον.
25 καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον.
26 τοτε πορευεται και παραλαμβανει επτα ετερα πνευματα πονηροτερα εαυτου, και εισελθοντα κατοικει εκει, και γινεται τα εσχατα του ανθρωπου εκεινου χειρονα των πρωτων.
26 τότε πορεύεται καὶ παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
27 εγενετο δε εν τω λεγειν αυτον ταυτα επαρασα τις γυνη φωνην εκ του οχλου ειπεν αυτω· μακαρια η κοιλια η βαστασασα σε και μαστοι ους εθηλασας.
27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας.
28 αυτος δε ειπεν· μενουνγε μακαριοι οι ακουοντες τον λογον του θεου και φυλασσοντες αυτον.
28 αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
29 των δε οχλων επαθροιζομενων ηρξατο λεγειν· η γενεα αυτη γενεα πονηρα εστιν· σημειον ζητει, και σημειον ου δοθησεται αυτη ει μη το σημειον ιωνα του προφητου.
29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστι· σημεῖον ζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
30 καθως γαρ εγενετο ιωνας σημειον τοις νινευιταις, ουτως εσται και ο υιος του ανθρωπου τη γενεα ταυτη σημειον.
30 καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευΐταις, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ σημεῖον.
31 βασιλισσα νοτου εγερθησεται εν τη κρισει μετα των ανδρων της γενεας ταυτης και κατακρινει αυτους, οτι ηλθεν εκ των περατων της γης ακουσαι την σοφιαν σολομωντος, και ιδου πλειον σολομωντος ωδε.
31 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε.
32 ανδρες νινευι αναστησονται εν τη κρισει μετα της γενεας ταυτης και κατακρινουσιν αυτην, οτι μετενοησαν εις το κηρυγμα ιωνα, και ιδου πλειον ιωνα ωδε.
32 ἄνδρες Νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
33 ουδεις δε λυχνον αψας εις κρυπτην τιθησιν ουδε υπο τον μοδιον, αλλ επι την λυχνιαν, ινα οι εισπορευομενοι το φεγγος βλεπωσιν.
33 Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρυπτὴν τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φέγγος βλέπωσιν.
34 ο λυχνος του σωματος εστιν ο οφθαλμος· οταν ουν ο οφθαλμος σου απλους η, και ολον το σωμα σου φωτεινον εστιν· επαν δε πονηρος η, και το σωμα σου σκοτεινον.
34 ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ὅταν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.
35 σκοπει ουν μη το φως το εν σοι σκοτος εστιν.
35 σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.
36 ει ουν το σωμα σου ολον φωτεινον, μη εχον τι μερος σκοτεινον, εσται φωτεινον ολον ως οταν ο λυχνος τη αστραπη φωτιζη σε.
36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέρος σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
37 εν δε τω λαλησαι αυτον ταυτα ηρωτα αυτον φαρισαιος τις οπως αριστηση παρ αυτω· εισελθων δε ανεπεσεν.
37 Ἐν δὲ τῷ λαλῆσαι αὐτὸν ταῦτα ἠρώτα αὐτὸν Φαρισαῖός τις ὅπως ἀριστήσῃ παρ᾽ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν.
38 ο δε φαρισαιος ιδων εθαυμασεν οτι ου πρωτον εβαπτισθη προ του αριστου.
38 ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.
39 ειπεν δε ο κυριος προς αυτον· νυν υμεις οι φαρισαιοι το εξωθεν του ποτηριου και του πινακος καθαριζετε, το δε εσωθεν υμων γεμει αρπαγης και πονηριας.
39 εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν· νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.
40 αφρονες! ουχ ο ποιησας το εξωθεν και το εσωθεν εποιησεν;
40 ἄφρονες! οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησε;
41 πλην τα ενοντα δοτε ελεημοσυνην, και ιδου απαντα καθαρα υμιν εσται.
41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ ἅπαντα καθαρὰ ὑμῖν ἔσται.
42 αλλ ουαι υμιν τοις φαρισαιοις, οτι αποδεκατουτε το ηδυοσμον και το πηγανον και παν λαχανον, και παρερχεσθε την κρισιν και την αγαπην του θεου· ταυτα δε εδει ποιησαι, κακεινα μη αφιεναι.
42 ἀλλ᾽ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.
43 ουαι υμιν τοις φαρισαιοις, οτι αγαπατε την πρωτοκαθεδριαν εν ταις συναγωγαις και τους ασπασμους εν ταις αγοραις.
43 οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.
44 ουαι υμιν, γραμματεις και φαρισαιοι υποκριται, οτι εστε ως τα μνημεια τα αδηλα, και οι ανθρωποι περιπατουντες επανω ουκ οιδασιν.
44 οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
45 αποκριθεις δε τις των νομικων λεγει αυτω· διδασκαλε, ταυτα λεγων και ημας υβριζεις.
45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.
46 ο δε ειπεν· και υμιν τοις νομικοις ουαι, οτι φορτιζετε τους ανθρωπους φορτια δυσβαστακτα, και αυτοι ενι των δακτυλων υμων ου προσψαυετε τοις φορτιοις.
46 ὁ δὲ εἶπε· καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.
47 ουαι υμιν, οτι οικοδομειτε τα μνημεια των προφητων, οι δε πατερες υμων απεκτειναν αυτους.
47 οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.
48 αρα μαρτυρειτε και συνευδοκειτε τοις εργοις των πατερων υμων, οτι αυτοι μεν απεκτειναν αυτους, υμεις δε οικοδομειτε αυτων τα μνημεια.
48 ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα.
49 δια τουτο και η σοφια του θεου ειπεν· αποστελω εις αυτους προφητας και αποστολους, και εξ αυτων αποκτενουσιν και εκδιωξουσιν,
49 διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν· ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν,
50 ινα εκζητηθη το αιμα παντων των προφητων το εκχυνομενον απο καταβολης κοσμου απο της γενεας ταυτης,
50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,
51 απο του αιματος αβελ εως του αιματος ζαχαριου του απολομενου μεταξυ του θυσιαστηριου και του οικου· ναι, λεγω υμιν, εκζητηθησεται απο της γενεας ταυτης.
51 ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.
52 ουαι υμιν τοις νομικοις, οτι ηρατε την κλειδα της γνωσεως· αυτοι ουκ εισηλθετε, και τους εισερχομενους εκωλυσατε.
52 οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
53 λεγοντος δε αυτου προς αυτους ταυτα ηρξαντο οι γραμματεις και οι φαρισαιοι δεινως ενεχειν και αποστοματιζειν αυτον περι πλειονων,
53 λέγοντος δὲ αὐτοῦ πρὸς αὐτοὺς ταῦτα ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων,
54 ενεδρευοντες αυτον, ζητουντες θηρευσαι τι εκ του στοματος αυτου, ινα κατηγορησωσιν αυτου.
54 ἐνεδρεύοντες αὐτόν, ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Zechariah

    Murdered between the temple and the altar

    Named by Jesus as the last of the righteous whose blood was shed, 'son of Berechiah', whom they killed between the temple and the altar. Matthew 23:35 calls him 'son of…

    Cited in the guide: Matthew 23:35; Luke 11:51

Cross references (53)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Psalm 19:14; Romans 8:26–27; Luke 22:39–45; Jude 20; Luke 6:12
  2. 2 Matthew 6:6–15; Ecclesiastes 5:2; Psalm 72:18–19; Revelation 15:4; Psalm 11:4
  3. 3 Matthew 6:11; Matthew 6:34; Proverbs 30:8; Exodus 16:15–22; Isaiah 33:16
  4. 4 Matthew 6:12–15; Matthew 26:41; Isaiah 43:25–26; Colossians 3:13; Matthew 18:35
  5. 5 Luke 18:1–8
  6. 7 Luke 13:25; Luke 7:6; Galatians 6:17; Matthew 25:10
  7. 8 Genesis 32:26; Colossians 4:12; Romans 15:30; Luke 18:1–8; Matthew 15:22–28
  8. 9 Mark 11:24; John 16:23–24; Matthew 21:22; John 15:16; John 15:7
  9. 10 James 4:3; Lamentations 3:18; Lamentations 3:54–58; Jonah 2:2–8; Psalm 31:22
  10. 11 Matthew 7:9; Isaiah 49:15
  11. 12 Ezekiel 2:6; Revelation 9:10; Luke 10:19
  12. 13 Matthew 7:11; Isaiah 44:3–4; Romans 8:32; John 4:10; Proverbs 1:23
  13. 14 Matthew 9:32–34; Matthew 12:22–24; Mark 7:32–37
  14. 15 Matthew 9:34; John 10:20; John 8:48; John 7:20; Matthew 10:25
  15. 16 1 Corinthians 1:22; Matthew 16:1–4; John 6:30; Mark 8:11–12; Matthew 12:38–39
  16. 17 Mark 3:23–27; Matthew 12:25–29; Isaiah 19:2–3; John 2:25; Isaiah 9:20–21
  17. 18 Matthew 12:26; Matthew 12:31–34; Luke 11:15; Matthew 4:10; James 3:5–8
  18. 19 Luke 9:49; Job 15:6; Luke 11:31–32; Romans 3:19; Matthew 12:27–28
  19. 20 Exodus 8:19; Matthew 12:28; Luke 10:9; Matthew 3:2; Luke 10:11
  20. 21 Mark 3:27; Matthew 12:29
  21. 22 Isaiah 49:24–25; Isaiah 53:12; Genesis 3:15; 1 John 3:8; 1 John 4:4
  22. 23 Matthew 12:30; Luke 9:50; Revelation 3:15–16; Mark 9:40
  23. 24 Matthew 12:43–45; 1 Peter 5:8; Job 2:2; Psalm 63:1; Mark 5:10
  24. 25 Jude 8–13; 2 Thessalonians 2:9–12; 2 Peter 2:10–19; Matthew 12:44–45; Psalm 36:3
  25. 26 2 Peter 2:20–22; John 5:14; Zephaniah 1:6; Matthew 12:45; Hebrews 6:4–8
  26. 27 Luke 23:29; Luke 1:42; Luke 1:48; Luke 1:28
  27. 28 Luke 6:47–48; Luke 8:21; Psalm 112:1; James 1:21–25; John 13:17
  28. 29 Luke 11:16; Mark 8:11–12; Matthew 12:38–42; 1 Corinthians 1:22; Luke 12:1
  29. 30 Matthew 12:40–42; Jonah 3:2–10; Luke 24:46–47; Jonah 1:17; Jonah 2:10
  30. 31 2 Chronicles 9:1; 1 Kings 10:1–13; Romans 2:27; Jeremiah 3:11; Luke 3:22
  31. 32 Jonah 3:5–4:4; Luke 11:31; Jonah 4:9; Jonah 1:2–3; Hebrews 7:26
  32. 33 Luke 8:16–17; Mark 4:21–22; Matthew 5:15–16; John 12:46; Philippians 2:15–16
  33. 34 Matthew 6:22–23; Acts 26:18; Jeremiah 5:21; Romans 11:8–10; Psalm 119:18
  34. 35 Proverbs 16:25; 2 Peter 1:9; James 3:13–17; 1 Corinthians 1:19–21; Revelation 3:17
  35. 36 Proverbs 20:27; Proverbs 6:23; Proverbs 4:18–19; 2 Corinthians 4:6; 2 Peter 3:18
  36. 37 Luke 7:36; 1 Corinthians 9:19–23; Luke 14:1
  37. 38 Matthew 15:2–3; John 3:25; Mark 7:2–5
  38. 39 Titus 1:15; Luke 16:15; Genesis 6:5; Matthew 7:15; Proverbs 30:12
  39. 40 Luke 12:20; 1 Corinthians 15:36; Matthew 23:26; Matthew 23:17; Proverbs 1:22
  40. 41 Luke 12:33; James 1:27; Titus 1:15; Acts 10:15; Luke 16:9
  41. 42 Matthew 23:23; Proverbs 21:3; Luke 18:12; 1 John 4:20; Deuteronomy 10:12–13
  42. 43 Luke 20:46; Mark 12:38–39; Matthew 23:6–7; Luke 14:7–11; Proverbs 16:18
  43. 44 Matthew 23:27–28; Acts 23:3; Psalm 5:9; Numbers 19:16; Hosea 9:8
  44. 45 Matthew 22:35; John 9:40; 1 Kings 22:8; Jeremiah 20:8; Luke 11:46
  45. 46 Matthew 23:2–4; Isaiah 10:1; Luke 11:52; Galatians 6:13; Luke 11:45
  46. 47 Acts 7:51; 1 Thessalonians 2:15; Matthew 23:29–33
  47. 48 James 5:10; 2 Chronicles 36:16; Matthew 23:31; Matthew 21:35–38; Acts 7:51–52
  48. 49 1 Corinthians 1:30; Colossians 2:3; Ephesians 4:11; 1 Corinthians 1:24; Acts 8:3
  49. 50 Genesis 9:5–6; 2 Kings 24:4; Revelation 18:20–24; Numbers 35:33; Isaiah 26:21
  50. 51 2 Chronicles 24:20–22; Matthew 23:35; Hebrews 11:4; Genesis 4:8–11; Zechariah 1:1
  51. 52 Matthew 23:13; Malachi 2:7; Acts 4:17–18; Luke 11:45–46; John 9:24–34
  52. 53 Jeremiah 20:10; Luke 20:20; Luke 20:27; Jeremiah 18:18; 1 Corinthians 13:5
  53. 54 Mark 12:13; Matthew 22:35; Matthew 22:15; Psalm 37:32–33; Luke 20:20

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

Why does my Bible say something different?

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 11:5 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LV)

    We have heard our Lord, the Heavenly Master, and most faithful Counsellor exhorting us, who at once exhorteth us to ask, and giveth when we ask. We have heard Him in the Gospel exhorting us to ask instantly, and to knock even after the likeness of intrusive importunity.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Quotes verse 11:50 Irenaeus of Lyons, Against Heresies (Book V, Preface)

    Verily I say unto you, All these things shall come upon this generation." He thus points out the recapitulation that should take place in his own person of the effusion of blood from the beginning, of all the righteous men and of the prophets, and that by means of Himself there should be a requisition of their blood.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 11:12 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XI)

    Or if he ask an egg, will he offer him a scorpion? If ye then," saith He, "though ye be evil, know how to give good gifts unto your children, how much more shall your Father which is in heaven give good things to them that ask Him?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  4. Quotes verse 11:17 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily I)

    Whereas, if they were in discord, neither could this have been pointed out, and the doctrine itself had long since been brought to nought: "for every kingdom," saith He, "divided against itself shall not stand." But now even in this shines forth the might of the Spirit, namely, in that it prevailed on these men, engaged as they were in …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 11:13 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XVII)

    And that this grace is from the Father, He thus states, How much more shall your heavenly Father give the Holy Spirit to them that ask him.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)