Skip to the text

Luke · Patriarchal Text (Antoniades 1904/1912)

Luke 12 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 εν οις επισυναχθεισων των μυριαδων του οχλου ως καταπατειν αλληλους, ηρξατο λεγειν προς τους μαθητας αυτου πρωτον· προσεχετε εαυτοις απο της ζυμης των φαρισαιων, ητις εστιν υποκρισις.
1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
2 ουδεν δε συγκεκαλυμμενον εστιν ο ουκ αποκαλυφθησεται, και κρυπτον ο ου γνωσθησεται·
2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται·
3 ανθ ων οσα εν τη σκοτια ειπατε, εν τω φωτι ακουσθησεται, και ο προς το ους ελαλησατε εν τοις ταμειοις, κηρυχθησεται επι των δωματων.
3 ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
4 λεγω δε υμιν τοις φιλοις μου· μη φοβηθητε απο των αποκτεννοντων το σωμα, και μετα ταυτα μη εχοντων περισσοτερον τι ποιησαι.
4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
5 υποδειξω δε υμιν τινα φοβηθητε· φοβηθητε τον μετα το αποκτειναι εχοντα εξουσιαν εμβαλειν εις την γεενναν· ναι, λεγω υμιν, τουτον φοβηθητε.
5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
6 ουχι πεντε στρουθια πωλειται ασσαριων δυο; και εν εξ αυτων ουκ εστιν επιλελησμενον ενωπιον του θεου·
6 οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ·
7 αλλα και αι τριχες της κεφαλης υμων πασαι ηριθμηνται. μη ουν φοβεισθε· πολλων στρουθιων διαφερετε.
7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
8 λεγω δε υμιν· πας ος αν ομολογηση εν εμοι εμπροσθεν των ανθρωπων, και ο υιος του ανθρωπου ομολογησει εν αυτω εμπροσθεν των αγγελων του θεου·
8 Λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ·
9 ο δε αρνησαμενος με ενωπιον των ανθρωπων απαρνηθησεται ενωπιον των αγγελων του θεου.
9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ.
10 και πας ος ερει λογον εις τον υιον του ανθρωπου, αφεθησεται αυτω· τω δε εις το αγιον πνευμα βλασφημησαντι ουκ αφεθησεται.
10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
11 οταν δε προσφερωσιν υμας επι τας συναγωγας και τας αρχας και τας εξουσιας, μη μεριμνατε πως η τι απολογησησθε, η τι ειπητε·
11 ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε·
12 το γαρ αγιον πνευμα διδαξει υμας εν αυτη τη ωρα α δει ειπειν.
12 τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
13 ειπεν δε τις αυτω εκ του οχλου· διδασκαλε, ειπε τω αδελφω μου μερισασθαι την κληρονομιαν μετ εμου.
13 Εἶπε δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου· διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι τὴν κληρονομίαν μετ᾽ ἐμοῦ.
14 ο δε ειπεν αυτω· ανθρωπε, τις με κατεστησεν δικαστην η μεριστην εφ υμας;
14 ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπε, τίς με κατέστησε δικαστὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς;
15 ειπεν δε προς αυτους· ορατε και φυλασσεσθε απο πασης πλεονεξιας· οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτου εστιν εκ των υπαρχοντων αυτου.
15 εἶπε δὲ πρὸς αὐτούς· ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας· ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ.
16 ειπεν δε παραβολην προς αυτους λεγων· ανθρωπου τινος πλουσιου ευφορησεν η χωρα·
16 Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·
17 και διελογιζετο εν εαυτω λεγων· τι ποιησω, οτι ουκ εχω που συναξω τους καρπους μου;
17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
18 και ειπεν· τουτο ποιησω· καθελω μου τας αποθηκας και μειζονας οικοδομησω, και συναξω εκει παντα τα γενηματα μου και τα αγαθα μου,
18 καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου,
19 και ερω τη ψυχη μου· ψυχη, εχεις πολλα αγαθα κειμενα εις ετη πολλα· αναπαυου, φαγε, πιε, ευφραινου.
19 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
20 ειπεν δε αυτω ο θεος· αφρον, ταυτη τη νυκτι την ψυχην σου απαιτουσιν απο σου· α δε ητοιμασας τινι εσται;
20 εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται;
21 ουτως ο θησαυριζων εαυτω, και μη εις θεον πλουτων.
21 οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.
22 ειπεν δε προς τους μαθητας αυτου· δια τουτο λεγω υμιν, μη μεριμνατε τη ψυχη υμων τι φαγητε, μηδε τω σωματι υμων τι ενδυσησθε.
22 Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε.
23 ουχι η ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος;
23 οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
24 κατανοησατε τους κορακας, οτι ου σπειρουσιν ουδε θεριζουσιν, οις ουκ εστιν ταμειον ουδε αποθηκη, και ο θεος τρεφει αυτους· ποσω μαλλον υμεις διαφερετε των πετεινων;
24 κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ Θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;
25 τις δε εξ υμων μεριμνων δυναται προσθειναι επι την ηλικιαν αυτου πηχυν ενα;
25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
26 ει ουν ουτε ελαχιστον δυνασθε, τι περι των λοιπων μεριμνατε;
26 εἰ οὖν οὔτε ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
27 κατανοησατε τα κρινα πως αυξανει· ου κοπια ουδε νηθει· λεγω δε υμιν, ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων.
27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
28 ει δε τον χορτον του αγρου, σημερον οντα και αυριον εις κλιβανον βαλλομενον, ο θεος ουτως αμφιεννυσιν, ποσω μαλλον υμας, ολιγοπιστοι;
28 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
29 και υμεις μη ζητειτε τι φαγητε και τι πιητε, και μη μετεωριζεσθε·
29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε·
30 ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητει· υμων δε ο πατηρ οιδεν οτι χρηζετε τουτων·
30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων·
31 πλην ζητειτε την βασιλειαν του θεου, και ταυτα [παντα] προστεθησεται υμιν.
31 πλὴν ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα [πάντα] προστεθήσεται ὑμῖν.
32 μη φοβου το μικρον ποιμνιον· οτι ευδοκησεν ο πατηρ υμων δουναι υμιν την βασιλειαν.
32 Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
33 πωλησατε τα υπαρχοντα υμων και δοτε ελεημοσυνην. ποιησατε εαυτοις βαλλαντια μη παλαιουμενα, θησαυρον ανεκλειπτον εν τοις ουρανοις, οπου κλεπτης ουκ εγγιζει ουδε σης διαφθειρει·
33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει·
34 οπου γαρ εστιν ο θησαυρος υμων, εκει και η καρδια υμων εσται.
34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
35 εστωσαν υμων αι οσφυες περιεζωσμεναι και οι λυχνοι καιομενοι·
35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι·
36 και υμεις ομοιοι ανθρωποις προσδεχομενοις τον κυριον εαυτων, ποτε αναλυσει εκ των γαμων, ινα ελθοντος και κρουσαντος ευθεως ανοιξωσιν αυτω.
36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.
37 μακαριοι οι δουλοι εκεινοι, ους ελθων ο κυριος ευρησει γρηγορουντας. αμην λεγω υμιν οτι περιζωσεται και ανακλινει αυτους, και παρελθων διακονησει αυτοις.
37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.
38 και εαν ελθη εν τη δευτερα φυλακη και εν τη τριτη φυλακη ελθη και ευρη ουτως, μακαριοι εισιν οι δουλοι εκεινοι.
38 καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι.
39 τουτο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια ωρα ο κλεπτης ερχεται, εγρηγορησεν αν και ουκ αν αφηκεν διορυγηναι τον οικον αυτου.
39 τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ.
40 και υμεις ουν γινεσθε ετοιμοι· οτι η ωρα ου δοκειτε ο υιος του ανθρωπου ερχεται.
40 καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
41 ειπεν δε αυτω ο πετρος· κυριε, προς ημας την παραβολην ταυτην λεγεις η και προς παντας;
41 εἶπε δὲ αὐτῷ ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας;
42 ειπεν δε ο κυριος· τις αρα εστιν ο πιστος οικονομος και φρονιμος, ον καταστησει ο κυριος επι της θεραπειας αυτου του διδοναι εν καιρω το σιτομετριον;
42 εἶπε δὲ ὁ Κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον;
43 μακαριος ο δουλος εκεινος, ον ελθων ο κυριος αυτου ευρησει ουτως ποιουντα.
43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα.
44 αληθως λεγω υμιν οτι επι πασιν τοις υπαρχουσιν αυτου καταστησει αυτον.
44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
45 εαν δε ειπη ο δουλος εκεινος εν τη καρδια αυτου, χρονιζει ο κυριος μου ερχεσθαι, και αρξηται τυπτειν τους παιδας και τας παιδισκας, εσθιειν τε και πινειν και μεθυσκεσθαι,
45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
46 ηξει ο κυριος του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει, και διχοτομησει αυτον, και το μερος αυτου μετα των απιστων θησει.
46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
47 εκεινος δε ο δουλος, ο γνους το θελημα του κυριου εαυτου και μη ετοιμασας μηδε ποιησας προς το θελημα αυτου, δαρησεται πολλας·
47 ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς·
48 ο δε μη γνους, ποιησας δε αξια πληγων, δαρησεται ολιγας. παντι δε ω εδοθη πολυ, πολυ ζητηθησεται παρ αυτου, και ω παρεθεντο πολυ, περισσοτερον αιτησουσιν αυτον.
48 ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
49 πυρ ηλθον βαλειν επι την γην, και τι θελω ει ηδη ανηφθη!
49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη!
50 βαπτισμα δε εχω βαπτισθηναι, και πως συνεχομαι εως ου τελεσθη!
50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ!
51 δοκειτε οτι ειρηνην παρεγενομην δουναι εν τη γη; ουχι, λεγω υμιν, αλλ η διαμερισμον.
51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν.
52 εσονται γαρ απο του νυν πεντε εν οικω ενι διαμεμερισμενοι, τρεις επι δυσιν και δυο επι τρισιν·
52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί·
53 διαμερισθησονται πατηρ επι υιω και υιος επι πατρι, μητηρ επι θυγατρι και θυγατηρ επι μητρι, πενθερα επι την νυμφην αυτης και νυμφη επι την πενθεραν αυτης.
53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατρὶ καὶ θυγάτηρ ἐπὶ μητρί, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς.
54 ελεγεν δε και τοις οχλοις· οταν ιδητε την νεφελην ανατελλουσαν απο δυσμων, ευθεως λεγετε, ομβρος ερχεται, και γινεται ουτως·
54 Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις· ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτω·
55 και οταν νοτον πνεοντα, λεγετε οτι καυσων εσται, και γινεται.
55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι καύσων ἔσται, καὶ γίνεται.
56 υποκριται, το προσωπον του ουρανου και της γης οιδατε δοκιμαζειν, τον δε καιρον τουτον πως ου δοκιμαζετε;
56 ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε;
57 τι δε και αφ εαυτων ου κρινετε το δικαιον;
57 τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
58 ως γαρ υπαγεις μετα του αντιδικου σου επ αρχοντα, εν τη οδω δος εργασιαν απηλλαχθαι απ αυτου, μηποτε κατασυρη σε προς τον κριτην, και ο κριτης σε παραδω τω πρακτορι, και ο πρακτωρ σε βαλει εις φυλακην.
58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
59 λεγω σοι, ου μη εξελθης εκειθεν εως ου και το εσχατον λεπτον αποδως.
59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.
Cross references (58)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Corinthians 5:7–8; 1 Peter 2:1; James 3:17; Matthew 16:6–12; Mark 8:15–21
  2. 2 Mark 4:22; 2 Corinthians 5:10; Luke 8:17; Ecclesiastes 12:14; Matthew 10:26–33
  3. 3 Matthew 10:27; Ecclesiastes 10:20; Matthew 12:36; Ecclesiastes 10:12–13; Job 24:14–15
  4. 4 Matthew 10:28; Jeremiah 1:8; Revelation 2:10; Philippians 1:28; 1 Peter 3:14
  5. 5 2 Peter 2:4; Matthew 10:28; Revelation 14:7; Psalm 9:17; Hebrews 10:31
  6. 6 Luke 12:24; Psalm 147:9; Psalm 145:15–16; Matthew 10:29; Psalm 113:5–6
  7. 7 Matthew 10:30–31; Matthew 6:26; Isaiah 43:3–4; 2 Samuel 14:11; Luke 21:18
  8. 8 Matthew 10:32–33; 1 John 2:23; Romans 10:9–10; 2 Timothy 2:12; Luke 15:10
  9. 9 2 Timothy 2:12; Mark 8:38; Matthew 10:33; Luke 9:26; Matthew 7:23
  10. 10 Matthew 12:31–32; 1 John 5:16; 1 Timothy 1:13; Mark 3:28–30; Hebrews 6:4–8
  11. 11 Matthew 10:17–20; Acts 4:5–7; Luke 12:22; Luke 21:12–14; Matthew 23:34
  12. 12 Luke 21:15; Matthew 10:20; Acts 4:8; Acts 6:10; Exodus 4:11
  13. 13 1 Timothy 6:5; Luke 6:45; Ezekiel 33:31; Acts 8:18–19; Psalm 17:14
  14. 14 Romans 9:20; Romans 2:3; John 6:15; Exodus 2:14; Romans 2:1
  15. 15 Hebrews 13:5; 1 Timothy 6:6–10; Psalm 119:36–37; Proverbs 16:16; Proverbs 15:16
  16. 16 Genesis 26:12–14; Genesis 41:47–49; Hosea 2:8; Psalm 73:12; Matthew 5:45
  17. 17 Matthew 5:42; Isaiah 58:7; Romans 12:13; 2 Corinthians 9:6–15; Acts 16:30
  18. 18 James 3:15; James 4:15; Luke 18:6; Luke 12:21; Psalm 17:14
  19. 19 Proverbs 27:1; James 4:13–15; Matthew 6:19–21; 1 Corinthians 15:32; Philippians 3:19
  20. 20 Job 27:8; Jeremiah 17:11; 1 Timothy 6:7; Psalm 39:6; James 4:14
  21. 21 Matthew 6:19–20; Luke 12:33; James 2:5; James 5:1–3; 1 Timothy 6:18–19
  22. 22 Matthew 6:25–34; Philippians 4:6; Hebrews 13:5; 1 Corinthians 7:32; Luke 12:29
  23. 23 Job 2:6; Proverbs 13:8; Job 2:4; Acts 27:18–19; Job 1:12
  24. 24 Luke 12:7; Matthew 10:31; Psalm 147:9; Job 38:41; Psalm 145:15–16
  25. 25 Matthew 6:27; Matthew 5:36
  26. 26 1 Peter 5:7; Psalm 39:6; Ecclesiastes 7:13
  27. 27 Matthew 6:28–30; Luke 12:24; 1 Kings 10:1–13; 2 Chronicles 9:1–12; James 1:10–11
  28. 28 Isaiah 40:6; Matthew 14:31; Matthew 6:30; 1 Peter 1:24; Matthew 17:20
  29. 29 Luke 12:22; Matthew 6:31; Luke 22:35; Luke 10:7–8
  30. 30 Matthew 6:32; Matthew 6:8; Ephesians 4:17; Luke 12:32; 1 Peter 4:2–4
  31. 31 Matthew 6:33; Hebrews 13:5; Psalm 34:9; 1 Kings 3:11–13; John 6:27
  32. 32 Hebrews 12:28; 1 Peter 1:3–5; Revelation 1:6; Philippians 2:13; Luke 10:21
  33. 33 Matthew 19:21; Acts 2:45; Luke 18:22; Acts 4:34–35; Matthew 6:19–21
  34. 34 Matthew 6:21; Colossians 3:1–3; Philippians 3:20
  35. 35 1 Peter 1:13; Ephesians 6:14; Matthew 25:4–10; Matthew 25:1; Matthew 5:16
  36. 36 Jude 20–21; James 5:7–8; Revelation 3:20; Lamentations 3:25–26; Isaiah 64:4
  37. 37 2 Peter 3:14; Matthew 24:42; John 13:4–5; Matthew 24:45–47; 1 Corinthians 2:9
  38. 38 1 Thessalonians 5:4–5; Matthew 25:6
  39. 39 Revelation 3:3; 2 Peter 3:10; Revelation 16:15; Matthew 24:43–44; 1 Thessalonians 5:2–3
  40. 40 1 Thessalonians 5:6; Matthew 25:13; Romans 13:11; Matthew 24:44; Revelation 19:7
  41. 41 Mark 13:37; 1 Peter 4:7; Mark 14:37
  42. 42 Matthew 24:45–46; Hebrews 13:17; 1 Corinthians 4:1–2; 1 Peter 4:10; 1 Peter 5:1–4
  43. 44 Luke 22:29–30; Matthew 24:47; Luke 19:17–19; Daniel 12:2–3; Revelation 3:18
  44. 45 Matthew 24:48–50; Revelation 18:7–8; Ezekiel 34:8; Jeremiah 20:2; Ezekiel 12:22
  45. 46 Revelation 16:15; Luke 12:40; Matthew 24:51; Psalm 11:5; Psalm 37:9
  46. 47 James 4:17; John 9:41; John 15:22–24; John 12:48; Deuteronomy 25:2–3
  47. 48 James 3:1; Leviticus 5:17; Luke 16:10–12; Matthew 25:14–29; Matthew 13:12
  48. 49 Malachi 4:1; Matthew 3:10–12; Malachi 3:2–3; Luke 12:51–52; Joel 2:30–31
  49. 50 John 12:27–28; John 19:30; John 4:34; John 7:6–8; Mark 10:32–38
  50. 51 Matthew 10:34–36; Luke 12:49; Matthew 24:7–10; Zechariah 11:10–11; Zechariah 11:14
  51. 52 John 15:18–21; Acts 14:1–4; Micah 7:5–6; John 16:2; Acts 28:24
  52. 53 Micah 7:6; Matthew 10:21–22; Matthew 24:10; Zechariah 13:2–6
  53. 54 Matthew 16:2–4; 1 Kings 18:44–45
  54. 55 Matthew 20:12; Job 37:17
  55. 56 Matthew 16:3; Matthew 24:32–33; Matthew 11:25; 1 Chronicles 12:32; Luke 19:42–44
  56. 57 John 7:24; Deuteronomy 32:29; 1 Corinthians 11:14; Acts 13:26–38; Acts 2:40
  57. 58 Matthew 5:23–26; Luke 13:24–28; Job 23:7; Isaiah 55:6; Proverbs 25:8–9
  58. 59 Mark 12:42; Matthew 18:34; Matthew 25:46; Matthew 25:41; 2 Thessalonians 1:3

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 12:15 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LVII)

    I doubt not but that ye who fear God, do hear His word with awe, and execute it with cheerfulness; that what He hath promised, ye may at present hope for, hereafter receive. We have just now heard the Lord Christ Jesus, the Son of God, giving us a precept.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Quotes verse 12:50 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters XX–XXI)

    And to this He refers when He says, "And I have another baptism to be baptized with, and I hasten eagerly towards it." Moreover, they affirm that the Lord added this redemption to the sons of Zebedee, when their mother asked that they might sit, the one on His right hand, and the other on His left, in His kingdom, …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 12:4 Augustine of Hippo, The City of God (Chapters 11–13)

    If this be so, then that is false which Christ says, "Be not afraid of them that kill the body, and after that have no more that they can do;" for it seems they can do great injury to the dead body.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Quotes verse 12:47 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXVI)

    "For mighty" men (it is said) "shall be mightily tormented:" and "He that knew his Lord's will, and doeth it not, shall be beaten with many stripes." So that more knowledge is a ground of more punishment.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 12:28 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VI)

    And he who says again that the Father is one, and the maker of the world another, opposes the Son when He says, If then God so clothes the grass of the field which to-day is, and to-morrow is cast into the furnace of fire; and, Who maketh His sun to rise on the evil and on the good, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)