Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 21 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και οτε ηγγισαν εις ιεροσολυμα και ηλθον εις βηθσφαγη προς το ορος των ελαιων, τοτε ο ιησους απεστειλεν δυο μαθητας
1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθσφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς
2 λεγων αυτοις· πορευθητε εις την κωμην την απεναντι υμων, και ευθεως ευρησετε ονον δεδεμενην και πωλον μετ αυτης· λυσαντες αγαγετε μοι.
2 λέγων αὐτοῖς· πορεύθητε εἰς τὴν κώμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.
3 και εαν τις υμιν ειπη τι, ερειτε οτι ο κυριος αυτων χρειαν εχει· ευθεως δε αποστελλει αυτους.
3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστέλλει αὐτούς.
4 τουτο δε ολον γεγονεν ινα πληρωθη το ρηθεν δια του προφητου λεγοντος·
4 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·
5 ειπατε τη θυγατρι σιων, ιδου ο βασιλευς σου ερχεται σοι πραυς και επιβεβηκως επι ονον και πωλον υιον υποζυγιου.
5 εἴπατε τῇ θυγατρὶ Σιών, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.
6 πορευθεντες δε οι μαθηται και ποιησαντες καθως προσεταξεν αυτοις ο ιησους,
6 πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς,
7 ηγαγον την ονον και τον πωλον, και επεθηκαν επανω αυτων τα ιματια αυτων, και επεκαθισεν επανω αυτων.
7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
8 ο δε πλειστος οχλος εστρωσαν εαυτων τα ιματια εν τη οδω, αλλοι δε εκοπτον κλαδους απο των δενδρων και εστρωννυον εν τη οδω.
8 ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
9 οι δε οχλοι οι προαγοντες και οι ακολουθουντες εκραζον λεγοντες· ωσαννα τω υιω δαυιδ· ευλογημενος ο ερχομενος εν ονοματι κυριου· ωσαννα εν τοις υψιστοις.
9 οἱ δὲ ὄχλοι οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννὰ τῷ υἱῷ Δαυΐδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
10 και εισελθοντος αυτου εις ιεροσολυμα εσεισθη πασα η πολις λεγουσα· τις εστιν ουτος;
10 καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος;
11 οι δε οχλοι ελεγον· ουτος εστιν ιησους ο προφητης ο απο ναζαρετ της γαλιλαιας.
11 οἱ δὲ ὄχλοι ἔλεγον· οὗτός ἔστιν Ἰησοῦς ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.
12 και εισηλθεν ο ιησους εις το ιερον του θεου, και εξεβαλεν παντας τους πωλουντας και αγοραζοντας εν τω ιερω, και τας τραπεζας των κολλυβιστων κατεστρεψεν και τας καθεδρας των πωλουντων τας περιστερας,
12 Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς,
13 και λεγει αυτοις· γεγραπται, ο οικος μου οικος προσευχης κληθησεται· υμεις δε αυτον εποιησατε σπηλαιον ληστων.
13 καὶ λέγει αὐτοῖς· γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
14 και προσηλθον αυτω χωλοι και τυφλοι εν τω ιερω και εθεραπευσεν αυτους.
14 Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς.
15 ιδοντες δε οι αρχιερεις και οι γραμματεις τα θαυμασια α εποιησεν και τους παιδας κραζοντας εν τω ιερω και λεγοντας, ωσαννα τω υιω δαυιδ, ηγανακτησαν
15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ὡσαννὰ τῷ υἱῷ Δαυΐδ, ἠγανάκτησαν
16 και ειπον αυτω· ακουεις τι ουτοι λεγουσιν; ο δε ιησους λεγει αυτοις· ναι· ουδεποτε ανεγνωτε οτι εκ στοματος νηπιων και θηλαζοντων κατηρτισω αινον;
16 καὶ εἶπον αὐτῷ· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
17 και καταλιπων αυτους εξηλθεν εξω της πολεως εις βηθανιαν και ηυλισθη εκει.
17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.
18 πρωιας δε επαναγων εις την πολιν επεινασεν·
18 Πρωΐας δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασε·
19 και ιδων συκην μιαν επι της οδου ηλθεν επ αυτην, και ουδεν ευρεν εν αυτη ει μη φυλλα μονον, και λεγει αυτη· μηκετι εκ σου καρπος γενηται εις τον αιωνα. και εξηρανθη παραχρημα η συκη.
19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾽ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.
20 και ιδοντες οι μαθηται εθαυμασαν λεγοντες· πως παραχρημα εξηρανθη η συκη;
20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;
21 αποκριθεις δε ο ιησους ειπεν αυτοις· αμην λεγω υμιν, εαν εχητε πιστιν και μη διακριθητε, ου μονον το της συκης ποιησετε, αλλα καν τω ορει τουτω ειπητε, αρθητι και βληθητι εις την θαλασσαν, γενησεται·
21 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·
22 και παντα οσα εαν αιτησητε εν τη προσευχη πιστευοντες, ληψεσθε.
22 καὶ πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε.
23 και ελθοντι αυτω εις το ιερον προσηλθον αυτω διδασκοντι οι αρχιερεις και οι πρεσβυτεροι του λαου λεγοντες· εν ποια εξουσια ταυτα ποιεις, και τις σοι εδωκεν την εξουσιαν ταυτην;
23 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην;
24 αποκριθεις δε ο ιησους ειπεν αυτοις· ερωτησω υμας καγω λογον ενα, ον εαν ειπητε μοι, καγω υμιν ερω εν ποια εξουσια ταυτα ποιω.
24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
25 το βαπτισμα ιωαννου ποθεν ην, εξ ουρανου η εξ ανθρωπων; οι δε διελογιζοντο παρ εαυτοις λεγοντες· εαν ειπωμεν, εξ ουρανου, ερει ημιν, διατι ουν ουκ επιστευσατε αυτω·
25 τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ᾽ ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ·
26 εαν δε ειπωμεν, εξ ανθρωπων, φοβουμεθα τον οχλον· παντες γαρ εχουσιν τον ιωαννην ως προφητην.
26 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην.
27 και αποκριθεντες τω ιησου ειπον· ουκ οιδαμεν. εφη αυτοις και αυτος· ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω.
27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
28 τι δε υμιν δοκει; ανθρωπος τις ειχεν τεκνα δυο, και προσελθων τω πρωτω ειπεν· τεκνον, υπαγε σημερον εργαζου εν τω αμπελωνι μου.
28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου.
29 ο δε αποκριθεις ειπεν· ου θελω· υστερον δε μεταμεληθεις απηλθεν.
29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε.
30 και προσελθων τω δευτερω ειπεν ωσαυτως. ο δε αποκριθεις ειπεν· εγω, κυριε· και ουκ απηλθεν.
30 καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε.
31 τις εκ των δυο εποιησεν το θελημα του πατρος; λεγουσιν αυτω· ο πρωτος. λεγει αυτοις ο ιησους· αμην λεγω υμιν οτι οι τελωναι και αι πορναι προαγουσιν υμας εις την βασιλειαν του θεου.
31 τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
32 ηλθεν γαρ προς υμας ιωαννης εν οδω δικαιοσυνης, και ουκ επιστευσατε αυτω· οι δε τελωναι και αι πορναι επιστευσαν αυτω· υμεις δε ιδοντες ου μετεμεληθητε υστερον του πιστευσαι αυτω.
32 ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
33 αλλην παραβολην ακουσατε. ανθρωπος τις ην οικοδεσποτης, οστις εφυτευσεν αμπελωνα και φραγμον αυτω περιεθηκεν και ωρυξεν εν αυτω ληνον και ωκοδομησεν πυργον, και εξεδοτο αυτον γεωργοις και απεδημησεν.
33 Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.
34 οτε δε ηγγισεν ο καιρος των καρπων, απεστειλεν τους δουλους αυτου προς τους γεωργους λαβειν τους καρπους αυτου.
34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
35 και λαβοντες οι γεωργοι τους δουλους αυτου ον μεν εδειραν, ον δε απεκτειναν, ον δε ελιθοβολησαν.
35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
36 παλιν απεστειλεν αλλους δουλους πλειονας των πρωτων, και εποιησαν αυτοις ωσαυτως.
36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
37 υστερον δε απεστειλεν προς αυτους τον υιον αυτου λεγων· εντραπησονται τον υιον μου.
37 ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.
38 οι δε γεωργοι ιδοντες τον υιον ειπον εν εαυτοις· ουτος εστιν ο κληρονομος· δευτε αποκτεινωμεν αυτον και κατασχωμεν την κληρονομιαν αυτου.
38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.
39 και λαβοντες αυτον εξεβαλον εξω του αμπελωνος και απεκτειναν.
39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.
40 οταν ουν ελθη ο κυριος του αμπελωνος, τι ποιησει τοις γεωργοις εκεινοις;
40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
41 λεγουσιν αυτω· κακους κακως απολεσει αυτους, και τον αμπελωνα εκδωσεται αλλοις γεωργοις, οιτινες αποδωσουσιν αυτω τους καρπους εν τοις καιροις αυτων.
41 λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
42 λεγει αυτοις ο ιησους· ουδεποτε ανεγνωτε εν ταις γραφαις, λιθον ον απεδοκιμασαν οι οικοδομουντες, ουτος εγενηθη εις κεφαλην γωνιας· παρα κυριου εγενετο αυτη, και εστιν θαυμαστη εν οφθαλμοις ημων;
42 λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
43 δια τουτο λεγω υμιν οτι αρθησεται αφ υμων η βασιλεια του θεου και δοθησεται εθνει ποιουντι τους καρπους αυτης·
43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς·
44 και ο πεσων επι τον λιθον τουτον συνθλασθησεται· εφ ον δ αν πεση, λικμησει αυτον.
44 καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.
45 και ακουσαντες οι αρχιερεις και οι φαρισαιοι τας παραβολας αυτου εγνωσαν οτι περι αυτων λεγει·
45 καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·
46 και ζητουντες αυτον κρατησαι εφοβηθησαν τους οχλους, επειδη ως προφητην αυτον ειχον.
46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.
Cross references (46)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Zechariah 14:4; Mark 11:1–10; Luke 21:37; Matthew 26:30; Matthew 24:3
  2. 2 Luke 19:30–32; Mark 11:2–3; John 2:5–8; Mark 14:13–16; Matthew 26:18
  3. 3 2 Corinthians 8:1–2; Acts 17:25; John 3:35; 2 Corinthians 8:9; Psalm 50:10–11
  4. 4 Zechariah 9:9; John 12:15; Matthew 1:22; Matthew 26:56; John 19:36–37
  5. 5 Zechariah 9:9–10; Isaiah 62:11; Isaiah 9:6–7; Isaiah 12:6; Genesis 49:10
  6. 6 Genesis 6:22; 1 Samuel 15:11; Genesis 12:4; Exodus 39:43; John 15:14
  7. 7 2 Kings 9:13; Mark 11:4–8; Luke 19:32–35
  8. 8 2 Kings 9:13; Leviticus 23:40; John 12:13
  9. 9 Psalm 118:24–26; Luke 2:14; John 12:13–15; Matthew 23:39; Luke 19:37–38
  10. 10 Acts 9:5; Luke 7:49; John 12:16–19; Luke 9:9; Ruth 1:19
  11. 11 John 6:14; Luke 7:16; John 7:40; Acts 7:37; Matthew 2:23
  12. 12 John 2:14–17; Luke 19:45–47; Mark 11:15–18; Leviticus 1:14; Leviticus 5:7
  13. 13 Jeremiah 7:11; Isaiah 56:7; Luke 19:46; Mark 11:17; Psalm 93:5
  14. 14 Acts 3:1–9; Acts 10:38; Matthew 9:35; Isaiah 35:5; Matthew 11:4–5
  15. 15 Matthew 21:9; Luke 19:39–40; Matthew 22:42; Matthew 21:23; John 4:1
  16. 16 Psalm 8:2; Matthew 11:25; Luke 19:39–40; Matthew 19:4; Matthew 12:3
  17. 17 John 11:18; Mark 11:11; John 11:1; Luke 24:50; Matthew 16:4
  18. 18 Matthew 4:2; Hebrews 4:15; Mark 11:12–14; Mark 11:20–24; Matthew 12:1
  19. 19 Mark 11:14; John 15:6; Titus 1:16; Luke 13:6–9; Luke 3:9
  20. 20 Isaiah 40:6–8; Mark 11:20–21; James 1:10–11
  21. 21 James 1:6; Matthew 17:20; Mark 11:22–23; Luke 17:6–7; Romans 4:19–20
  22. 22 Matthew 7:7; 1 John 5:14–15; Mark 11:24; 1 John 3:22; John 14:13
  23. 23 Acts 4:7; Mark 11:27–33; 1 Chronicles 24:1–19; Matthew 26:55; Luke 19:47–20:8
  24. 24 Luke 6:9; Colossians 4:6; Matthew 10:16; Proverbs 26:4–5
  25. 25 1 John 3:20; Mark 1:1–11; John 10:25–26; Luke 20:5; John 3:18
  26. 26 Mark 6:20; Matthew 14:5; Matthew 21:46; John 5:35; Matthew 11:9
  27. 27 Romans 1:18–22; 2 Thessalonians 2:9–10; John 9:30; 2 Corinthians 4:3; Isaiah 28:9
  28. 28 Matthew 20:1; 1 Corinthians 15:58; Mark 13:34; 1 Corinthians 10:15; Luke 15:11–32
  29. 29 Ezekiel 18:28–32; Daniel 4:34–37; Ephesians 2:1–13; Matthew 3:2–8; Isaiah 1:16–19
  30. 30 Titus 1:16; Ezekiel 33:31; Matthew 23:3; Romans 2:17–25
  31. 31 Luke 7:29; Luke 7:37–50; Matthew 7:21; 2 Peter 3:9; Matthew 20:16
  32. 32 Luke 7:37–50; Luke 7:29–30; Matthew 21:25; Zechariah 7:11–12; 2 Peter 2:21
  33. 33 Isaiah 5:1–4; Mark 12:1–12; Luke 20:9–19; Jeremiah 2:21; John 15:1
  34. 34 Luke 20:10–19; Isaiah 5:4; Zechariah 1:3–6; Nehemiah 9:29–30; 2 Kings 17:13–23
  35. 35 2 Chronicles 36:15–16; Hebrews 11:36–37; Matthew 5:12; Nehemiah 9:26; Acts 7:52
  36. 36 Matthew 22:4
  37. 37 John 3:16; Zephaniah 3:7; John 3:35–36; Matthew 3:17; Luke 20:13
  38. 38 Luke 20:14; Genesis 37:18–20; Mark 12:7–8; Hebrews 1:2; Acts 4:27–28
  39. 39 Acts 2:23; John 18:12; Luke 22:52–54; Acts 3:14–15; James 5:6
  40. 40 Hebrews 10:29; Mark 12:9; Luke 20:15–16
  41. 41 Acts 18:6; Matthew 21:43; Isaiah 5:5–7; Acts 28:28; Matthew 22:6–7
  42. 42 Psalm 118:22–23; Isaiah 28:16; Acts 4:11; 1 Peter 2:4–8; Ephesians 2:20
  43. 43 Matthew 21:41; Matthew 8:11–12; 1 Peter 2:9; John 3:3; Luke 17:20–21
  44. 44 Isaiah 8:14–15; 1 Peter 2:8; Daniel 2:34–35; Daniel 2:44–45; Romans 9:33
  45. 45 Luke 20:19; Luke 11:45; Matthew 12:12
  46. 46 Matthew 21:11; Matthew 21:26; John 7:40–41; Acts 2:22; Luke 7:16

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 21:19 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXXIX)

    The lesson of the Holy Gospel which has just been read, has given us an alarming warning, lest we have leaves only, and have no fruit. That is, in few words, lest words be present and deeds be wanting. Very terrible!

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 21:12 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXVII)

    This John likewise saith, but he in the beginning of his Gospel, this at the end. Whence it is probable this was done twice, and at different seasons. And it is evident both from the times, and from their reply. For there He came at the very passover, but here much before.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 21:13 Irenaeus of Lyons, Against Heresies (Book IV, Preface)

    … and did truly vindicate His own house, by driving out of it the changers of money, who were buying and selling, saying unto them: "It is written, My house shall be called the house of prayer; but ye have made it a den of thieves." And what reason had He for thus doing and saying, and vindicating His house, if …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 21:38 Augustine of Hippo, The City of God (Book XVII, Chapter 19)

    Indeed, the gospel parable about the wicked husbandmen shows that our Lord Jesus Himself said something like it: "This is the heir; come, let us kill him, and the inheritance shall be ours." In like manner also that passage in this same book, on which we have already touched when we were speaking of the barren woman who hath born …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Quotes verse 21:16 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily VII)

    For instance, when after many miracles children were singing hymns unto Him, hear what saith the prophet, "Out of the mouth of babes and sucklings Thou hast perfected praise." And again, "I will consider the Heavens, the works of Thy fingers;" which signifies Him to be Maker of the universe.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)