Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 22 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 και αποκριθεις ο ιησους παλιν ειπεν αυτοις εν παραβολαις λεγων·
1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς λέγων·
2 ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει, οστις εποιησεν γαμους τω υιω αυτου.
2 ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ.
3 και απεστειλεν τους δουλους αυτου καλεσαι τους κεκλημενους εις τους γαμους, και ουκ ηθελον ελθειν.
3 καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
4 παλιν απεστειλεν αλλους δουλους λεγων· ειπατε τοις κεκλημενοις· ιδου το αριστον μου ητοιμασα, οι ταυροι μου και τα σιτιστα τεθυμενα, και παντα ετοιμα· δευτε εις τους γαμους.
4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
5 οι δε αμελησαντες απηλθον, ο μεν εις τον ιδιον αγρον, ο δε εις την εμποριαν αυτου·
5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ·
6 οι δε λοιποι κρατησαντες τους δουλους αυτου υβρισαν και απεκτειναν.
6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.
7 ακουσας δε ο βασιλευς εκεινος ωργισθη, και πεμψας τα στρατευματα αυτου απωλεσεν τους φονεις εκεινους και την πολιν αυτων ενεπρησεν.
7 ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.
8 τοτε λεγει τοις δουλοις αυτου· ο μεν γαμος ετοιμος εστιν, οι δε κεκλημενοι ουκ ησαν αξιοι·
8 τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·
9 πορευεσθε ουν επι τας διεξοδους των οδων, και οσους εαν ευρητε καλεσατε εις τους γαμους.
9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.
10 και εξελθοντες οι δουλοι εκεινοι εις τας οδους συνηγαγον παντας οσους ευρον, πονηρους τε και αγαθους· και επλησθη ο γαμος ανακειμενων.
10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
11 εισελθων δε ο βασιλευς θεασασθαι τους ανακειμενους ειδεν εκει ανθρωπον ουκ ενδεδυμενον ενδυμα γαμου,
11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου,
12 και λεγει αυτω· εταιρε, πως εισηλθες ωδε μη εχων ενδυμα γαμου; ο δε εφιμωθη.
12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.
13 τοτε ειπεν ο βασιλευς τοις διακονοις· δησαντες αυτου ποδας και χειρας αρατε αυτον και εκβαλετε εις το σκοτος το εξωτερον· εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων.
13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
14 πολλοι γαρ εισιν κλητοι, ολιγοι δε εκλεκτοι.
14 πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
15 τοτε πορευθεντες οι φαρισαιοι συμβουλιον ελαβον οπως αυτον παγιδευσωσιν εν λογω.
15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
16 και αποστελλουσιν αυτω τους μαθητας αυτων μετα των ηρωδιανων λεγοντες· διδασκαλε, οιδαμεν οτι αληθης ει και την οδον του θεου εν αληθεια διδασκεις, και ου μελει σοι περι ουδενος· ου γαρ βλεπεις εις προσωπον ανθρωπων·
16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·
17 ειπε ουν ημιν, τι σοι δοκει; εξεστιν δουναι κηνσον καισαρι η ου;
17 εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;
18 γνους δε ο ιησους την πονηριαν αυτων ειπεν· τι με πειραζετε, υποκριται;
18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπε· τί με πειράζετε, ὑποκριταί;
19 επιδειξατε μοι το νομισμα του κηνσου. οι δε προσηνεγκαν αυτω δηναριον.
19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
20 και λεγει αυτοις· τινος η εικων αυτη και η επιγραφη;
20 καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
21 λεγουσιν αυτω· καισαρος. τοτε λεγει αυτοις· αποδοτε ουν τα καισαρος καισαρι και τα του θεου τω θεω.
21 λέγουσιν αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
22 και ακουσαντες εθαυμασαν, και αφεντες αυτον απηλθον.
22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
23 εν εκεινη τη ημερα προσηλθον αυτω σαδδουκαιοι, οι λεγοντες μη ειναι αναστασιν, και επηρωτησαν αυτον
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
24 λεγοντες· διδασκαλε, μωσης ειπεν, εαν τις αποθανη μη εχων τεκνα, επιγαμβρευσει ο αδελφος αυτου την γυναικα αυτου και αναστησει σπερμα τω αδελφω αυτου.
24 λέγοντες· διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
25 ησαν δε παρ ημιν επτα αδελφοι· και ο πρωτος γαμησας ετελευτησεν, και μη εχων σπερμα αφηκεν την γυναικα αυτου τω αδελφω αυτου·
25 ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·
26 ομοιως και ο δευτερος και ο τριτος, εως των επτα.
26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά.
27 υστερον δε παντων απεθανεν και η γυνη.
27 ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή.
28 εν τη ουν αναστασει τινος των επτα εσται η γυνη; παντες γαρ εσχον αυτην.
28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
29 αποκριθεις δε ο ιησους ειπεν αυτοις· πλανασθε μη ειδοτες τας γραφας μηδε την δυναμιν του θεου.
29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.
30 εν γαρ τη αναστασει ουτε γαμουσιν ουτε εκγαμιζονται, αλλ ως αγγελοι θεου εν ουρανω εισιν.
30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι.
31 περι δε της αναστασεως των νεκρων ουκ ανεγνωτε το ρηθεν υμιν υπο του θεου λεγοντος,
31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος,
32 εγω ειμι ο θεος αβρααμ και ο θεος ισαακ και ο θεος ιακωβ; ουκ εστιν ο θεος θεος νεκρων, αλλα ζωντων.
32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.
33 και ακουσαντες οι οχλοι εξεπλησσοντο επι τη διδαχη αυτου.
33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34 οι δε φαρισαιοι ακουσαντες οτι εφιμωσεν τους σαδδουκαιους, συνηχθησαν επι το αυτο,
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό,
35 και επηρωτησεν εις εξ αυτων, νομικος, πειραζων αυτον και λεγων·
35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός, πειράζων αὐτὸν καὶ λέγων·
36 διδασκαλε, ποια εντολη μεγαλη εν τω νομω;
36 διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
37 ο δε ιησους εφη αυτω· αγαπησεις κυριον τον θεον σου εν ολη τη καρδια σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοια σου.
37 ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
38 αυτη εστιν πρωτη και μεγαλη εντολη.
38 αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή.
39 δευτερα δε ομοια αυτη· αγαπησεις τον πλησιον σου ως σεαυτον.
39 δευτέρα δὲ ὁμοία αὐτῇ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
40 εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος και οι προφηται κρεμανται.
40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται.
41 συνηγμενων δε των φαρισαιων επηρωτησεν αυτους ο ιησους
41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
42 λεγων· τι υμιν δοκει περι του χριστου; τινος υιος εστιν; λεγουσιν αυτω· του δαυιδ.
42 λέγων· τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; λέγουσιν αὐτῷ· τοῦ Δαυΐδ.
43 λεγει αυτοις· πως ουν δαυιδ εν πνευματι κυριον αυτον καλει λεγων,
43 λέγει αὐτοῖς· πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων,
44 ειπεν ο κυριος τω κυριω μου, καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου;
44 εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
45 ει ουν δαυιδ καλει αυτον κυριον, πως υιος αυτου εστιν;
45 εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;
46 και ουδεις εδυνατο αυτω αποκριθηναι λογον, ουδε ετολμησεν τις απ εκεινης της ημερας επερωτησαι αυτον ουκετι.
46 καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
Cross references (42)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 20:1–16; Matthew 12:43–45; Luke 8:10; Mark 4:33–34; Matthew 13:3–11
  2. 2 Revelation 19:7–9; Matthew 13:24; Ephesians 5:24–32; Psalm 45:10–16; 2 Corinthians 11:2
  3. 3 Revelation 22:17; Luke 14:15–17; John 5:40; Psalm 81:10–12; Hosea 11:7
  4. 4 Acts 13:46; John 6:50–57; Matthew 21:36; Psalm 86:5; Nehemiah 9:17
  5. 5 Luke 14:18–20; Hebrews 2:3; 1 John 2:15–16; Matthew 24:38–39; Luke 17:26–32
  6. 6 John 15:19–20; Matthew 10:22–25; Matthew 5:10–12; Acts 8:1; John 16:2–3
  7. 7 Luke 19:27; 1 Peter 4:17–18; Luke 21:24; Joel 2:25; Luke 21:21
  8. 8 2 Thessalonians 1:5; Revelation 3:4; Acts 13:46; Luke 20:35; Revelation 22:14
  9. 9 Luke 14:21–24; Mark 16:15–16; Proverbs 1:20–23; Proverbs 9:4–6; Isaiah 55:1–3
  10. 10 1 John 2:19; 1 Corinthians 6:9–11; 2 Corinthians 12:21; Matthew 13:47–48; Revelation 7:9
  11. 11 Revelation 3:4–5; Revelation 19:8; Zechariah 3:3–4; Hebrews 4:12–13; Revelation 16:15
  12. 12 Job 5:16; Matthew 20:13; 1 Samuel 2:9; Acts 5:2–11; Jeremiah 2:23
  13. 13 Matthew 8:12; Matthew 25:30; Matthew 24:51; 2 Peter 2:4; Revelation 21:27
  14. 14 2 Peter 1:10; Luke 13:23–24; Revelation 17:14; Matthew 7:13–14; Matthew 20:16
  15. 15 Luke 20:20–26; Mark 12:13–17; Psalm 2:2; Psalm 56:5–7; Psalm 59:3
  16. 16 Mark 3:6; Luke 20:21; Mark 8:15; Mark 12:14; John 7:18
  17. 17 Luke 2:1; Romans 13:6–7; Matthew 17:25; Acts 28:22; Acts 5:37
  18. 18 John 8:6; Luke 5:22; John 2:25; Acts 5:9; Revelation 2:23
  19. 19 Matthew 20:2; Matthew 18:28; Revelation 6:6
  20. 20 Luke 20:24
  21. 21 Romans 13:7; Proverbs 24:21; Acts 4:19; Malachi 1:6–8; Matthew 22:37
  22. 22 Mark 12:12; Matthew 22:46; Matthew 10:16; Proverbs 26:4–5; Matthew 22:33
  23. 23 Acts 4:1; Acts 23:6–8; Matthew 3:7; Luke 20:27–40; Mark 12:18–27
  24. 24 Deuteronomy 25:5–10; Luke 20:28; Matthew 7:21; Mark 12:19; Matthew 22:16
  25. 25 Hebrews 9:27; Mark 12:19–23; Luke 20:29–33
  26. 29 John 20:9; Romans 15:4; Luke 1:37; Jeremiah 32:17; Daniel 12:2–3
  27. 30 Luke 20:34–36; Mark 12:24–25; John 5:28–29; 1 Corinthians 7:29–31; Matthew 24:38
  28. 31 Matthew 21:16; Matthew 12:3
  29. 32 Exodus 3:6; Mark 12:26–27; Acts 7:32; Luke 20:37–38; Exodus 3:15–16
  30. 33 Luke 20:39–40; Matthew 7:28–29; John 7:46; Matthew 22:22; Mark 6:2
  31. 34 Mark 12:28–31; Matthew 25:3–5
  32. 35 Luke 7:30; Luke 10:25–37; Luke 11:52; Luke 11:45–46; Luke 14:3
  33. 36 Mark 12:28–33; Matthew 5:19–20; Luke 11:42; Matthew 23:23–24; Hosea 8:12
  34. 37 Mark 12:29–30; Luke 10:27; Deuteronomy 6:5; Deuteronomy 10:12; Mark 12:33
  35. 39 Mark 12:31; Luke 10:27–37; Leviticus 19:18; Romans 13:9–10; Galatians 5:14
  36. 40 Romans 13:9; Matthew 7:12; 1 John 4:19–21; James 2:8; John 1:17
  37. 41 Mark 12:35–37; Luke 20:41–44; Matthew 22:34; Matthew 22:15
  38. 42 Jeremiah 23:5–6; John 6:68–69; Amos 9:11; Ezekiel 34:23–24; Matthew 16:13–17
  39. 43 2 Samuel 23:2; Revelation 4:2; Mark 12:36; Hebrews 3:7; 2 Peter 1:21
  40. 44 Psalm 110:1; Hebrews 1:13; Acts 2:34–35; 1 Corinthians 15:25; Hebrews 10:12–13
  41. 45 Revelation 22:16; Romans 1:3–4; John 8:58; 1 Timothy 3:16; Philippians 2:6–8
  42. 46 Mark 12:34; Luke 20:40; Luke 14:6; Acts 4:14; Matthew 21:27

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 22:2 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XL)

    All the faithful know the marriage of the king's son, and his feast, and the spreading of the Lord's Table is open to them all who will. But it is of importance to each one to see how he approaches, even when he is not forbidden to approach It.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 22:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXIX)

    Seest thou both in the former parable and in this the difference between the Son and the servants? Seest thou at once the great affinity between both parables, and the great difference also? For this also indicates God's long-suffering, and His great providential care, and the Jews' ingratitude. But this parable hath something also more than the other.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 22:17 Justin Martyr, First Apology (Chapters XVII–XXI)

    … if one ought to pay tribute to Cæsar; and He answered, "Tell Me, whose image does the coin bear?" And they said, "Cæsar's." And again He answered them, "Render therefore to Cæsar the things that are Cæsar's, and to God the things that are God's." Whence to God alone we render worship, but in other things we gladly serve you, …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 22:29 Irenaeus of Lyons, Against Heresies (Book IV, Preface)

    To those, therefore, who are ignorant of these matters, and on this account imagine that they have discovered another Father, justly does one say, "Ye do err, not knowing the Scriptures, nor the power of God."

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 22:37–39 Augustine of Hippo, Confessions (Book III, Chapters VIII–XI)

    Can it at any time or place be an unrighteous thing for a man to love God with all his heart, with all his soul, and with all his mind, and his neighbour as himself? Therefore those offences which be contrary to nature are everywhere and at all times to be held in detestation and punished; such were those of …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)