Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 20 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ομοια γαρ εστιν η βασιλεια των ουρανων ανθρωπω οικοδεσποτη, οστις εξηλθεν αμα πρωι μισθωσασθαι εργατας εις τον αμπελωνα αυτου.
1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
2 και συμφωνησας μετα των εργατων εκ δηναριου την ημεραν απεστειλεν αυτους εις τον αμπελωνα αυτου.
2 καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
3 και εξελθων περι τριτην ωραν ειδεν αλλους εστωτας εν τη αγορα αργους,
3 καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς,
4 και εκεινοις ειπεν· υπαγετε και υμεις εις τον αμπελωνα, και ο εαν η δικαιον δωσω υμιν.
4 καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.
5 οι δε απηλθον. παλιν εξελθων περι εκτην και ενατην ωραν εποιησεν ωσαυτως.
5 οἱ δὲ ἀπῆλθον. πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
6 περι δε την ενδεκατην ωραν εξελθων ευρεν αλλους εστωτας αργους, και λεγει αυτοις· τι ωδε εστηκατε ολην την ημεραν αργοι;
6 περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
7 λεγουσιν αυτω· οτι ουδεις ημας εμισθωσατο. λεγει αυτοις· υπαγετε και υμεις εις τον αμπελωνα, και ο εαν η δικαιον ληψεσθε.
7 λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.
8 οψιας δε γενομενης λεγει ο κυριος του αμπελωνος τω επιτροπω αυτου· καλεσον τους εργατας και αποδος αυτοις τον μισθον, αρξαμενος απο των εσχατων εως των πρωτων.
8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
9 και ελθοντες οι περι την ενδεκατην ωραν ελαβον ανα δηναριον.
9 καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
10 ελθοντες δε οι πρωτοι ενομισαν οτι πλειονα ληψονται, και ελαβον και αυτοι ανα δηναριον.
10 ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον.
11 λαβοντες δε εγογγυζον κατα του οικοδεσποτου
11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
12 λεγοντες οτι ουτοι οι εσχατοι μιαν ωραν εποιησαν, και ισους ημιν αυτους εποιησας τοις βαστασασιν το βαρος της ημερας και τον καυσωνα.
12 λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
13 ο δε αποκριθεις ειπεν ενι αυτων· εταιρε, ουκ αδικω σε· ουχι δηναριου συνεφωνησας μοι;
13 ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
14 αρον το σον και υπαγε· θελω δε τουτω τω εσχατω δουναι ως και σοι·
14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
15 η ουκ εξεστιν μοι ποιησαι ο θελω εν τοις εμοις; ει ο οφθαλμος σου πονηρος εστιν οτι εγω αγαθος ειμι;
15 ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
16 ουτως εσονται οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι· πολλοι γαρ εισιν κλητοι, ολιγοι δε εκλεκτοι.
16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
17 και αναβαινων ο ιησους εις ιεροσολυμα παρελαβεν τους δωδεκα μαθητας κατ ιδιαν εν τη οδω και ειπεν αυτοις·
17 Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς·
18 ιδου αναβαινομεν εις ιεροσολυμα, και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον θανατω,
18 ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,
19 και παραδωσουσιν αυτον τοις εθνεσιν εις το εμπαιξαι και μαστιγωσαι και σταυρωσαι, και τη τριτη ημερα αναστησεται.
19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
20 τοτε προσηλθεν αυτω η μητηρ των υιων ζεβεδαιου μετα των υιων αυτης προσκυνουσα και αιτουσα τι παρ αυτου.
20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾽ αὐτοῦ.
21 ο δε ειπεν αυτη· τι θελεις; λεγει αυτω· ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου εις εκ δεξιων σου και εις εξ ευωνυμων σου εν τη βασιλεια σου.
21 ὁ δὲ εἶπεν αὐτῇ· τί θέλεις; λέγει αὐτῷ· εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
22 αποκριθεις δε ο ιησους ειπεν· ουκ οιδατε τι αιτεισθε. δυνασθε πιειν το ποτηριον ο εγω μελλω πινειν, η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι; λεγουσιν αυτω· δυναμεθα.
22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; λέγουσιν αὐτῷ· δυνάμεθα.
23 και λεγει αυτοις· το μεν ποτηριον μου πιεσθε, και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε· το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων μου ουκ εστιν εμον δουναι, αλλ οις ητοιμασται [υπο του πατρος μου].
23 καὶ λέγει αὐτοῖς· τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται [ὑπὸ τοῦ πατρός μου].
24 και ακουσαντες οι δεκα ηγανακτησαν περι των δυο αδελφων.
24 καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
25 ο δε ιησους προσκαλεσαμενος αυτους ειπεν· οιδατε οτι οι αρχοντες των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι κατεξουσιαζουσιν αυτων.
25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
26 ουχ ουτως εσται εν υμιν, αλλ ος εαν θελη εν υμιν μεγας γενεσθαι, εσται υμων διακονος,
26 οὐχ οὕτως ἔσται ἐν ὑμῖν, ἀλλ᾽ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι, ἔσται ὑμῶν διάκονος,
27 και ος εαν θελη εν υμιν ειναι πρωτος, εσται υμων δουλος·
27 καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος·
28 ωσπερ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι, αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων.
28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
29 και εκπορευομενων αυτων απο ιεριχω ηκολουθησεν αυτω οχλος πολυς.
29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
30 και ιδου δυο τυφλοι καθημενοι παρα την οδον, ακουσαντες οτι ιησους παραγει, εκραξαν λεγοντες· ελεησον ημας, κυριε, υιος δαυιδ.
30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ.
31 ο δε οχλος επετιμησεν αυτοις ινα σιωπησωσιν· οι δε μειζον εκραζον λεγοντες· ελεησον ημας, κυριε, υιος δαυιδ.
31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραζον λέγοντες· ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ.
32 και στας ο ιησους εφωνησεν αυτους και ειπεν· τι θελετε ποιησω υμιν;
32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπε· τί θέλετε ποιήσω ὑμῖν;
33 λεγουσιν αυτω· κυριε, ινα ανοιχθωσιν ημων οι οφθαλμοι.
33 λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί.
34 σπλαγχνισθεις δε ο ιησους ηψατο των οφθαλμων αυτων, και ευθεως ανεβλεψαν αυτων οι οφθαλμοι, και ηκολουθησαν αυτω.
34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Zebedee

    Father of James and John

    A fisherman in whose boat his sons James and John were mending nets when Jesus called them; they left him in the boat with the hired men.

    Cited in the guide: Matthew 4:21; Matthew 20:20; Mark 1:20

Cross references (33)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 13:47; Matthew 13:24; 1 Corinthians 15:58; John 15:1; Hebrews 13:21
  2. 2 Exodus 19:5–6; Matthew 22:19; Luke 10:35; 2 Timothy 3:15; Matthew 18:28
  3. 3 1 Timothy 5:13; Proverbs 19:15; Matthew 20:6–7; Mark 15:25; Acts 17:17–21
  4. 4 1 Peter 4:2–3; Romans 6:16–22; Luke 19:7–10; Matthew 9:9; Titus 3:8
  5. 5 Joshua 24:2–3; Mark 15:33–34; Hebrews 11:24–26; Acts 3:1; Luke 23:44–46
  6. 6 John 9:4; Acts 17:21; Hebrews 6:12; Proverbs 19:15; Luke 23:40–43
  7. 7 Ephesians 2:11–12; Hebrews 6:10; Acts 17:30–31; Acts 4:16; Matthew 22:9–10
  8. 8 Deuteronomy 24:15; 1 Peter 4:10; Romans 2:6–10; 2 Corinthians 5:10; Titus 1:7
  9. 9 Romans 4:3–6; Ephesians 2:8–10; Ephesians 1:6–8; Matthew 20:2; Luke 23:40–43
  10. 11 Luke 19:7; 1 Thessalonians 2:16; Jude 16; Acts 11:2–3; Acts 22:21–22
  11. 12 Romans 11:5–6; 2 Corinthians 11:23–28; Luke 14:10–11; 1 Corinthians 4:11; Luke 18:11–12
  12. 13 Matthew 26:50; Matthew 22:12; Romans 9:14–15; Job 34:8–12; Job 35:2
  13. 14 John 17:2; Luke 15:31; Ezekiel 29:18–20; Matthew 6:2; Matthew 6:6
  14. 15 Romans 9:15–24; Deuteronomy 15:9; Mark 7:22; Exodus 33:19; Matthew 6:23
  15. 16 Matthew 19:30; Mark 10:31; Matthew 22:14; Luke 13:28–30; Luke 15:7
  16. 17 Mark 10:32–34; Luke 18:31–34; Matthew 13:11; John 15:15; Genesis 18:17
  17. 18 Matthew 16:21; Acts 2:23; Matthew 27:1; Matthew 26:2; Matthew 17:22–23
  18. 19 Matthew 16:21; Mark 15:16–20; 1 Corinthians 15:3–7; Acts 2:23; Isaiah 53:3
  19. 20 Mark 10:35–45; Matthew 4:21; Matthew 8:2; Matthew 27:56; Matthew 2:11
  20. 21 Matthew 19:28; Mark 10:36–37; Psalm 110:1; Esther 5:3; 1 Kings 3:5
  21. 22 Luke 22:42; Matthew 26:42; Matthew 26:39; Mark 14:36; John 18:11
  22. 23 Revelation 1:9; Mark 10:40; Matthew 25:34; Acts 12:2; 2 Timothy 2:11–12
  23. 24 James 4:5–6; 1 Peter 5:5; Luke 22:23–25; Philippians 2:3; 1 Corinthians 13:4
  24. 25 Luke 22:25–27; Matthew 20:25–28; John 13:12–17; Mark 10:42; Matthew 18:3–4
  25. 26 Mark 10:43; Mark 9:35; Mark 10:45; 1 Peter 5:3; Luke 18:14
  26. 27 Luke 22:26; Mark 9:33–35; Matthew 18:4; 2 Corinthians 4:5; Romans 1:14
  27. 28 Luke 22:27; Hebrews 9:28; Titus 2:14; 1 Peter 3:18; Philippians 2:4–8
  28. 29 Mark 10:46–52; Luke 18:35–43; Matthew 9:27–31
  29. 30 Mark 10:46; Matthew 12:22–23; Matthew 22:42; Matthew 21:9; Isaiah 42:16
  30. 31 Matthew 19:13; Colossians 4:2; 1 Thessalonians 5:17; Luke 18:1–8; Luke 11:8–10
  31. 32 Ezekiel 36:37; Philippians 4:6; Matthew 20:21; Acts 10:29
  32. 33 Psalm 119:18; Ephesians 1:17–19
  33. 34 Matthew 9:29; Psalm 145:8; Hebrews 4:15–16; Luke 22:51; Luke 7:13

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 20:1 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXXVII)

    Ye have heard out of the Holy Gospel a parable well suited to the present season, concerning the labourers in the vineyard. For now is the time of the material vintage. Now there is also a spiritual vintage, wherein God rejoiceth in the fruit of His vineyard. For we cultivate God, and God cultivateth us.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 20:17 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXV)

    He goeth not up at once to Jerusalem when He is come out of Galilee, but having first wrought miracles, and having stopped the mouths of Pharisees, and having discoursed with His disciples of renouncing possessions: for, "if thou wilt be perfect," saith He, "sell that thou hast:" and of virginity, "He that is able to receive, let him receive …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 20:1–16 Irenaeus of Lyons, Against Heresies (Book I, Preface)

    They maintain also, that these thirty Æons are most plainly indicated in the parable of the labourers sent into the vineyard.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 20:30 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXXVII)

    Of these two, the two blind men also are a figure, who sat by the way side, to whom the Lord gave sight. And if ye pay attention to the Scriptures, ye will find the two Churches, which are not two but One, figured out in many places.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  5. Quotes verse 20:23 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LII)

    … of the heavens, that whatsoever thou shalt bind on earth, shall be bound in Heaven, and whatsoever thou shalt loose on earth, shall be loosed in Heaven." How then is it not "His to give to sit on His right hand, and on His left," when He saith, "I will give thee"?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)