Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 5 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ιδων δε τους οχλους ανεβη εις το ορος, και καθισαντος αυτου προσηλθον αυτω οι μαθηται αυτου,
1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,
2 και ανοιξας το στομα αυτου εδιδασκεν αυτους λεγων·
2 καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων·
3 μακαριοι οι πτωχοι τω πνευματι, οτι αυτων εστιν η βασιλεια των ουρανων.
3 μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
4 μακαριοι οι πενθουντες, οτι αυτοι παρακληθησονται.
4 μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
5 μακαριοι οι πραεις, οτι αυτοι κληρονομησουσιν την γην.
5 μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
6 μακαριοι οι πεινωντες και διψωντες την δικαιοσυνην, οτι αυτοι χορτασθησονται.
6 μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
7 μακαριοι οι ελεημονες, οτι αυτοι ελεηθησονται.
7 μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
8 μακαριοι οι καθαροι τη καρδια, οτι αυτοι τον θεον οψονται.
8 μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
9 μακαριοι οι ειρηνοποιοι, οτι αυτοι υιοι θεου κληθησονται.
9 μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
10 μακαριοι οι δεδιωγμενοι ενεκεν δικαιοσυνης, οτι αυτων εστιν η βασιλεια των ουρανων.
10 μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
11 μακαριοι εστε οταν ονειδισωσιν υμας και διωξωσιν και ειπωσιν παν πονηρον ρημα καθ υμων ψευδομενοι ενεκεν εμου.
11 μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾽ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
12 χαιρετε και αγαλλιασθε, οτι ο μισθος υμων πολυς εν τοις ουρανοις· ουτως γαρ εδιωξαν τους προφητας τους προ υμων.
12 χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτω γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.
13 υμεις εστε το αλας της γης· εαν δε το αλας μωρανθη, εν τινι αλισθησεται; εις ουδεν ισχυει ετι ει μη βληθηναι εξω και καταπατεισθαι υπο των ανθρωπων.
13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.
14 υμεις εστε το φως του κοσμου. ου δυναται πολις κρυβηναι επανω ορους κειμενη·
14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
15 ουδε καιουσιν λυχνον και τιθεασιν αυτον υπο τον μοδιον, αλλ επι την λυχνιαν, και λαμπει πασιν τοις εν τη οικια.
15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.
16 ουτως λαμψατω το φως υμων εμπροσθεν των ανθρωπων, οπως ιδωσιν υμων τα καλα εργα και δοξασωσιν τον πατερα υμων τον εν τοις ουρανοις.
16 οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
17 μη νομισητε οτι ηλθον καταλυσαι τον νομον η τους προφητας· ουκ ηλθον καταλυσαι, αλλα πληρωσαι.
17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.
18 αμην γαρ λεγω υμιν, εως αν παρελθη ο ουρανος και η γη, ιωτα εν η μια κεραια ου μη παρελθη απο του νομου εως αν παντα γενηται.
18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.
19 ος εαν ουν λυση μιαν των εντολων τουτων των ελαχιστων και διδαξη ουτως τους ανθρωπους, ελαχιστος κληθησεται εν τη βασιλεια των ουρανων· ος δ αν ποιηση και διδαξη, ουτος μεγας κληθησεται εν τη βασιλεια των ουρανων.
19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾽ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
20 λεγω γαρ υμιν οτι εαν μη περισσευση η δικαιοσυνη υμων πλειον των γραμματεων και φαρισαιων, ου μη εισελθητε εις την βασιλειαν των ουρανων.
20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
21 ηκουσατε οτι ερρεθη τοις αρχαιοις, ου φονευσεις· ος δ αν φονευση, ενοχος εσται τη κρισει.
21 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ὃς δ᾽ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.
22 εγω δε λεγω υμιν οτι πας ο οργιζομενος τω αδελφω αυτου εικη ενοχος εσται τη κρισει· ος δ αν ειπη τω αδελφω αυτου ρακα, ενοχος εσται τω συνεδριω· ος δ αν ειπη μωρε, ενοχος εσται εις την γεενναν του πυρος.
22 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ᾽ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾽ ἂν εἴπῃ μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
23 εαν ουν προσφερης το δωρον σου επι το θυσιαστηριον κακει μνησθης οτι ο αδελφος σου εχει τι κατα σου,
23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ,
24 αφες εκει το δωρον σου εμπροσθεν του θυσιαστηριου, και υπαγε πρωτον διαλλαγηθι τω αδελφω σου, και τοτε ελθων προσφερε το δωρον σου.
24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.
25 ισθι ευνοων τω αντιδικω σου ταχυ εως οτου ει εν τη οδω μετ αυτου, μηποτε σε παραδω ο αντιδικος τω κριτη και ο κριτης σε παραδω τω υπηρετη, και εις φυλακην βληθηση·
25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ καὶ ὁ κριτής σε παραδῷ τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ·
26 αμην λεγω σοι, ου μη εξελθης εκειθεν εως ου αποδως τον εσχατον κοδραντην.
26 ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην.
27 ηκουσατε οτι ερρεθη τοις αρχαιοις, ου μοιχευσεις.
27 Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις.
28 εγω δε λεγω υμιν οτι πας ο βλεπων γυναικα προς το επιθυμησαι αυτην ηδη εμοιχευσεν αυτην εν τη καρδια αυτου.
28 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
29 ει δε ο οφθαλμος σου ο δεξιος σκανδαλιζει σε, εξελε αυτον και βαλε απο σου· συμφερει γαρ σοι ινα αποληται εν των μελων σου και μη ολον το σωμα σου βληθη εις γεενναν.
29 εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
30 και ει η δεξια σου χειρ σκανδαλιζει σε, εκκοψον αυτην και βαλε απο σου· συμφερει γαρ σοι ινα αποληται εν των μελων σου και μη ολον το σωμα σου βληθη εις γεενναν.
30 καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.
31 ερρεθη δε· ος αν απολυση την γυναικα αυτου, δοτω αυτη αποστασιον.
31 Ἐρρέθη δέ· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.
32 εγω δε λεγω υμιν οτι ος αν απολυση την γυναικα αυτου παρεκτος λογου πορνειας, ποιει αυτην μοιχασθαι, και ος εαν απολελυμενην γαμηση, μοιχαται.
32 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ, μοιχᾶται.
33 παλιν ηκουσατε οτι ερρεθη τοις αρχαιοις, ουκ επιορκησεις, αποδωσεις δε τω κυριω τους ορκους σου.
33 Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.
34 εγω δε λεγω υμιν μη ομοσαι ολως· μητε εν τω ουρανω, οτι θρονος εστιν του θεου·
34 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ·
35 μητε εν τη γη, οτι υποποδιον εστιν των ποδων αυτου· μητε εις ιεροσολυμα, οτι πολις εστιν του μεγαλου βασιλεως·
35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως·
36 μητε εν τη κεφαλη σου ομοσης, οτι ου δυνασαι μιαν τριχα λευκην η μελαιναν ποιησαι.
36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι.
37 εστω δε ο λογος υμων ναι ναι, ου ου· το δε περισσον τουτων εκ του πονηρου εστιν.
37 ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν.
38 ηκουσατε οτι ερρεθη, οφθαλμον αντι οφθαλμου και οδοντα αντι οδοντος.
38 Ἠκούσατε ὅτι ἐρρέθη, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος·
39 εγω δε λεγω υμιν μη αντιστηναι τω πονηρω· αλλ οστις σε ραπισει επι την δεξιαν σιαγονα, στρεψον αυτω και την αλλην·
39 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾽ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην·
40 και τω θελοντι σοι κριθηναι και τον χιτωνα σου λαβειν, αφες αυτω και το ιματιον·
40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον·
41 και οστις σε αγγαρευσει μιλιον εν, υπαγε μετ αυτου δυο·
41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾽ αὐτοῦ δύο·
42 τω αιτουντι σε διδου και τον θελοντα απο σου δανεισασθαι μη αποστραφης.
42 τῷ αἰτοῦντί σε δίδου καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς.
43 ηκουσατε οτι ερρεθη, αγαπησεις τον πλησιον σου και μισησεις τον εχθρον σου.
43 Ἠκούσατε ὅτι ἐρρέθη, ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.
44 εγω δε λεγω υμιν, αγαπατε τους εχθρους υμων, ευλογειτε τους καταρωμενους υμας, καλως ποιειτε τοις μισουσιν υμας και προσευχεσθε υπερ των επηρεαζοντων υμας και διωκοντων υμας,
44 Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς,
45 οπως γενησθε υιοι του πατρος υμων του εν ουρανοις, οτι τον ηλιον αυτου ανατελλει επι πονηρους και αγαθους και βρεχει επι δικαιους και αδικους.
45 ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
46 εαν γαρ αγαπησητε τους αγαπωντας υμας, τινα μισθον εχετε; ουχι και οι τελωναι το αυτο ποιουσιν;
46 ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι;
47 και εαν ασπασησθε τους φιλους υμων μονον, τι περισσον ποιειτε; ουχι και οι τελωναι ουτως ποιουσιν;
47 καὶ ἐὰν ἀσπάσησθε τοὺς φίλους ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι οὕτω ποιοῦσιν;
48 εσεσθε ουν υμεις τελειοι, ωσπερ ο πατηρ υμων ο εν τοις ουρανοις τελειος εστιν.
48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὥσπερ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.
Cross references (48)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Mark 3:13; Matthew 15:29; John 6:2–3; Mark 4:1; Mark 3:20
  2. 2 Acts 8:35; Luke 6:20–26; Acts 10:34; Matthew 13:35; Acts 18:14
  3. 3 Isaiah 66:2; Proverbs 29:23; Psalm 34:18; Proverbs 16:19; Luke 18:14
  4. 4 Revelation 21:4; 2 Corinthians 7:9–10; Isaiah 61:2–3; John 16:20–22; Psalm 126:5–6
  5. 5 Psalm 37:11; Isaiah 29:19; James 3:13; Psalm 149:4; Galatians 5:23
  6. 6 Psalm 107:9; John 4:14; John 6:27; John 6:48–58; Psalm 145:19
  7. 7 Ephesians 4:32–5:1; Matthew 6:14–15; 2 Samuel 22:26; Matthew 18:33–35; Psalm 18:25
  8. 8 Psalm 24:4; Psalm 51:10; Hebrews 10:22; Hebrews 12:14; Ezekiel 36:25–27
  9. 9 Hebrews 12:14; James 3:16–18; Romans 12:18; Galatians 5:22; Psalm 120:6
  10. 10 James 1:12; 1 Peter 3:13–14; 2 Corinthians 4:17; Matthew 5:3; James 1:2–5
  11. 11 1 Peter 4:14; Luke 21:17; Mark 13:13; Matthew 24:9; Luke 6:22
  12. 12 Luke 6:23; James 1:2; Colossians 3:24; 1 Peter 4:13; Colossians 1:24
  13. 13 Colossians 4:6; Luke 14:34–35; Mark 9:49–50; Leviticus 2:13; Hebrews 6:4–6
  14. 14 Philippians 2:15; John 8:12; Ephesians 5:8–14; 1 Thessalonians 5:5; Proverbs 4:18
  15. 15 Luke 11:33; Mark 4:21; Luke 8:16; Numbers 8:2; Exodus 25:37
  16. 16 1 Peter 2:12; Titus 2:7; John 15:8; 1 John 1:5–7; Philippians 2:15–16
  17. 17 Romans 10:4; Luke 16:17; Galatians 4:4–5; Romans 3:31; Romans 8:4
  18. 18 Luke 16:17; Isaiah 40:8; 1 Peter 1:25; Psalm 119:89–90; Matthew 24:34–35
  19. 19 Deuteronomy 12:32; James 2:10–11; Matthew 28:20; Romans 13:8–10; Matthew 11:11
  20. 20 Romans 10:2–3; Philippians 3:9; Romans 9:30–32; Luke 16:14–15; Matthew 23:2–5
  21. 21 Deuteronomy 5:17; Exodus 20:13; Numbers 35:30–34; Exodus 21:12–14; Numbers 35:16–21
  22. 22 1 John 3:14–15; 1 John 4:20–21; 1 John 2:9; Ephesians 4:26–27; Ephesians 4:31–32
  23. 23 Mark 11:25; Leviticus 6:2–6; Matthew 5:24; Matthew 23:19; Matthew 8:4
  24. 24 James 5:16; Romans 12:17–18; Matthew 18:15–17; Job 42:8; 1 Peter 3:7–8
  25. 25 Luke 12:58–59; Proverbs 25:8; Luke 14:31–32; Hebrews 3:13; Isaiah 55:6–7
  26. 26 Matthew 18:34; Luke 12:59; James 2:13; 2 Thessalonians 1:9; Luke 16:26
  27. 27 Deuteronomy 5:18; Proverbs 6:32; Exodus 20:14; Leviticus 20:10; Deuteronomy 22:22–24
  28. 28 James 1:14–15; 1 John 2:16; Proverbs 6:25; Exodus 20:17; 2 Samuel 11:2
  29. 29 Mark 9:43–48; Romans 8:13; Colossians 3:5; Romans 6:6; 1 Peter 4:1–3
  30. 30 Mark 9:43; Matthew 5:29; 1 Peter 2:8; Romans 14:20–21; Matthew 18:6–7
  31. 31 Jeremiah 3:1; Deuteronomy 24:1–4; Matthew 19:7; Mark 10:2–9; Matthew 19:3
  32. 32 Romans 7:3; Luke 16:18; 1 Corinthians 7:10–11; 1 Corinthians 7:4; Matthew 19:8–9
  33. 33 Deuteronomy 23:21; Leviticus 19:12; Ecclesiastes 5:4–6; Deuteronomy 23:23; Psalm 76:11
  34. 34 James 5:12; Isaiah 66:1; Deuteronomy 23:21–23; Matthew 23:16–22; Ecclesiastes 9:2
  35. 35 Psalm 48:2; Malachi 1:14; Revelation 21:10; 2 Chronicles 6:6; Psalm 99:5
  36. 36 Luke 12:25; Matthew 6:27; Matthew 23:16–21
  37. 37 James 5:12; Colossians 4:6; Colossians 3:9; 2 Corinthians 1:17–20; John 8:44
  38. 38 Leviticus 24:19–20; Deuteronomy 19:21; Exodus 21:22–27; Deuteronomy 19:19
  39. 39 1 Thessalonians 5:15; 1 Peter 3:9; Romans 12:17–19; Proverbs 20:22; Luke 6:29–30
  40. 40 Luke 6:29; 1 Corinthians 6:7
  41. 41 Luke 23:26
  42. 42 Proverbs 19:17; Hebrews 13:16; Luke 6:30–36; 1 Timothy 6:17–19; Psalm 112:5–9
  43. 43 Leviticus 19:18; Psalm 139:21–22; Galatians 5:13–14; Matthew 19:19; Romans 13:8–10
  44. 44 Romans 12:14; 1 Peter 3:9; Luke 6:27–28; Romans 12:20–21; Proverbs 25:21–22
  45. 45 Psalm 145:9; Luke 6:35; Acts 14:17; Job 25:3; Ephesians 5:1
  46. 46 Luke 6:32–35; 1 Peter 2:20–23; Matthew 11:19; Matthew 9:10–11; Matthew 18:17
  47. 47 Luke 6:32; Matthew 5:20; 1 Peter 2:20; Luke 10:4–5
  48. 48 1 Peter 1:15–16; James 1:4; Leviticus 19:2; Ephesians 5:1–2; Luke 6:36

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 5:16 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon IV)

    It is wont to perplex many persons, Dearly beloved, that our Lord Jesus Christ in His Evangelical Sermon, after He had first said, "Let your light so shine before men, that they may see your good works, and glorify your Father which is in heaven;" said afterwards, "Take heed that ye do not your righteousness before men to be seen …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 5:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XV)

    See how unambitious He was, and void of boasting: in that He did not lead people about with Him, but whereas, when healing was required, He had Himself gone about everywhere, visiting both towns and country places; now when the multitude is become very great, He sits in one spot: and that not in the midst of any city or …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 5:3 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … be forgiven unto you; be merciful, that ye may obtain mercy; with what measure ye mete, it shall be measured to you again;" and once more, "Blessed are the poor, and those that are persecuted for righteousness' sake, for theirs is the kingdom of God." Chapter III — Expressions of personal unworthiness These things, brethren, I write to you concerning …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 5:28 Justin Martyr, First Apology (Chapters XIII–XVI)

    … eye offend thee, cut it out; for it is better for thee to enter into the kingdom of heaven with one eye, than, having two eyes, to be cast into everlasting fire." And, "Whosoever shall marry her that is divorced from another husband, committeth adultery." And, "There are some who have been made eunuchs of men, and some who were …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 5:18 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters III–IV)

    … like manner, they assert that the ten Æons are pointed out by the letter Iota, which begins His name; while, for the same reason, they tell us the Saviour said, "One Iota, or one tittle, shall by no means pass away until all be fulfilled."

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)