Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 6 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 προσεχετε την ελεημοσυνην υμων μη ποιειν εμπροσθεν των ανθρωπων προς το θεαθηναι αυτοις· ει δε μηγε, μισθον ουκ εχετε παρα τω πατρι υμων τω εν τοις ουρανοις.
1 Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
2 οταν ουν ποιης ελεημοσυνην, μη σαλπισης εμπροσθεν σου, ωσπερ οι υποκριται ποιουσιν εν ταις συναγωγαις και εν ταις ρυμαις, οπως δοξασθωσιν υπο των ανθρωπων· αμην λεγω υμιν, απεχουσιν τον μισθον αυτων.
2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
3 σου δε ποιουντος ελεημοσυνην μη γνωτω η αριστερα σου τι ποιει η δεξια σου,
3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου,
4 οπως η σου η ελεημοσυνη εν τω κρυπτω, και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αποδωσει σοι εν τω φανερω.
4 ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
5 και οταν προσευχη, ουκ εση ωσπερ οι υποκριται, οτι φιλουσιν εν ταις συναγωγαις και εν ταις γωνιαις των πλατειων εστωτες προσευχεσθαι, οπως αν φανωσιν τοις ανθρωποις· αμην λεγω υμιν οτι απεχουσιν τον μισθον αυτων.
5 Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
6 συ δε οταν προσευχη, εισελθε εις το ταμιειον σου, και κλεισας την θυραν σου προσευξαι τω πατρι σου τω εν τω κρυπτω, και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αποδωσει σοι εν τω φανερω.
6 σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
7 προσευχομενοι δε μη βαττολογησητε ωσπερ οι εθνικοι· δοκουσιν γαρ οτι εν τη πολυλογια αυτων εισακουσθησονται.
7 Προσευχόμενοι δὲ μὴ βαττολογήσητε ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται.
8 μη ουν ομοιωθητε αυτοις· οιδεν γαρ ο πατηρ υμων ων χρειαν εχετε προ του υμας αιτησαι αυτον.
8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.
9 ουτως ουν προσευχεσθε υμεις· πατερ ημων ο εν τοις ουρανοις· αγιασθητω το ονομα σου·
9 Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου·
10 ελθετω η βασιλεια σου· γενηθητω το θελημα σου, ως εν ουρανω, και επι της γης·
10 ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς·
11 τον αρτον ημων τον επιουσιον δος ημιν σημερον·
11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
12 και αφες ημιν τα οφειληματα ημων, ως και ημεις αφιεμεν τοις οφειλεταις ημων·
12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·
13◆ και μη εισενεγκης ημας εις πειρασμον, αλλα ρυσαι ημας απο του πονηρου. οτι σου εστιν η βασιλεια και η δυναμις και η δοξα εις τους αιωνας· αμην.
13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
14 εαν γαρ αφητε τοις ανθρωποις τα παραπτωματα αυτων, αφησει και υμιν ο πατηρ υμων ο ουρανιος·
14 Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·
15 εαν δε μη αφητε τοις ανθρωποις τα παραπτωματα αυτων, ουδε ο πατηρ υμων αφησει τα παραπτωματα υμων.
15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
16 οταν δε νηστευητε, μη γινεσθε ωσπερ οι υποκριται σκυθρωποι· αφανιζουσιν γαρ τα προσωπα αυτων οπως φανωσιν τοις ανθρωποις νηστευοντες· αμην λεγω υμιν οτι απεχουσιν τον μισθον αυτων.
16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
17 συ δε νηστευων αλειψαι σου την κεφαλην και το προσωπον σου νιψαι,
17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι,
18 οπως μη φανης τοις ανθρωποις νηστευων, αλλα τω πατρι σου τω εν τω κρυπτω, και ο πατηρ σου ο βλεπων εν τω κρυπτω αποδωσει σοι [εν τω φανερω].
18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι [ἐν τῷ φανερῷ].
19 μη θησαυριζετε υμιν θησαυρους επι της γης, οπου σης και βρωσις αφανιζει, και οπου κλεπται διορυσσουσιν και κλεπτουσιν·
19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι·
20 θησαυριζετε δε υμιν θησαυρους εν ουρανω, οπου ουτε σης ουτε βρωσις αφανιζει, και οπου κλεπται ου διορυσσουσιν ουδε κλεπτουσιν·
20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·
21 οπου γαρ εστιν ο θησαυρος υμων, εκει εσται και η καρδια υμων.
21 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.
22 ο λυχνος του σωματος εστιν ο οφθαλμος· εαν ουν ο οφθαλμος σου απλους η, ολον το σωμα σου φωτεινον εσται·
22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται·
23 εαν δε ο οφθαλμος σου πονηρος η, ολον το σωμα σου σκοτεινον εσται. ει ουν το φως το εν σοι σκοτος εστιν, το σκοτος ποσον;
23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον;
24 ουδεις δυναται δυσιν κυριοις δουλευειν· η γαρ τον ενα μισησει και τον ετερον αγαπησει, η ενος ανθεξεται και του ετερου καταφρονησει. ου δυνασθε θεω δουλευειν και μαμωνα.
24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
25 δια τουτο λεγω υμιν, μη μεριμνατε τη ψυχη υμων τι φαγητε και τι πιητε, μηδε τω σωματι υμων τι ενδυσησθε· ουχι η ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος;
25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
26 εμβλεψατε εις τα πετεινα του ουρανου, οτι ου σπειρουσιν ουδε θεριζουσιν ουδε συναγουσιν εις αποθηκας, και ο πατηρ υμων ο ουρανιος τρεφει αυτα· ουχ υμεις μαλλον διαφερετε αυτων;
26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
27 τις δε εξ υμων μεριμνων δυναται προσθειναι επι την ηλικιαν αυτου πηχυν ενα;
27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
28 και περι ενδυματος τι μεριμνατε; καταμαθετε τα κρινα του αγρου πως αυξανει· ου κοπια ουδε νηθει·
28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει·
29 λεγω δε υμιν οτι ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων.
29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
30 ει δε τον χορτον του αγρου, σημερον οντα και αυριον εις κλιβανον βαλλομενον, ο θεος ουτως αμφιεννυσιν, ου πολλω μαλλον υμας, ολιγοπιστοι;
30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
31 μη ουν μεριμνησητε λεγοντες, τι φαγωμεν η τι πιωμεν η τι περιβαλωμεθα;
31 μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα;
32 παντα γαρ ταυτα τα εθνη επιζητει· οιδεν γαρ ο πατηρ υμων ο ουρανιος οτι χρηζετε τουτων απαντων.
32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
33 ζητειτε δε πρωτον την βασιλειαν του θεου και την δικαιοσυνην αυτου, και ταυτα παντα προστεθησεται υμιν.
33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
34 μη ουν μεριμνησητε εις την αυριον· η γαρ αυριον μεριμνησει τα εαυτης· αρκετον τη ημερα η κακια αυτης.
34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
Cross references (34)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 23:5; John 12:43; Hebrews 6:10; Matthew 23:28–30; Luke 16:15
  2. 2 Matthew 6:5; 2 Corinthians 9:6–15; John 5:41; Matthew 6:16; James 2:15–16
  3. 3 John 7:4; Matthew 9:30; Mark 1:44; Matthew 12:19
  4. 4 Matthew 6:18; Matthew 6:6; Jeremiah 17:10; Luke 14:14; Psalm 44:21
  5. 5 Matthew 6:2; Luke 18:10–11; Luke 18:13; Mark 11:25; Isaiah 55:6–7
  6. 6 2 Kings 4:33; Matthew 14:23; Isaiah 65:24; Acts 9:40; Psalm 34:15
  7. 7 Ecclesiastes 5:2–3; Ecclesiastes 5:7; 1 Kings 18:26–29; Matthew 6:32; Matthew 26:44
  8. 8 Matthew 6:32; Luke 12:30; Philippians 4:6; John 16:23–27; Psalm 38:9
  9. 9 Luke 11:1–4; Revelation 4:11; Romans 8:15; Isaiah 64:8; Psalm 111:9
  10. 10 Hebrews 10:36; Matthew 26:42; Matthew 12:50; John 4:34; 1 Thessalonians 5:18
  11. 11 Proverbs 30:8; Luke 11:3; Matthew 4:4; Psalm 34:10; John 6:31–59
  12. 12 Ephesians 4:32; Mark 11:25; Ephesians 1:7; Matthew 18:21–35; Colossians 3:13
  13. 13 1 Corinthians 10:13; John 17:15; Revelation 7:14–17; Matthew 26:41; 2 Thessalonians 3:3
  14. 14 Ephesians 4:32; Mark 11:25; Colossians 3:13; Matthew 7:2; James 2:13
  15. 15 Matthew 18:35
  16. 16 Isaiah 58:3–5; Matthew 9:14–15; Nehemiah 1:4; Daniel 9:3; Psalm 69:10
  17. 17 Ruth 3:3; Ecclesiastes 9:8; 2 Samuel 12:20; Daniel 10:2–3; 2 Samuel 14:2
  18. 18 Matthew 6:6; Matthew 6:4; 2 Corinthians 10:18; 2 Corinthians 5:9; 1 Peter 2:13
  19. 19 Hebrews 13:5; 1 John 2:15–16; Luke 12:21; Proverbs 23:4–5; James 5:1–3
  20. 20 Luke 12:33; Matthew 19:21; 1 Timothy 6:19; James 2:5; Luke 18:22
  21. 21 Colossians 3:1–3; Luke 12:34; 2 Corinthians 4:18; Proverbs 4:23; Isaiah 33:6
  22. 22 Luke 11:34–36; 2 Corinthians 11:3; Colossians 3:22
  23. 23 1 John 2:11; Matthew 6:22; Isaiah 5:20–21; Jeremiah 4:22; Proverbs 26:12
  24. 24 1 John 2:15–16; Luke 16:13; James 4:4; 1 Timothy 6:9–10; Joshua 24:15
  25. 25 Philippians 4:6; Romans 8:32; 1 Peter 5:7; Psalm 55:22; Luke 12:22–31
  26. 26 Matthew 10:29–31; Psalm 147:9; Luke 12:24–32; Job 38:41; Psalm 145:15–16
  27. 27 Luke 12:25–26; Ecclesiastes 3:14; Matthew 5:36; Psalm 39:5–6; 1 Corinthians 12:18
  28. 28 Matthew 6:25; Philippians 4:6; Luke 12:27; Luke 22:35–36; Matthew 6:31
  29. 29 2 Chronicles 9:20–22; 2 Chronicles 9:4–6; 1 Timothy 2:9–10; 1 Kings 10:4–7; 1 Peter 3:2–5
  30. 30 Luke 12:28; Matthew 14:31; 1 Peter 1:24; Matthew 8:26; Matthew 16:8
  31. 31 1 Peter 5:7; Luke 12:29; Matthew 4:4; Psalm 55:22; Matthew 15:33
  32. 32 Matthew 6:8; Luke 12:30; Ephesians 4:17; Luke 11:11–13; Psalm 17:14
  33. 33 Luke 12:31; Matthew 5:6; John 6:27; Psalm 34:9–10; Psalm 84:11–12
  34. 34 Matthew 6:25; John 14:27; Hebrews 13:5–6; John 16:33; Luke 11:3

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

Why does my Bible say something different?

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon VII)

    The order established for your edification requires that ye learn first what to believe, and afterwards what to ask. For so saith the Apostle, "Whosoever shall call upon the Name of the Lord, shall be saved." This testimony blessed Paul cited out of the Prophet; for by the Prophet were those times foretold, when all men should call upon God; …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Commentary 6:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XIX)

    He roots out in what remains the most tyrannical passion of all, the rage and madness with respect to vainglory, which springs up in them that do right.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Quotes verse 6:19 Justin Martyr, First Apology (Chapters XIII–XVI)

    Lay up treasure, therefore, in heaven, where neither moth nor rust doth corrupt." And, "Be ye kind and merciful, as your Father also is kind and merciful, and maketh His sun to rise on sinners, and the righteous, and the wicked.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 6:24 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter VII)

    In like manner also, that [text] which says, "Ye cannot serve two masters," He does Himself interpret, saying, "Ye cannot serve God and mammon;" acknowledging God indeed as God, but mentioning mammon, a thing having also an existence.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Quotes verse 6:12 Augustine of Hippo, Confessions (Book IX, Chapter XIII)

    … unto me, through that Medicine of our wounds who hung upon the tree, and who, sitting at Thy right hand, "maketh intercession for us." I know that she acted mercifully, and from the heart forgave her debtors their debts; do Thou also forgive her debts, whatever she contracted during so many years since the water of salvation.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)