Skip to the text

John · Byzantine Textform (Robinson-Pierpont 2018)

John 4 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ωσ ουν εγνω ο κυριοσ οτι ηκουσαν οι φαρισαιοι οτι ιησουσ πλειονασ μαθητασ ποιει και βαπτιζει η ιωαννησ
1 Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης —
2 καιτοιγε ιησουσ αυτοσ ουκ εβαπτιζεν αλλ οι μαθηται αυτου
2 καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ —
3 αφηκεν την ιουδαιαν και απηλθεν εισ την γαλιλαιαν
3 ἀφῆκε τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.
4 εδει δε αυτον διερχεσθαι δια τησ σαμαρειασ
4 Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.
5 ερχεται ουν εισ πολιν τησ σαμαρειασ λεγομενην συχαρ πλησιον του χωριου ο εδωκεν ιακωβ ιωσηφ τω υιω αυτου
5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ·
6 ην δε εκει πηγη του ιακωβ ο ουν ιησουσ κεκοπιακωσ εκ τησ οδοιποριασ εκαθεζετο ουτωσ επι τη πηγη ωρα ην ωσει εκτη
6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη.
7 ερχεται γυνη εκ τησ σαμαρειασ αντλησαι υδωρ λεγει αυτη ο ιησουσ δοσ μοι πιειν
7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν.
8 οι γαρ μαθηται αυτου απεληλυθεισαν εισ την πολιν ινα τροφασ αγορασωσιν
8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι.
9 λεγει ουν αυτω η γυνη η σαμαρειτισ πωσ συ ιουδαιοσ ων παρ εμου πιειν αιτεισ ουσησ γυναικοσ σαμαρειτιδοσ ου γαρ συγχρωνται ιουδαιοι σαμαρειταισ
9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
10 απεκριθη ιησουσ και ειπεν αυτη ει ηδεισ την δωρεαν του θεου και τισ εστιν ο λεγων σοι δοσ μοι πιειν συ αν ητησασ αυτον και εδωκεν αν σοι υδωρ ζων
10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
11 λεγει αυτω η γυνη κυριε ουτε αντλημα εχεισ και το φρεαρ εστιν βαθυ ποθεν ουν εχεισ το υδωρ το ζων
11 λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
12 μη συ μειζων ει του πατροσ ημων ιακωβ οσ εδωκεν ημιν το φρεαρ και αυτοσ εξ αυτου επιεν και οι υιοι αυτου και τα θρεμματα αυτου
12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
13 απεκριθη ιησουσ και ειπεν αυτη πασ ο πινων εκ του υδατοσ τουτου διψησει παλιν
13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
14 οσ δ αν πιη εκ του υδατοσ ου εγω δωσω αυτω ου μη διψηση εισ τον αιωνα αλλα το υδωρ ο δωσω αυτω γενησεται εν αυτω πηγη υδατοσ αλλομενου εισ ζωην αιωνιον
14 ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
15 λεγει προσ αυτον η γυνη κυριε δοσ μοι τουτο το υδωρ ινα μη διψω μηδε ερχομαι ενθαδε αντλειν
15 λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.
16 λεγει αυτη ο ιησουσ υπαγε φωνησον τον ανδρα σου και ελθε ενθαδε
16 λέγει αὐτῇ ὁ Ἰησοῦς· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.
17 απεκριθη η γυνη και ειπεν ουκ εχω ανδρα λεγει αυτη ο ιησουσ καλωσ ειπασ οτι ανδρα ουκ εχω
17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω·
18 πεντε γαρ ανδρασ εσχεσ και νυν ον εχεισ ουκ εστιν σου ανηρ τουτο αληθεσ ειρηκασ
18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
19 λεγει αυτω η γυνη κυριε θεωρω οτι προφητησ ει συ
19 λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
20 οι πατερεσ ημων εν τω ορει τουτω προσεκυνησαν και υμεισ λεγετε οτι εν ιεροσολυμοισ εστιν ο τοποσ οπου δει προσκυνειν
20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν.
21 λεγει αυτη ο ιησουσ γυναι πιστευσον μοι οτι ερχεται ωρα οτε ουτε εν τω ορει τουτω ουτε εν ιεροσολυμοισ προσκυνησετε τω πατρι
21 λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί.
22 υμεισ προσκυνειτε ο ουκ οιδατε ημεισ προσκυνουμεν ο οιδαμεν οτι η σωτηρια εκ των ιουδαιων εστιν
22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
23 αλλ ερχεται ωρα και νυν εστιν οτε οι αληθινοι προσκυνηται προσκυνησουσιν τω πατρι εν πνευματι και αληθεια και γαρ ο πατηρ τοιουτουσ ζητει τουσ προσκυνουντασ αυτον
23 ἀλλ᾽ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
24 πνευμα ο θεοσ και τουσ προσκυνουντασ αυτον εν πνευματι και αληθεια δει προσκυνειν
24 πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
25 λεγει αυτω η γυνη οιδα οτι μεσιασ ερχεται ο λεγομενοσ χριστοσ οταν ελθη εκεινοσ αναγγελει ημιν παντα
25 λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.
26 λεγει αυτη ο ιησουσ εγω ειμι ο λαλων σοι
26 λέγει αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ λαλῶν σοι.
27 και επι τουτω ηλθον οι μαθηται αυτου και εθαυμασαν οτι μετα γυναικοσ ελαλει ουδεισ μεντοι ειπεν τι ζητεισ η τι λαλεισ μετ αυτησ
27 καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ᾽ αὐτῆς;
28 αφηκεν ουν την υδριαν αυτησ η γυνη και απηλθεν εισ την πολιν και λεγει τοισ ανθρωποισ
28 Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις·
29 δευτε ιδετε ανθρωπον οσ ειπεν μοι παντα οσα εποιησα μητι ουτοσ εστιν ο χριστοσ
29 δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;
30 εξηλθον εκ τησ πολεωσ και ηρχοντο προσ αυτον
30 ἐξῆλθον [οὖν] ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
31 εν δε τω μεταξυ ηρωτων αυτον οι μαθηται λεγοντεσ ραββι φαγε
31 Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ῥαββί, φάγε.
32 ο δε ειπεν αυτοισ εγω βρωσιν εχω φαγειν ην υμεισ ουκ οιδατε
32 ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.
33 ελεγον ουν οι μαθηται προσ αλληλουσ μη τισ ηνεγκεν αυτω φαγειν
33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;
34 λεγει αυτοισ ο ιησουσ εμον βρωμα εστιν ινα ποιω το θελημα του πεμψαντοσ με και τελειωσω αυτου το εργον
34 λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
35 ουχ υμεισ λεγετε οτι ετι τετραμηνοσ εστιν και ο θερισμοσ ερχεται ιδου λεγω υμιν επαρατε τουσ οφθαλμουσ υμων και θεασασθε τασ χωρασ οτι λευκαι εισιν προσ θερισμον ηδη
35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.
36 και ο θεριζων μισθον λαμβανει και συναγει καρπον εισ ζωην αιωνιον ινα και ο σπειρων ομου χαιρη και ο θεριζων
36 καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
37 εν γαρ τουτω ο λογοσ εστιν ο αληθινοσ οτι αλλοσ εστιν ο σπειρων και αλλοσ ο θεριζων
37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
38 εγω απεστειλα υμασ θεριζειν ο ουχ υμεισ κεκοπιακατε αλλοι κεκοπιακασιν και υμεισ εισ τον κοπον αυτων εισεληλυθατε
38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
39 εκ δε τησ πολεωσ εκεινησ πολλοι επιστευσαν εισ αυτον των σαμαρειτων δια τον λογον τησ γυναικοσ μαρτυρουσησ οτι ειπεν μοι παντα οσα εποιησα
39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα.
40 ωσ ουν ηλθον προσ αυτον οι σαμαρειται ηρωτων αυτον μειναι παρ αυτοισ και εμεινεν εκει δυο ημερασ
40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
41 και πολλω πλειουσ επιστευσαν δια τον λογον αυτου
41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,
42 τη τε γυναικι ελεγον οτι ουκετι δια την σην λαλιαν πιστευομεν αυτοι γαρ ακηκοαμεν και οιδαμεν οτι ουτοσ εστιν αληθωσ ο σωτηρ του κοσμου ο χριστοσ
42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.
43 μετα δε τασ δυο ημερασ εξηλθεν εκειθεν και απηλθεν εισ την γαλιλαιαν
43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.
44 αυτοσ γαρ ο ιησουσ εμαρτυρησεν οτι προφητησ εν τη ιδια πατριδι τιμην ουκ εχει
44 αὐτὸς γὰρ ὁ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.
45 οτε ουν ηλθεν εισ την γαλιλαιαν εδεξαντο αυτον οι γαλιλαιοι παντα εωρακοτεσ α εποιησεν εν ιεροσολυμοισ εν τη εορτη και αυτοι γαρ ηλθον εισ την εορτην
45 ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ἃ ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
46 ηλθεν ουν παλιν ο ιησουσ εισ την κανα τησ γαλιλαιασ οπου εποιησεν το υδωρ οινον και ην τισ βασιλικοσ ου ο υιοσ ησθενει εν καπερναουμ
46 Ἦλθεν οὖν πάλιν ὁ Ἰησοῦς εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ·
47 ουτοσ ακουσασ οτι ιησουσ ηκει εκ τησ ιουδαιασ εισ την γαλιλαιαν απηλθεν προσ αυτον και ηρωτα αυτον ινα καταβη και ιασηται αυτου τον υιον εμελλεν γαρ αποθνησκειν
47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν.
48 ειπεν ουν ο ιησουσ προσ αυτον εαν μη σημεια και τερατα ιδητε ου μη πιστευσητε
48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.
49 λεγει προσ αυτον ο βασιλικοσ κυριε καταβηθι πριν αποθανειν το παιδιον μου
49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.
50 λεγει αυτω ο ιησουσ πορευου ο υιοσ σου ζη και επιστευσεν ο ανθρωποσ τω λογω ω ειπεν αυτω ο ιησουσ και επορευετο
50 λέγει αὐτῷ ὁ Ἰησοῦς· πορεύου· ὁ υἱός σου ζῇ. καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ᾧ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο.
51 ηδη δε αυτου καταβαινοντοσ οι δουλοι αυτου απηντησαν αυτω και απηγγειλαν λεγοντεσ οτι ο παισ σου ζη
51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς σου ζῇ.
52 επυθετο ουν παρ αυτων την ωραν εν η κομψοτερον εσχεν και ειπον αυτω οτι χθεσ ωραν εβδομην αφηκεν αυτον ο πυρετοσ
52 ἐπύθετο οὖν παρ᾽ αὐτῶν τὴν ὥραν ἐν ᾗ κομψότερον ἔσχε. καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.
53 εγνω ουν ο πατηρ οτι εν εκεινη τη ωρα εν η ειπεν αυτω ο ιησουσ οτι ο υιοσ σου ζη και επιστευσεν αυτοσ και η οικια αυτου ολη
53 ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
54 τουτο παλιν δευτερον σημειον εποιησεν ο ιησουσ ελθων εκ τησ ιουδαιασ εισ την γαλιλαιαν
54 Τοῦτο πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

Places

  • Cana

    Today: Northern Israel (Galilee)

    Cana's exact site is debated — Kafr Kanna and Khirbet Qana near Nazareth are the leading candidates (approximate location). It is remembered as the place of Jesus' first miracle.

    Cited in the guide: John 2:1-11; John 4:46

  • Shechem

    Today: West Bank (near Nablus)

    Shechem lay between Mount Gerizim and Mount Ebal. Abram built an altar here, Joshua gathered Israel for covenant renewal, and Jacob's well stands nearby.

    Cited in the guide: Genesis 12:6; Joshua 24:1; John 4:5

Cross references (52)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 3:26; John 3:22; 2 Corinthians 4:5; Luke 1:76; 1 Corinthians 15:47
  2. 2 1 Corinthians 1:13–17; Acts 10:48
  3. 3 Matthew 10:23; John 11:54; John 3:22; John 10:40; John 2:11
  4. 4 Luke 17:11; Luke 9:51–52; Matthew 10:5–6; Luke 2:49
  5. 5 Joshua 24:32; Genesis 33:19; Genesis 48:22; John 4:12
  6. 6 Hebrews 4:15; Hebrews 2:17; Matthew 8:24; Matthew 4:2; Matthew 27:45
  7. 7 Matthew 10:42; 1 Kings 17:10; John 19:28; Genesis 24:43; 2 Samuel 23:15–17
  8. 8 John 6:5–7; Luke 9:13; John 4:39; John 4:5
  9. 9 Acts 10:28; 2 Kings 17:24–41; Matthew 10:5; John 8:48; Luke 17:16–19
  10. 10 John 4:14; Revelation 7:17; John 7:37–39; Isaiah 44:3; Revelation 21:6
  11. 11 1 Corinthians 2:14; John 3:4
  12. 12 John 8:53; Matthew 12:42; Hebrews 3:3; Isaiah 53:2–3; John 4:6
  13. 13 John 6:27; Isaiah 65:13–14; Luke 16:24
  14. 14 John 7:38–39; John 6:35; Isaiah 49:10; Revelation 7:16; Ephesians 1:13–14
  15. 15 John 6:34; Romans 8:5; Psalm 4:6; James 4:3; John 6:26
  16. 16 Hebrews 4:13; Revelation 2:23; John 21:17; John 2:24–25; John 4:18
  17. 18 Jeremiah 3:20; Romans 7:3; 1 Corinthians 7:10–11; Mark 10:12; Genesis 34:7–8
  18. 19 John 6:14; Luke 7:39; John 9:17; Luke 7:16; John 7:40
  19. 20 Deuteronomy 12:5–11; Genesis 33:18–20; 2 Chronicles 7:12; Genesis 12:6–7; Deuteronomy 11:29
  20. 21 1 Timothy 2:8; Ephesians 2:18; Malachi 1:11; Matthew 18:20; John 4:23
  21. 22 Acts 17:23; Romans 9:4–5; Isaiah 2:3; Luke 24:47; Acts 17:30
  22. 23 Philippians 3:3; Matthew 15:7–9; John 5:25; Galatians 4:6; Romans 8:26
  23. 24 2 Corinthians 3:17; Matthew 15:8–9; Philippians 3:3; Psalm 51:17; Isaiah 57:15
  24. 25 John 1:49; Daniel 9:24–26; John 4:29; John 4:42; Matthew 1:16
  25. 26 John 8:24; Mark 14:61–62; John 9:35–37; Romans 10:20–21; Matthew 26:63–64
  26. 27 Luke 7:39; John 4:8–9
  27. 28 John 4:7; Luke 24:33; Matthew 28:8; Luke 24:9; Mark 16:8–10
  28. 29 Revelation 22:17; 1 Corinthians 14:24–25; John 1:41–49; John 4:25; John 4:17–18
  29. 30 Acts 10:33; Acts 13:42; Matthew 11:20–24; Matthew 2:1–3; Luke 17:16–18
  30. 31 John 1:38; Genesis 24:33
  31. 32 Job 23:12; Psalm 119:103; John 4:34; Proverbs 18:20; Jeremiah 15:16
  32. 33 Luke 9:45; Matthew 16:6–11
  33. 34 John 6:38; John 5:30; Job 23:12; John 17:4; John 19:30
  34. 35 Luke 10:2–3; Matthew 9:37–38
  35. 36 James 5:19–20; 1 Corinthians 3:5–9; Romans 1:13; Proverbs 11:30; 2 Timothy 4:7–8
  36. 37 Micah 6:15; Job 31:8; Judges 6:3; Luke 19:21
  37. 38 John 1:7; Acts 10:42–43; 2 Chronicles 36:15; 1 Peter 1:11–12; Acts 8:14–17
  38. 39 John 4:29; John 4:5; John 10:41–42; John 11:45; John 4:42
  39. 40 Revelation 3:20; Luke 24:29; 2 Corinthians 6:1–2; Acts 16:15; Luke 8:38
  40. 41 Acts 1:8; 1 Corinthians 2:4–5; Acts 8:25; Acts 8:12; Matthew 7:28–29
  41. 42 1 John 4:14; John 1:29; 1 Timothy 4:10; 1 John 5:20; 2 Corinthians 5:19
  42. 43 Mark 7:27–28; Matthew 15:21–24; Matthew 4:13; John 4:40; Romans 15:8
  43. 44 Matthew 13:57; Luke 4:24; Mark 6:4
  44. 45 John 2:23; John 2:13–16; Deuteronomy 16:16; Luke 9:53; John 3:2
  45. 46 John 2:1–11; Psalm 50:15; Hosea 5:15; Matthew 9:18; Luke 8:42
  46. 47 Acts 9:38; John 11:32; Luke 7:6–8; Mark 10:47; Luke 8:41
  47. 48 John 20:29; 1 Corinthians 1:22; Hebrews 2:4; Daniel 4:2; John 12:37
  48. 49 Mark 5:23; Mark 5:35–36; Psalm 88:10–12; Psalm 40:17
  49. 50 Matthew 8:13; Romans 4:20–21; Mark 7:29–30; Luke 17:14; Acts 14:9–10
  50. 51 1 Kings 17:23
  51. 53 Psalm 107:20; Luke 19:9; Psalm 33:9; Acts 16:34; Acts 11:14
  52. 54 John 2:1–11; John 4:45

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 4:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter IV — 1-42)

    It is nothing new to your ears, beloved, that the Evangelist John, like an eagle, takes a loftier flight, and soars above the dark mist of earth, to gaze with steadier eyes upon the light of truth.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Commentary 4:13 John Chrysostom, Homilies on the Gospel of John (Homily XXXII)

    Scripture calls the grace of the Spirit sometimes "Fire," sometimes "Water," showing that these names are not descriptive of its essence, but of its operation; for the Spirit, being Invisible and Simple, cannot be made up of different substances. Now the one John declares, speaking thus, "He shall baptize you with the Holy Ghost, and with Fire" ( Matt. iii.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  3. Quotes verse 4:50 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XXI)

    Then, again, withdrawing Himself [from Judæa], He is found in Samaria; on which occasion, too, He conversed with the Samaritan woman, and while at a distance, cured the son of the centurion by a word, saying, "Go thy way, thy son liveth." Afterwards He went up, the second time, to observe the festival day of the passover in Jerusalem; on …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 4:14 Augustine of Hippo, Confessions (Book VI)

    … out more frequent prayers and tears, that Thou wouldest hasten Thy aid, and enlighten my darkness; and she hurried all the more assiduously to the church, and hung upon the words of Ambrose, praying for the fountain of water that springeth up into everlasting life. For she loved that man as an angel of God, because she knew that it …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 4:49 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXVI)

    He, for example, who is set down in John, is for dragging Him unto his house, and saith, "Come down, for my child is ready to die." But not so this man; rather he is far superior both to him, and to those who let down the bed through the roof.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)