Skip to the text

Mark · Byzantine Textform (Robinson-Pierpont 2018)

Mark 14 Byzantine Textform (Robinson-Pierpont 2018)

Leer en español
About RP2018
  • Scholarly edition
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 2018
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
RP2018 Byzantine Textform (Robinson-Pierpont 2018)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ην δε το πασχα και τα αζυμα μετα δυο ημερασ και εζητουν οι αρχιερεισ και οι γραμματεισ πωσ αυτον εν δολω κρατησαντεσ αποκτεινωσιν
1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.
2 ελεγον δε μη εν τη εορτη μηποτε θορυβοσ εσται του λαου
2 ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
3 και οντοσ αυτου εν βηθανια εν τη οικια σιμωνοσ του λεπρου κατακειμενου αυτου ηλθεν γυνη εχουσα αλαβαστρον μυρου ναρδου πιστικησ πολυτελουσ και συντριψασα το αλαβαστρον κατεχεεν αυτου κατα τησ κεφαλησ
3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς.
4 ησαν δε τινεσ αγανακτουντεσ προσ εαυτουσ και λεγοντεσ εισ τι η απωλεια αυτη του μυρου γεγονεν
4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
5 ηδυνατο γαρ τουτο πραθηναι επανω τριακοσιων δηναριων και δοθηναι τοισ πτωχοισ και ενεβριμωντο αυτη
5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.
6 ο δε ιησουσ ειπεν αφετε αυτην τι αυτη κοπουσ παρεχετε καλον εργον ειργασατο εν εμοι
6 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί.
7 παντοτε γαρ τουσ πτωχουσ εχετε μεθ εαυτων και οταν θελητε δυνασθε αυτουσ ευ ποιησαι εμε δε ου παντοτε εχετε
7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8 ο εσχεν αυτη εποιησεν προελαβεν μυρισαι μου το σωμα εισ τον ενταφιασμον
8 ὃ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.
9 αμην λεγω υμιν οπου εαν κηρυχθη το ευαγγελιον τουτο εισ ολον τον κοσμον και ο εποιησεν αυτη λαληθησεται εισ μνημοσυνον αυτησ
9 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10 και ο ιουδασ ο ισκαριωτησ εισ των δωδεκα απηλθεν προσ τουσ αρχιερεισ ινα παραδω αυτον αυτοισ
10 Καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς.
11 οι δε ακουσαντεσ εχαρησαν και επηγγειλαντο αυτω αργυριον δουναι και εζητει πωσ ευκαιρωσ αυτον παραδω
11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ.
12 και τη πρωτη ημερα των αζυμων οτε το πασχα εθυον λεγουσιν αυτω οι μαθηται αυτου που θελεισ απελθοντεσ ετοιμασωμεν ινα φαγησ το πασχα
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;
13 και αποστελλει δυο των μαθητων αυτου και λεγει αυτοισ υπαγετε εισ την πολιν και απαντησει υμιν ανθρωποσ κεραμιον υδατοσ βασταζων ακολουθησατε αυτω
13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,
14 και οπου εαν εισελθη ειπατε τω οικοδεσποτη οτι ο διδασκαλοσ λεγει που εστιν το καταλυμα οπου το πασχα μετα των μαθητων μου φαγω
14 καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
15 και αυτοσ υμιν δειξει ανωγεον μεγα εστρωμενον ετοιμον εκει ετοιμασατε ημιν
15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
16 και εξηλθον οι μαθηται αυτου και ηλθον εισ την πολιν και ευρον καθωσ ειπεν αυτοισ και ητοιμασαν το πασχα
16 καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
17 και οψιασ γενομενησ ερχεται μετα των δωδεκα
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα·
18 και ανακειμενων αυτων και εσθιοντων ειπεν ο ιησουσ αμην λεγω υμιν οτι εισ εξ υμων παραδωσει με ο εσθιων μετ εμου
18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ.
19 οι δε ηρξαντο λυπεισθαι και λεγειν αυτω εισ καθ εισ μητι εγω και αλλοσ μητι εγω
19 οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς· μήτι ἐγώ; καὶ ἄλλος· μήτι ἐγώ;
20 ο δε αποκριθεισ ειπεν αυτοισ εισ εκ των δωδεκα ο εμβαπτομενοσ μετ εμου εισ το τρυβλιον
20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρυβλίον.
21 ο μεν υιοσ του ανθρωπου υπαγει καθωσ γεγραπται περι αυτου ουαι δε τω ανθρωπω εκεινω δι ου ο υιοσ του ανθρωπου παραδιδοται καλον ην αυτω ει ουκ εγεννηθη ο ανθρωποσ εκεινοσ
21 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22 και εσθιοντων αυτων λαβων ο ιησουσ αρτον ευλογησασ εκλασεν και εδωκεν αυτοισ και ειπεν λαβετε φαγετε τουτο εστιν το σωμα μου
22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε [φάγετε]· τοῦτό ἐστι τὸ σῶμά μου.
23 και λαβων το ποτηριον ευχαριστησασ εδωκεν αυτοισ και επιον εξ αυτου παντεσ
23 καὶ λαβὼν [τὸ] ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
24 και ειπεν αυτοισ τουτο εστιν το αιμα μου το τησ καινησ διαθηκησ το περι πολλων εκχυνομενον
24 καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον.
25 αμην λεγω υμιν οτι ουκετι ου μη πιω εκ του γενηματοσ τησ αμπελου εωσ τησ ημερασ εκεινησ οταν αυτο πινω καινον εν τη βασιλεια του θεου
25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
26 και υμνησαντεσ εξηλθον εισ το οροσ των ελαιων
26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
27 και λεγει αυτοισ ο ιησουσ οτι παντεσ σκανδαλισθησεσθε εν εμοι εν τη νυκτι ταυτη οτι γεγραπται παταξω τον ποιμενα και διασκορπισθησεται τα προβατα
27 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα·
28 αλλα μετα το εγερθηναι με προαξω υμασ εισ την γαλιλαιαν
28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29 ο δε πετροσ εφη αυτω και ει παντεσ σκανδαλισθησονται αλλ ουκ εγω
29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ.
30 και λεγει αυτω ο ιησουσ αμην λεγω σοι οτι συ σημερον εν τη νυκτι ταυτη πριν η δισ αλεκτορα φωνησαι τρισ απαρνηση με
30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
31 ο δε εκπερισσου ελεγεν μαλλον εαν με δεη συναποθανειν σοι ου μη σε απαρνησωμαι ωσαυτωσ δε και παντεσ ελεγον
31 ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32 και ερχονται εισ χωριον ου το ονομα γεθσημανη και λεγει τοισ μαθηταισ αυτου καθισατε ωδε εωσ προσευξωμαι
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.
33 και παραλαμβανει τον πετρον και ιακωβον και ιωαννην μεθ εαυτου και ηρξατο εκθαμβεισθαι και αδημονειν
33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾽ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν
34 και λεγει αυτοισ περιλυποσ εστιν η ψυχη μου εωσ θανατου μεινατε ωδε και γρηγορειτε
34 καὶ λέγειν αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
35 και προσελθων μικρον επεσεν επι τησ γησ και προσηυχετο ινα ει δυνατον εστιν παρελθη απ αυτου η ωρα
35 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα,
36 και ελεγεν αββα ο πατηρ παντα δυνατα σοι παρενεγκε το ποτηριον απ εμου τουτο αλλ ου τι εγω θελω αλλα τι συ
36 καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾽ ἐμοῦ τοῦτο· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, ἀλλ᾽ εἴ τι σύ.
37 και ερχεται και ευρισκει αυτουσ καθευδοντασ και λεγει τω πετρω σιμων καθευδεισ ουκ ισχυσασ μιαν ωραν γρηγορησαι
37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι;
38 γρηγορειτε και προσευχεσθε ινα μη εισελθητε εισ πειρασμον το μεν πνευμα προθυμον η δε σαρξ ασθενησ
38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
39 και παλιν απελθων προσηυξατο τον αυτον λογον ειπων
39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
40 και υποστρεψασ ευρεν αυτουσ παλιν καθευδοντασ ησαν γαρ οι οφθαλμοι αυτων βεβαρημενοι και ουκ ηδεισαν τι αυτω αποκριθωσιν
40 καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
41 και ερχεται το τριτον και λεγει αυτοισ καθευδετε 2518 V-PAI-2P λοιπον και αναπαυεσθε 373 V-PMI-2P απεχει ηλθεν η ωρα ιδου παραδιδοται ο υιοσ του ανθρωπου εισ τασ χειρασ των αμαρτωλων
41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν·
42 εγειρεσθε αγωμεν ιδου ο παραδιδουσ με ηγγικεν
42 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.
43 και ευθεωσ ετι αυτου λαλουντοσ παραγινεται ιουδασ εισ ων των δωδεκα και μετ αυτου οχλοσ πολυσ μετα μαχαιρων και ξυλων παρα των αρχιερεων και των γραμματεων και των πρεσβυτερων
43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων.
44 δεδωκει δε ο παραδιδουσ αυτον συσσημον αυτοισ λεγων ον αν φιλησω αυτοσ εστιν κρατησατε αυτον και απαγαγετε ασφαλωσ
44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς.
45 και ελθων ευθεωσ προσελθων αυτω λεγει αυτω ραββι ραββι και κατεφιλησεν αυτον
45 καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
46 οι δε επεβαλον επ αυτον τασ χειρασ αυτων και εκρατησαν αυτον
46 οἱ δὲ ἐπέβαλον ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν.
47 εισ δε τισ των παρεστηκοτων σπασαμενοσ την μαχαιραν επαισεν τον δουλον του αρχιερεωσ και αφειλεν αυτου το ωτιον
47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
48 και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ ωσ επι ληστην εξηλθετε μετα μαχαιρων και ξυλων συλλαβειν με
48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με·
49 καθ ημεραν ημην προσ υμασ εν τω ιερω διδασκων και ουκ εκρατησατε με αλλ ινα πληρωθωσιν αι γραφαι
49 καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί.
50 και αφεντεσ αυτον παντεσ εφυγον
50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
51 και εισ τισ νεανισκοσ ηκολουθησεν αυτω περιβεβλημενοσ σινδονα επι γυμνου και κρατουσιν αυτον οι νεανισκοι
51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι.
52 ο δε καταλιπων την σινδονα γυμνοσ εφυγεν απ αυτων
52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾽ αὐτῶν.
53 και απηγαγον τον ιησουν προσ τον αρχιερεα και συνερχονται αυτω παντεσ οι αρχιερεισ και οι πρεσβυτεροι και οι γραμματεισ
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54 και ο πετροσ απο μακροθεν ηκολουθησεν αυτω εωσ εσω εισ την αυλην του αρχιερεωσ και ην συγκαθημενοσ μετα των υπηρετων και θερμαινομενοσ προσ το φωσ
54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
55 οι δε αρχιερεισ και ολον το συνεδριον εζητουν κατα του ιησου μαρτυριαν εισ το θανατωσαι αυτον και ουχ ευρισκον
55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον·
56 πολλοι γαρ εψευδομαρτυρουν κατ αυτου και ισαι αι μαρτυριαι ουκ ησαν
56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
57 και τινεσ ανασταντεσ εψευδομαρτυρουν κατ αυτου λεγοντεσ
57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες
58 οτι ημεισ ηκουσαμεν αυτου λεγοντοσ οτι εγω καταλυσω τον ναον τουτον τον χειροποιητον και δια τριων ημερων αλλον αχειροποιητον οικοδομησω
58 ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
59 και ουδε ουτωσ ιση ην η μαρτυρια αυτων
59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
60 και αναστασ ο αρχιερευσ εισ μεσον επηρωτησεν τον ιησουν λεγων ουκ αποκρινη ουδεν τι ουτοι σου καταμαρτυρουσιν
60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;
61 ο δε εσιωπα και ουδεν απεκρινατο παλιν ο αρχιερευσ επηρωτα αυτον και λεγει αυτω συ ει ο χριστοσ ο υιοσ του ευλογητου
61 ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
62 ο δε ιησουσ ειπεν εγω ειμι και οψεσθε τον υιον του ανθρωπου εκ δεξιων καθημενον τησ δυναμεωσ και ερχομενον μετα των νεφελων του ουρανου
62 ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63 ο δε αρχιερευσ διαρρηξασ τουσ χιτωνασ αυτου λεγει τι ετι χρειαν εχομεν μαρτυρων
63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64 ηκουσατε τησ βλασφημιασ τι υμιν φαινεται οι δε παντεσ κατεκριναν αυτον ειναι ενοχον θανατου
64 ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου.
65 και ηρξαντο τινεσ εμπτυειν αυτω και περικαλυπτειν το προσωπον αυτου και κολαφιζειν αυτον και λεγειν αυτω προφητευσον και οι υπηρεται ραπισμασιν αυτον εβαλλον
65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον.
66 και οντοσ του πετρου εν τη αυλη κατω ερχεται μια των παιδισκων του αρχιερεωσ
66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
67 και ιδουσα τον πετρον θερμαινομενον εμβλεψασα αυτω λεγει και συ μετα του ναζαρηνου ιησου ησθα
67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα.
68 ο δε ηρνησατο λεγων ουκ οιδα ουδε επισταμαι τι συ λεγεισ και εξηλθεν εξω εισ το προαυλιον και αλεκτωρ εφωνησεν
68 ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε.
69 και η παιδισκη ιδουσα αυτον παλιν ηρξατο λεγειν τοισ παρεστηκοσιν οτι ουτοσ εξ αυτων εστιν
69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.
70 ο δε παλιν ηρνειτο και μετα μικρον παλιν οι παρεστωτεσ ελεγον τω πετρω αληθωσ εξ αυτων ει και γαρ γαλιλαιοσ ει και η λαλια σου ομοιαζει
70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει.
71 ο δε ηρξατο αναθεματιζειν και ομνυναι οτι ουκ οιδα τον ανθρωπον τουτον ον λεγετε
71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε.
72 και εκ δευτερου αλεκτωρ εφωνησεν και ανεμνησθη ο πετροσ το ρημα ο ειπεν αυτω ο ιησουσ οτι πριν αλεκτορα φωνησαι δισ απαρνηση με τρισ και επιβαλων εκλαιεν
72 καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Simon the Leper

    Host at Bethany

    The man in whose home in Bethany Jesus was anointed with perfume by a woman.

    Cited in the guide: Matthew 26:6; Mark 14:3

Places

  • Gethsemane

    Today: Slope of the Mount of Olives

    Gethsemane ('oil press') was a garden on the lower Mount of Olives. Jesus prayed here on the night of his arrest; ancient olive trees still grow on the traditional site.

    Cited in the guide: Matthew 26:36; Mark 14:32; Luke 22:44

Cross references (69)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Exodus 12:6–20; Luke 22:1–2; John 13:1; Deuteronomy 16:1–8; Leviticus 23:5–7
  2. 2 John 7:40; Mark 11:18; Proverbs 21:30; Mark 11:32; Luke 20:6
  3. 3 Luke 7:37–39; John 12:1–8; John 11:2; Matthew 26:6–13; Song of Songs 4:13–14
  4. 4 John 12:4–5; Matthew 26:8–9; Ecclesiastes 5:4–8; Malachi 1:12–13; Ecclesiastes 4:4
  5. 5 John 13:29; Matthew 20:11; Psalm 106:25; 1 Corinthians 10:10; Matthew 18:28
  6. 6 Titus 3:14; Matthew 26:10; Hebrews 13:21; Hebrews 10:24; Titus 2:7
  7. 7 Deuteronomy 15:11; Matthew 26:11; James 2:14–16; 1 John 3:16–19; John 16:5
  8. 8 2 Corinthians 8:12; John 12:7; Mark 15:42–16:1; Luke 23:53–24:3; 2 Corinthians 8:1–3
  9. 9 Matthew 26:12–13; Mark 16:15; Matthew 24:14; Psalm 112:6–9; Zechariah 6:14
  10. 10 Luke 22:3–6; Matthew 26:14–16; John 13:2; Psalm 41:9; Matthew 10:4
  11. 11 1 Timothy 6:10; Matthew 26:15; Hosea 7:3; Jude 11; Proverbs 28:21–22
  12. 12 Exodus 12:6; Numbers 28:16–18; Exodus 12:18; 1 Corinthians 5:7–8; Exodus 12:8
  13. 13 Matthew 26:18–19; Luke 22:10–13; Luke 19:30–33; Hebrews 5:9; Hebrews 4:13
  14. 14 Revelation 3:20; Mark 10:17; John 13:13; John 11:28; Mark 11:3
  15. 15 Acts 1:13; John 21:17; Proverbs 21:1–2; Proverbs 16:1; 2 Chronicles 6:30
  16. 16 Luke 22:13; John 16:4; Luke 22:35
  17. 17 Luke 22:14; Matthew 26:20–24; Luke 22:21–23; John 13:21–26
  18. 18 Psalm 41:9; John 6:47; John 6:70; Matthew 6:5; Mark 6:11
  19. 19 John 13:22; Matthew 26:22; Luke 22:21–23
  20. 20 John 13:26; John 6:71; Mark 14:43; Matthew 26:23; Luke 22:47
  21. 21 Matthew 26:24–25; Isaiah 53:1–12; Matthew 18:6–7; Daniel 9:24; Zechariah 13:7
  22. 22 Matthew 26:26–29; Mark 14:24; 1 Corinthians 10:16–17; 1 Corinthians 11:23–29; Luke 24:30
  23. 23 Mark 14:22; Matthew 26:27; 1 Corinthians 10:16; Romans 14:6; Luke 22:17
  24. 24 Exodus 24:8; Zechariah 9:11; Hebrews 9:15–23; Revelation 7:9–17; Hebrews 13:20–21
  25. 25 Matthew 26:29; Psalm 104:15; Zechariah 9:17; Luke 22:29–30; Joel 3:18
  26. 26 Matthew 26:30; Luke 22:39; 1 Corinthians 14:15; Psalm 47:6–7; Judges 18:1–4
  27. 27 Zechariah 13:7; John 16:32; Matthew 26:31; John 16:1; 2 Timothy 4:16
  28. 28 Matthew 28:16; Mark 16:7; Matthew 28:7; Matthew 28:10; Matthew 26:32
  29. 29 Luke 22:33–34; John 13:36–38; Matthew 26:33–35; John 21:15
  30. 30 Mark 14:66–72; John 13:38; Luke 22:34; Genesis 1:5; Genesis 1:8
  31. 31 John 13:37; Exodus 19:8; Jeremiah 17:9; Proverbs 16:18; Deuteronomy 5:27–29
  32. 32 Mark 14:39; Mark 14:36; Psalm 18:5–6; Psalm 22:1–2; Psalm 88:1–3
  33. 33 Luke 22:44; Hebrews 5:7; Mark 5:37; Mark 1:16–19; Psalm 69:1–3
  34. 34 John 12:27; Mark 13:35–37; 1 Peter 5:8; Isaiah 53:12; Lamentations 1:12
  35. 35 Mark 14:41; Deuteronomy 9:18; Genesis 17:3; Acts 10:25–26; Hebrews 5:7
  36. 36 Galatians 4:6; John 5:30; Romans 8:15–16; Hebrews 5:7–8; John 12:27
  37. 37 Matthew 26:40; Mark 14:29–31; Mark 14:40–41; Luke 9:31–32; Hebrews 12:3
  38. 38 Matthew 26:41; Luke 21:36; Matthew 24:42; Luke 22:40; Romans 7:18–25
  39. 39 Matthew 26:42–44; Matthew 6:7; 2 Corinthians 12:8; Luke 18:1
  40. 40 Romans 3:19; Mark 9:33–34; Genesis 44:16
  41. 41 Mark 14:35; Mark 9:31; John 17:1; John 12:27; Mark 7:9
  42. 42 Matthew 26:46; John 18:1–2
  43. 43 Luke 22:47–53; John 18:3–11; Matthew 26:47–56; Psalm 2:1–2; Psalm 22:11–13
  44. 44 Matthew 26:48–50; Proverbs 27:6; Exodus 12:13; Psalm 55:20–21
  45. 45 John 13:13–14; Isaiah 1:3; John 20:16; Mark 12:14; Luke 6:46
  46. 46 Judges 16:21; John 18:12; Acts 2:23; Lamentations 4:20
  47. 47 Luke 22:49–51; Matthew 26:51–54; John 18:10–11
  48. 48 1 Samuel 26:18; Luke 22:52–53; 1 Samuel 24:14–15; Matthew 26:55
  49. 49 John 18:20; John 8:2; Matthew 26:54; Luke 22:37; Daniel 9:24–26
  50. 50 Mark 14:27; John 16:32; Psalm 88:18; 2 Timothy 4:16; Psalm 88:7–8
  51. 52 Mark 13:14–16; Genesis 39:12
  52. 53 Matthew 26:57–68; Luke 22:54–62; John 18:12–14; John 18:19–24; Isaiah 53:7
  53. 54 John 18:18; Matthew 26:3; John 18:25; John 18:15–16; 1 Samuel 13:7
  54. 55 Matthew 26:59–60; 1 Peter 3:16–18; Acts 24:1–13; Matthew 5:22; 1 Kings 21:13
  55. 57 Acts 6:13–14; Matthew 26:60–61; Jeremiah 26:8–9; Mark 15:29; Matthew 27:40
  56. 58 John 2:19; Hebrews 9:11; 2 Corinthians 5:1; Acts 7:48; Mark 15:29
  57. 60 John 19:9–10; Mark 15:3–5; Matthew 26:62–63
  58. 61 Matthew 26:63–64; Mark 15:2; Isaiah 53:7; John 10:30–31; John 19:7
  59. 62 Daniel 7:13–14; Psalm 110:1; Hebrews 1:3; Mark 13:26; Matthew 24:30
  60. 63 Matthew 26:65; Numbers 14:6; Acts 14:13–14; Isaiah 36:22–37:1; Jeremiah 36:23–24
  61. 64 Leviticus 24:16; John 19:7; John 10:31–33; John 8:58–59; Matthew 26:65–66
  62. 65 Matthew 26:67–68; Acts 23:2; Luke 22:63–64; John 19:3; Isaiah 50:6
  63. 66 Mark 14:54; Matthew 26:69–75; John 18:25–27; John 18:15–18; Matthew 26:58
  64. 67 Mark 14:54; Mark 10:47; Acts 10:38; John 1:45–49; John 19:19
  65. 68 Mark 14:29–31; Matthew 26:71–72; 2 Timothy 2:12–13; Mark 14:72; John 13:36–38
  66. 69 Mark 14:38; Galatians 6:1; John 18:17; Luke 22:58; John 18:25
  67. 70 Matthew 26:73–74; Luke 22:59–60; Mark 14:68; Acts 2:7; John 18:26–27
  68. 71 1 Corinthians 10:12; 2 Kings 10:32; 2 Kings 8:12–15; Jeremiah 17:9
  69. 72 Mark 14:30; Mark 14:68; Ezekiel 7:16; 2 Samuel 24:10; Jeremiah 31:18–20

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 14:38 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … which has been handed down to us from the beginning; "watching unto prayer," and persevering in fasting; beseeching in our supplications the all-seeing God "not to lead us into temptation," as the Lord has said: "The spirit truly is willing, but the flesh is weak."

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 14:21 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XIX)

    Besides, the Lord also declared regarding him, "Woe to the man by whom the Son of man shall be betrayed;" and, "It were better for him if he had never been born;" and he was called the "son of perdition" by Him.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 14:58 Augustine of Hippo, Expositions on the Psalms (Psalm LXVI)

    For false witnesses, when they were asked what they had heard Him say, alleged against Him: "We heard Him saying, I will destroy this Temple, and after three days I will raise it up." "After three days I will raise up," they had heard: "I will destroy," they had not heard: but had heard "destroy ye." One word they changed …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)

  4. Quotes verse 14:29 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXII)

    "But Peter answered and said, Though all men should be offended because of Thee, yet will I never be offended."

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 14:21 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book IV, Chapters XXI–XXIII)

    Although, then, the Lord said, Good were it for that man that he had never been born, He said it in condemnation not of His own creation but of the evil which His own creation had acquired by his own choice and through his own heedlessness.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)