Tyndale Tyndale New Testament (1534) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 After two dayes folowed ester and the dayes of swete breed. And the hye prestes and the Scrybes sought meanes how they myght take hym by crafte and put him to deeth. 1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.
2 But they sayde: not in the feast daye leest eny busynes aryse amonge the people. 2 ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
3 When he was in Bethania in the housse of Simon the leper even as he sate at meate ther came a woman hauynge an alablaster boxe of oyntment called narde that was pure and costly: and she brake the boxe and powred it on is heed. 3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς.
4 And ther were some that were not content in them selves and sayde: what neded this waste of oyntment? 4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
5 For it myght have bene soolde for more then thre hundred pens and bene geve vnto the poore. And they grudged agaynste hir. 5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.
6 And Iesus sayde: let hir be in reest why trouble ye hir? She hath done a good worke on me. 6 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί.
7 For ye shall have poore with you all wayes: and when soever ye will ye maye do them good: but me ye shall not have alwayes. 7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8 She hath done that she coulde: she came a fore honde to anoynt my boddy to his buryinge warde. 8 ὃ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.
9 Verely I saye vnto you: wheresoever this gospell shalbe preached thorowout the whole worlde: thys also that she hath done shalbe rehearsed in remembraunce of her. 9 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10 And Iudas Iscarioth one of the twelve went awaye vnto the hye prestes to betraye hym vnto them. 10 Καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς.
11 When they herde that they were gladde and promised that they wolde geve him money. And he sought howe he myght conveniently betraye him. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ.
12 And the fyrste daye of swete breed when men offer the pascall lambe his disciples sayd vnto him: where wilt thou that we goo and prepare that thou mayst eate the ester lambe? 12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;
13 And he sent forth two of his disciples and sayde vnto them: Goo ye into the cyte and ther shall a man mete you beringe a pitcher of water folowe him. 13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,
14 And whither soever he goeth in saye ye to the good man of the housse: the master axeth where is the geest chambre where I shall eate the ester lambe with my disciples. 14 καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
15 And he will shewe you a greate parlour paved and prepared: there make ready for vs. 15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
16 And his disciples went forth and came to the cyte and founde as he had sayd vnto them: and made ready the ester lambe. 16 καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
17 And at even he came with the .xii. 17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα·
18 And as they sate at borde and ate Iesus sayde: Verely I saye vnto you: that one of you shall betraye me which eateth with me. 18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ.
19 And they begane to morne and to saye to him one by one: ys it I? And a nother sayde: ys it I? 19 οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς· μήτι ἐγώ; καὶ ἄλλος· μήτι ἐγώ;
20 He answered and sayde vnto them: It ys one of the .xii. and the same deppeth with me in the platter. 20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρυβλίον.
21 The sonne of man goeth as it ys written of him: but woo be to that man by whome the sonne of man is betrayed. Good were it for him if that man had never bene borne. 21 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22 And as they ate Iesus toke breede blessed and brake and gave to them and sayde: Take eate this ys my body. 22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε [φάγετε]· τοῦτό ἐστι τὸ σῶμά μου.
23 And he toke the cup gave thankes and gave it to them and they all dranke of it. 23 καὶ λαβὼν [τὸ] ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
24 And he sayde vnto them: This is my bloude of the new testament which is sheed for many. 24 καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον.
25 Verely I saye vnto you: I will drinke no moore of this frute of the vyne vntyll that daye that I drinke it new in the kyngdome of God. 25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
26 And when they had sayd grace they went out to mount Olyvete. 26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
27 And Iesus sayde vnto them: All ye shalbe offended thorow me this nyght. For it is wrytte: I will smyte the shepeherd and the shepe shalbe scattered. 27 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα·
28 But after that I am rysen agayne I will goo into Galile before you. 28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29 Peter sayde vnto him: And though all men shuld be offended yet wolde not I. 29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ.
30 And Iesus sayd vnto him: Verely I saye vnto the this daye even in this nyght before the cocke crowe twyse thou shalt denye me thryse. 30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
31 And he spake boldlyer: no yf I shulde dye with the I will not deny the. Lyke wyse also sayd they all. 31 ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32 And they came into a place named Gethsemani. And he sayde to his disciples: Syt ye here whyll I goo aparte and praye. 32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.
33 And he toke with him Peter Iames and Iohn and he began to waxe abasshed and to be in an agonye 33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾽ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν
34 and sayde vnto the: My soule is very hevy even vnto the deeth tary here and watche. 34 καὶ λέγειν αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
35 And he went forth a lytle and fell doune on the grounde and prayed: that yf it were possible the houre myght passe from him. 35 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα,
36 And he sayd: Abba father all thinges are possible vnto the take awaye this cup from me. Neverthelesse not that I will but that thou wilt be done. 36 καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾽ ἐμοῦ τοῦτο· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, ἀλλ᾽ εἴ τι σύ.
37 And he cam and founde the slepinge and sayd to Peter: Simon slepest thou? Couldest not thou watche with me one houre? 37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι;
38 watche ye and praye leest ye entre into temptacion: the sprete is redy but the flessh is weeke. 38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
39 And agayne he went awaye and prayde and spake the same wordes. 39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
40 And he returned and founde them a slepe agayne for their eyes were hevy: nether wist they what to answere him. 40 καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
41 And he cam the thyrde tyme and sayd vnto the: slepe hens forth and take youre ease it is ynough. The houre is come beholde the sonne of man shalbe delyvered into the hondes of synners. 41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν·
42 Ryse vp let vs goo. Loo he that betrayeth me is at hande. 42 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.
43 And immediatly whyll he yet spake came Iudas one of the twelve and with him a greate nomber of people with sweardes and staves from the hye prestes and scribes and elders. 43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων.
44 And he that betrayed him had geven them a generall toke sayinge: whosoever I do kisse he it is: take him and leade him awaye warely. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς.
45 And assone as he was come he went streyght waye to him and sayd vnto him: master master and kissed him. 45 καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
46 And they layde their hondes on him and toke him. 46 οἱ δὲ ἐπέβαλον ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν.
47 And one of them that stode by drue out a swearde and smote a servaunt of the hye preste and cut of his eare. 47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
48 And Iesus answered and sayd vnto the: ye be come out as vnto a thefe with sweardes and with staves for to take me. 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με·
49 I was dayly with you in the temple teachinge and ye toke me not: but that the scriptures shuld be fulfilled. 49 καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί.
50 And they all forsoke him and ranne awaye. 50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
51 And ther folowed him a certeyne yonge man cloothed in lynnen apon the bare and the yongemen caught him 51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι.
52 and he lefte his lynnen and fleed from them naked. 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾽ αὐτῶν.
53 And they leed Iesus awaye to the hyest preste of all and to him came all the hye prestes and the elders and the scribes. 53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54 And Peter folowed him a greate waye of even into the pallys of the hye preste and sat with the servauntes and warmed him sylfe at the fyre. 54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
55 And the hye prestes and all the counsell sought for witnes agaynste Iesu to put him to death and founde noone. 55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον·
56 Yet many bare falce witnes agaynste him but their witnes aggreed not to geder. 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
57 And ther aroose certayne and brought falce witnes agaynste him sayinge. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες
58 We herde him saye: I will destroye this temple made with hondes and with in thre dayes I will bylde another made with out hondes. 58 ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
59 But their witnes agreed not to geder. 59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
60 And the hyeste preste stode up amongest them and axed Iesus sayinge: answerest thou nothinge? How is it that these beare witnes agaynst the? 60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;
61 And he helde his peace and answered noothinge. Agayne the hyeste Preste axed him and sayde vnto him: Arte thou Christ the sonne of the blessed? 61 ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
62 And Iesus sayde: I am. And the shall se the sonne of man syt on the ryght honde of power and come in the cloudes of heven. 62 ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63 Then the hyest preste rent his cloothes and sayd: what nede we eny further of witnes? 63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64 Ye have herde the blasphemy what thinke ye? And they all gave sentence that he was worthy of deeth. 64 ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου.
65 And some begane to spit at him and to cover his face and to bete him with fistes and to saye vnto him arede vnto vs. And the servauntes boffeted him on the face. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον.
66 And as Peter was beneeth in the pallys ther came one of the weches of the hyest preste: 66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
67 and when she saw Petre warmynge him sylfe she loked on him and sayd: wast not thou also with Iesus of Nazareth? 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα.
68 And he denyed it sayinge: I knowe him not nether wot I what thou sayest. And he went out into the poorche and the cocke crewe. 68 ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε.
69 And a damsell sawe him and agayne beganne to saye to the that stode by this is one of them. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.
70 And he denyed it agayne. And anone after they that stode by sayde agayne to Peter: suerly thou arte one of the for thou arte of Galile and thy speache agreth therto. 70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει.
71 And he beganne to cursse and to sweare sayinge: I knowe not this man of whom ye speake. 71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε.
72 And agayne the cocke krewe and Peter remembred the worde that Iesus sayd vnto him: before the cocke crowe twyse thou shalt deny me thryse and beganne to wepe. 72 καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.