1 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς ⸀μαθητάς Ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ. 2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· Τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου, οὐ γὰρ ⸀δύνῃ ἔτι οἰκονομεῖν. 3 εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· Τί ποιήσω ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπʼ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· 4 ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ⸀ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ⸀ἑαυτῶν 5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ· Πόσον ὀφείλεις τῷ κυρίῳ μου; 6 ὁ δὲ εἶπεν· Ἑκατὸν βάτους ἐλαίου· ⸂ὁ δὲ⸃ εἶπεν αὐτῷ· Δέξαι σου ⸂τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. 7 ἔπειτα ἑτέρῳ εἶπεν· Σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· Ἑκατὸν κόρους σίτου· ⸀λέγει αὐτῷ· Δέξαι σου ⸂τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα. 8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. 9 καὶ ἐγὼ ὑμῖν λέγω, ⸂ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ⸀ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. 10 Ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν. 11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει; 12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ⸀ὑμέτερον τίς ⸂δώσει ὑμῖν ; 13 οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ. 14 Ἤκουον δὲ ταῦτα ⸀πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν. 15 καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ. 16 Ὁ νόμος καὶ οἱ προφῆται ⸀μέχρι Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται. 17 Εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. 18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, ⸀καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει. 19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθʼ ἡμέραν λαμπρῶς. 20 πτωχὸς δέ ⸀τις ὀνόματι ⸀Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναι ⸀ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ⸀ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ⸀ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶπεν· Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25 εἶπεν δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ⸀ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται σὺ δὲ ὀδυνᾶσαι. 26 καὶ ⸀ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, ⸀μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27 εἶπεν δέ· Ἐρωτῶ ⸂σε οὖν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, 28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29 λέγει ⸀δὲ Ἀβραάμ· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. 30 ὁ δὲ εἶπεν· Οὐχί, πάτερ Ἀβραάμ, ἀλλʼ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν. 31 εἶπεν δὲ αὐτῷ· Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδʼ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
Luke · SBL Greek New Testament
Luke 16 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Lazarus
The poor man covered with sores at the rich man's gate in a parable of Jesus, carried by angels to Abraham's side.
Cited in the guide: Luke 16:20
Cross references (30)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 1 Peter 4:10; Matthew 25:14–30; 1 Corinthians 4:1–2; Luke 12:42; James 4:3
- 2 1 Samuel 2:23–24; Ecclesiastes 11:9–10; Revelation 20:12; 1 Peter 4:5; 2 Corinthians 5:10
- 3 Proverbs 27:23–27; Jeremiah 5:31; Luke 18:4; 2 Thessalonians 3:11; Proverbs 21:25–26
- 4 James 3:15; Jeremiah 4:22; Proverbs 30:9
- 5 Luke 7:41–42; Matthew 18:24
- 6 Titus 2:10; Luke 16:12; Luke 16:9
- 7 Luke 20:9; Luke 20:12; Song of Songs 8:11–12
- 8 1 Thessalonians 5:5; Ephesians 5:8; John 12:36; Proverbs 6:6–8; Luke 16:10
- 9 Matthew 19:21; 1 Timothy 6:17–19; Daniel 4:27; Matthew 6:24; Proverbs 19:17
- 10 Luke 16:11–12; Matthew 25:21; Luke 19:17; Matthew 25:23; Hebrews 3:2
- 11 Luke 12:33; Proverbs 8:18–19; James 2:5; Ephesians 3:8; Luke 18:22
- 12 Luke 19:13–26; Job 1:21; Matthew 25:14–29; 1 Chronicles 29:14–16; 1 Peter 1:4–5
- 13 1 John 2:15–16; Matthew 6:24; James 4:4; Romans 8:5–8; Luke 14:26
- 14 Luke 23:35; Luke 12:15; Luke 20:47; Isaiah 56:11; Matthew 23:13
- 15 Proverbs 21:2; 1 Samuel 16:7; 1 Corinthians 4:5; Jeremiah 17:10; Proverbs 16:5
- 16 Matthew 11:9–14; Matthew 21:32; Acts 3:24–25; Matthew 3:2; John 1:45
- 17 Matthew 5:18; Luke 21:33; 1 Peter 1:25; Isaiah 40:8; Romans 3:31
- 18 Matthew 19:9; Mark 10:11–12; Matthew 5:31–32; 1 Corinthians 7:10–12; 1 Corinthians 7:4
- 19 Ezekiel 16:49; Luke 18:24–25; Amos 6:4–6; James 5:1–5; Ezekiel 27:7
- 20 Acts 3:2; James 2:5; Job 2:7; 1 Samuel 2:8; Psalm 34:19
- 21 Matthew 15:27; Mark 7:28; John 6:12; 1 Corinthians 4:11; 2 Corinthians 11:27
- 22 1 Peter 2:24; Psalm 49:16–19; Revelation 14:13; James 1:11; Matthew 18:10
- 23 2 Peter 2:4; Luke 16:28; Matthew 23:33; Matthew 18:9; Revelation 14:10–11
- 24 Revelation 22:1; John 4:10; John 4:14; Revelation 7:16–17; Matthew 25:41
- 25 Luke 6:24; 1 John 2:15; Psalm 17:14; Mark 9:45; Philippians 3:19
- 26 John 3:36; Psalm 49:14; Psalm 50:22; Malachi 3:18; 2 Thessalonians 1:4–10
- 28 Acts 2:40; Psalm 49:12–13; 1 Thessalonians 4:6; Acts 20:23
- 29 Acts 15:21; Luke 16:16; Luke 24:27; 2 Timothy 3:15–17; 2 Peter 1:19–21
- 30 Revelation 16:9–11; Luke 16:24; Luke 3:8; Luke 13:5; Luke 13:3
- 31 2 Corinthians 4:3; Acts 28:23; John 11:43–53; Acts 19:8; John 12:10–11
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Our duty is to give to others the admonitions we have received ourselves. The recent lesson of the Gospel has admonished us to make friends of the mammon of iniquity, that they too may "receive" those who do so "into everlasting habitations." But who are they that shall have everlasting habitations, but the Saints of God?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
… exhibits Abraham as having said to the rich man, with reference to all those who were still alive: "If they do not obey Moses and the prophets, neither, if any one were to rise from the dead and go to them, will they believe him."
These are little things, but "He that is faithful in that which is least, is faithful also in much." Nor can that possibly be void which proceedeth out of the mouth of Thy Truth.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
And this I say, not that we may omit supplicating the saints, but to hinder our being careless, and entrusting our concerns to others only, while we fall back and slumber ourselves. For so when He said, "make to yourselves friends," he did not stop at this only, but He added, "of the unrighteous mammon;" that so again the good …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
For how can a man become the one servant of two masters, when our Lord says in the Gospels, No man can serve two masters?
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)