1 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· 2 (⸀αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου·) 3 καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ⸀ἑαυτοῦ πόλιν. 4 Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, 5 ἀπογράψασθαι σὺν Μαριὰμ τῇ ⸂ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. 6 ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, 7 καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ⸀ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. 8 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. 9 ⸀καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν· 10 καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, 11 ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει Δαυίδ· 12 καὶ τοῦτο ὑμῖν ⸀τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον ⸀καὶ κείμενον ἐν φάτνῃ. 13 καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς ⸀οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων· 14◆ Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις ⸀εὐδοκίας 15 Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπʼ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, ⸀οἱ ποιμένες ⸀ἐλάλουν πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. 16 καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· 17 ἰδόντες δὲ ⸀ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. 18 καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς, 19 ἡ δὲ ⸀Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20 καὶ ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. 21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. 22 Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, 23 καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν ⸀τῷ νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν. 25 Καὶ ἰδοὺ ⸂ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ πνεῦμα ἦν ἅγιον ἐπʼ αὐτόν· 26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ⸂ἢ ἂν ἴδῃ τὸν χριστὸν κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ 28 καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ⸀ἀγκάλας καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· 29 Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. 33 καὶ ἦν ⸂ὁ πατὴρ αὐτοῦ καὶ ἡ ⸀μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον, 35 καὶ σοῦ ⸀δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. 36 Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ (αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ⸂μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37 καὶ αὐτὴ χήρα ⸀ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων,) ἣ οὐκ ⸀ἀφίστατο τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. 38 ⸀καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ ⸀θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσιν τοῖς προσδεχομένοις ⸀λύτρωσιν Ἰερουσαλήμ. 39 Καὶ ὡς ἐτέλεσαν ⸀πάντα τὰ κατὰ τὸν νόμον κυρίου, ⸀ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν ⸀εἰς πόλιν ἑαυτῶν Ναζαρέθ. 40 Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο ⸂πληρούμενον σοφίᾳ, καὶ χάρις θεοῦ ἦν ἐπʼ αὐτό. 41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατʼ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ⸀ἀναβαινόντων ⸀αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς 43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ⸂ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. 44 νομίσαντες δὲ αὐτὸν ⸂εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν ⸀καὶ τοῖς γνωστοῖς, 45 καὶ μὴ ⸀εὑρόντες ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ⸀ἀναζητοῦντες αὐτόν. 46 καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ ⸂εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ · Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου καὶ ἐγὼ ὀδυνώμενοι ⸀ἐζητοῦμέν σε. 49 καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51 καὶ κατέβη μετʼ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέθ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ⸀ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. 52 Καὶ Ἰησοῦς προέκοπτεν ⸂σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις.
Luke · SBL Greek New Testament
Luke 2 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Anna
A prophetess of the tribe of Asher, well along in years, who never left the temple and gave thanks to God and spoke of the child to all who awaited redemption.
Cited in the guide: Luke 2:36
Caesar Augustus
The emperor from whom a decree went out that the whole empire be registered, bringing Joseph and Mary to Bethlehem.
Cited in the guide: Luke 2:1
Joseph
The carpenter of Nazareth, a just man who became Jesus' legal father.
Cited in the guide: Matt. 1:16-25; 2:13-23; Luke 1:27; 2:1-7
Mary
The virgin mother of Jesus, a young woman of Nazareth who trusted God's word.
Cited in the guide: Matthew 1; Luke 1-2
Phanuel
Named in Luke 2:36 as the father of the prophetess Anna.
Cited in the guide: Luke 2:36
Quirinius
The governor of Syria at the time of the first census decreed by Caesar Augustus.
Cited in the guide: Luke 2:2
Simeon
A righteous and devout man of Jerusalem, told by the Holy Spirit he would not die before seeing the Lord's Christ, who took the child in his arms and blessed God.
Cited in the guide: Luke 2:25; Luke 2:34
Places
Bethlehem
Bethlehem was the home of Ruth and Boaz and the birthplace of David. Micah named it as the Messiah's birthplace — fulfilled in Jesus' nativity.
Cited in the guide: Micah 5:2; Ruth 1:19; Luke 2:4-7
Nazareth
A small agricultural village never named in the Old Testament. Jesus spent his childhood and early life here before beginning his public ministry.
Cited in the guide: Luke 2:39-40; Matthew 2:23; John 1:46
Cross references (49)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Luke 3:1; Matthew 24:14; Acts 25:21
- 2 Luke 3:1
- 4 Micah 5:2; John 7:42; 1 Samuel 16:1; Matthew 2:23; Luke 1:26–27
- 5 Matthew 1:18–19; Deuteronomy 22:22–27
- 6 Psalm 33:11; Revelation 12:1–5; Micah 5:2; Proverbs 19:21; Luke 1:57
- 7 Galatians 4:4; 2 Corinthians 8:9; Isaiah 53:2–3; John 1:14; Luke 2:11–12
- 8 Psalm 78:70–71; Genesis 31:39–40; John 10:8–12; 1 Samuel 17:34–35; Ezekiel 34:8
- 9 Isaiah 60:1; 2 Corinthians 3:18; Acts 27:23; Revelation 18:1; 1 Kings 8:11
- 10 Isaiah 40:9; Isaiah 61:1; Isaiah 52:7; Genesis 12:3; Matthew 28:18
- 11 Isaiah 9:6; Matthew 1:21; Titus 3:4–7; Acts 2:36; Matthew 16:16
- 12 Isaiah 7:14; Isaiah 53:1–2; Isaiah 7:11; Psalm 22:6; 2 Kings 19:29
- 13 Revelation 5:11; Psalm 148:2; Psalm 103:20–21; 1 Kings 22:19; Luke 15:10
- 14 Romans 5:1; Luke 19:38; Luke 1:79; Colossians 1:20; Isaiah 9:6–7
- 15 1 Peter 3:22; Matthew 2:1–2; Luke 24:51; Exodus 3:3; Matthew 2:9–11
- 16 Luke 19:32; Luke 2:12; Luke 2:7; Luke 22:13; Luke 1:39
- 17 Psalm 66:16; Luke 8:39; Psalm 71:17–18; Luke 2:38; Psalm 16:9–10
- 18 Luke 1:65–66; Luke 4:36; Luke 2:33; Isaiah 8:18; Luke 5:9–10
- 19 Luke 2:51; Luke 1:66; Proverbs 4:4; 1 Samuel 21:12; Genesis 37:11
- 20 Psalm 106:48; Acts 11:18; 1 Chronicles 29:10–12; Psalm 72:17–19; Matthew 9:8
- 21 Leviticus 12:3; Genesis 17:12; Luke 1:31; Luke 1:59; Matthew 1:21
- 22 Leviticus 12:1–8
- 23 Exodus 13:2; Numbers 3:13; Exodus 22:29; Numbers 18:15; Exodus 34:19
- 24 Leviticus 12:6–8; Leviticus 12:2; 2 Corinthians 8:9
- 25 Isaiah 25:9; Luke 2:38; Luke 1:6; Titus 2:11–14; Mark 15:43
- 26 John 8:51; Hebrews 11:5; Luke 9:27; Acts 10:38; John 20:31
- 27 Luke 2:22; Matthew 4:1; Luke 2:48; Luke 2:41; Acts 10:19
- 28 Luke 1:64; Luke 2:13–14; Mark 9:36; Luke 2:20; Mark 10:16
- 29 Revelation 14:13; Genesis 15:15; Philippians 1:23; Genesis 46:30; Isaiah 57:1–2
- 30 Isaiah 49:6; Luke 2:10–11; Genesis 49:18; Isaiah 52:10; Luke 3:6
- 31 Isaiah 42:1–4; Isaiah 62:1–2; Psalm 98:2–3; Isaiah 42:10–12; Isaiah 45:21–25
- 32 Isaiah 60:1–3; Isaiah 49:6; Acts 26:23; Acts 13:47–48; Isaiah 42:6–7
- 33 Isaiah 8:18; Luke 1:65–66; Luke 2:48
- 34 1 Corinthians 1:23; 1 Peter 2:7–8; Isaiah 8:14–15; Matthew 21:44; 2 Corinthians 2:15–16
- 35 Deuteronomy 8:2; 1 Corinthians 11:19; Matthew 12:24–35; Luke 16:14–15; Acts 8:21–23
- 36 Psalm 92:14; Exodus 15:20; Genesis 30:13; Judges 4:4; Acts 2:18
- 37 1 Timothy 5:5; Psalm 23:6; Acts 14:23; Psalm 27:4; Acts 13:3
- 38 Luke 2:25; 2 Corinthians 9:15; Luke 1:68; Mark 15:43; Luke 24:21
- 39 Luke 2:4; Galatians 4:4–5; Matthew 3:15; Deuteronomy 12:32; Luke 2:21–24
- 40 Luke 2:52; Luke 1:80; Isaiah 11:1–5; John 1:14; 1 Samuel 2:26
- 41 Numbers 28:16; Leviticus 23:5; Exodus 23:14–17; Deuteronomy 16:1–8; Exodus 12:14
- 43 2 Chronicles 30:21–23; Exodus 12:15; 2 Chronicles 25:17
- 44 Isaiah 2:3; Psalm 122:1–4; Psalm 42:4
- 46 Isaiah 49:1–2; Luke 5:17; Isaiah 50:4; Acts 5:34; Matthew 27:63–64
- 47 Matthew 7:28; Luke 4:32; Psalm 119:99; John 7:15; Luke 4:22
- 48 Luke 2:49; Matthew 12:46; Luke 3:23; Luke 4:22
- 49 John 6:38; John 8:29; Malachi 3:1; Psalm 40:8; John 4:34
- 50 Luke 18:34; Mark 9:32; Luke 9:45
- 51 Luke 2:19; Daniel 7:28; Genesis 37:11; Mark 6:3; Ephesians 5:21
- 52 Luke 2:40; Proverbs 3:3–4; 1 Samuel 2:26; Romans 14:18; Luke 1:80
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
Why does my Bible say something different?
- Luke 2:14: “good will toward men” or “peace to men of good will”?
The angels’ song differs by a single Greek letter. Most manuscripts, the Patriarchal Text and the Orthodox Doxology read eudokia: “glory to God in the highest, and on earth peace, good will toward men.” Several of the oldest manuscripts read eudokias: “peace among men of his good pleasure,” which the Latin rendered “men of good will.” Both readings place the source of peace in God’s favour.
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
The production, again, of the Duodecad of the Æons, is indicated by the fact that the Lord was twelve years of age when He disputed with the teachers of the law, and by the election of the apostles, for of these there were twelve.
In Thy good pleasure lies our peace. The body by its own weight gravitates towards its own place.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
See, for instance, what saith the Virgin even to Himself: "Behold, Thy father and I have sought Thee." For if this suspicion had been entertained, neither would He any longer have been accounted to be a Son of David, and this opinion not being held, many other evils besides would have arisen.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
For we shall not tolerate the heretics who sever the Old Testament from the New, but shall believe Christ, who says concerning the temple, Wist ye not that I must be in My Father's house?
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
For how are angels to cry "Glory to God in the highest" without being empowered by the Spirit?
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)