Deuteronomio · Septuaginta griega de Brenton
Deuteronomio 31 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
1 Καὶ συνετέλεσε Μωυσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ἰσραὴλ,
1 Moses went and spoke these words to all Israel.
2 καὶ εἶπε πρὸς αὐτοὺς, ἐκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον· οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι· Κύριος δὲ εἶπε πρὸς μὲ, οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον.
2 He said to them, “I am one hundred twenty years old today. I can no more go out and come in. Yahweh has said to me, ‘You shall not go over this Jordan.’
3 Κύριος ὁ Θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου, οὗτος ἐξολοθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσεις αὐτούς· καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου, καθὰ ἐλάλησε Κύριος.
3 Yahweh your God himself will go over before you. He will destroy these nations from before you, and you shall dispossess them. Joshua will go over before you, as Yahweh has spoken.
4 Καὶ ποιήσει Κύριος ὁ Θεός σου αὐτοῖς καθὼς ἐποίησε Σηὼν καὶ Ὢγ δυσὶ βασιλεῦσι τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, καὶ τῇ γῇ αὐτῶν, καθότι ἐξωλόθρευσεν αὐτούς.
4 Yahweh will do to them as he did to Sihon and to Og, the kings of the Amorites, and to their land, when he destroyed them.
5 Καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑμῖν· καὶ ποιήσετε αὐτοῖς, καθότι ἐνετειλάμην ὑμῖν.
5 Yahweh will deliver them up before you, and you shall do to them according to all the commandment which I have commanded you.
6 Ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ, μηδὲ δειλιάσῃς, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν· ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθʼ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ.
6 Be strong and courageous. Don’t be afraid or scared of them, for Yahweh your God himself is who goes with you. He will not fail you nor forsake you.”
7 Καὶ ἐκάλεσε Μωυσῆς Ἰησοῦν, καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ἰσραὴλ, ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτοῖς.
7 Moses called to Joshua, and said to him in the sight of all Israel, “Be strong and courageous, for you shall go with this people into the land which Yahweh has sworn to their fathers to give them; and you shall cause them to inherit it.
8 Καὶ Κύριος ὁ συμπορευόμενος μετὰ σοῦ, οὐκ ἀνήσει σε, οὐδὲ μὴ σε ἐγκαταλίπῃ· μή φοβοῦ, μηδὲ δειλία.
8 Yahweh himself is who goes before you. He will be with you. He will not fail you nor forsake you. Don’t be afraid. Don’t be discouraged.”
9 Καὶ ἔγραψε Μωυσῆς τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον, καὶ ἔδωκε τοῖς ἱερεῦσι τοῖς υἱοῖς Λευὶ τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ τοῖς πρεσβυτέροις τῶν υἱῶν Ἰσραήλ.
9 Moses wrote this law and delivered it to the priests the sons of Levi, who bore the ark of Yahweh’s covenant, and to all the elders of Israel.
10 Καὶ ἐνετείλατο Μωυσῆς αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων, μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνοπηγίας,
10 Moses commanded them, saying, “At the end of every seven years, in the set time of the year of release, in the feast of booths,
11 ἐν τῷ συμπορεύεσθαι πάντα Ἰσραὴλ ὀφθῆναι ἐνώπιον Κύριου τοῦ Θεοῦ ὑμῶν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος, ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς Ἰσραὴλ εἰς τὰ ὦτα αὐτῶν,
11 when all Israel has come to appear before Yahweh your God in the place which he will choose, you shall read this law before all Israel in their hearing.
12 ἐκκλησιάσας τὸν λαὸν, τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν, ἵνʼ ἀκούσωσι, καὶ ἵνα μάθωσι φοβεῖσθαι Κύριον τὸν Θεὸν ὑμῶν· καὶ ἀκούσονται ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου.
12 Assemble the people, the men and the women and the little ones, and the foreigners who are within your gates, that they may hear, learn, fear Yahweh your God, and observe to do all the words of this law,
13 Καὶ οἱ υἱοὶ αὐτῶν οἳ οὐκ οἴδασιν, ἀκούσονται, καὶ μαθήσονται φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.
13 and that their children, who have not known, may hear and learn to fear Yahweh your God, as long as you live in the land where you go over the Jordan to possess it.”
14 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἰδοὺ ἐγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου· κάλεσον Ἰησοῦν, καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐντελοῦμαι αὐτῷ· καὶ ἐπορεύθη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
14 Yahweh said to Moses, “Behold, your days approach that you must die. Call Joshua, and present yourselves in the Tent of Meeting, that I may commission him.” Moses and Joshua went, and presented themselves in the Tent of Meeting.
15 Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ ἔστη παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἔστη ὁ στύλος τῆς νεφέλης παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.
15 Yahweh appeared in the Tent in a pillar of cloud, and the pillar of cloud stood over the Tent’s door.
16 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου, καὶ ἀναστὰς οὗτος ὁ λαὸς ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς, εἰς ἣν οὗτος εἰσπορεύεται, καὶ καταλείψουσί με, καὶ διασκεδάσουσι τὴν διαθήκην μου, ἣν διεθέμην αὐτοῖς.
16 Yahweh said to Moses, “Behold, you shall sleep with your fathers. This people will rise up and play the prostitute after the strange gods of the land where they go to be among them, and will forsake me and break my covenant which I have made with them.
17 Καὶ ὀργισθήσομαι θυμῷ εἰς αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ καταλείψω αὐτοὺς, καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ ἔσται κατάβρωμα· καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις· καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, διότι οὐκ ἔστι Κύριος ὁ Θεός μου ἐν ἐμοὶ, εὕροσάν με τὰ κακὰ ταῦτα.
17 Then my anger shall be kindled against them in that day, and I will forsake them, and I will hide my face from them, and they shall be devoured, and many evils and troubles shall come on them; so that they will say in that day, ‘Haven’t these evils come on us because our God is not among us?’
18 Ἐγὼ δὲ ἀποστροφῇ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, διὰ πάσας τὰς κακίας ἃς ἐποίησαν, ὅτι ἀπέστρεψαν ἐπὶ θεοὺς ἀλλοτρίους.
18 I will surely hide my face in that day for all the evil which they have done, in that they have turned to other gods.
19 Καὶ νῦν γράψατε τὰ ῥήματα τῆς ᾠδῆς ταύτης, καὶ διδάξατε αὐτὴν τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐμβαλεῖτε αὐτὴν εἰς τὸ στόμα αὐτῶν, ἵνα γένηταί μοι ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα ἐν υἱοῖς Ἰσραήλ.
19 “Now therefore write this song for yourselves, and teach it to the children of Israel. Put it in their mouths, that this song may be a witness for me against the children of Israel.
20 Εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθὴν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ φάγονται, καὶ ἐμπλησθέντες κορήσουσι, καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους, καὶ λατρεύσουσιν αὐτοῖς, καὶ παροξυνοῦσί με, καὶ διασκεδάσουσι τὴν διαθήκην μου.
20 For when I have brought them into the land which I swore to their fathers, flowing with milk and honey, and they have eaten and filled themselves, and grown fat, then they will turn to other gods, and serve them, and despise me, and break my covenant.
21 Καὶ ἀντικαταστήσεται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα· οὐ γὰρ μὴ ἐπιλησθῇ ἀπὸ στόματος αὐτῶν, καὶ ἀπὸ στόματος τοῦ σπέρματος αὐτῶν· ἐγὼ γὰρ οἶδα τὴν πονηρίαν αὐτῶν, ὅσα ποιοῦσιν ὧδε σήμερον, πρὸ τοῦ εἰσαγαγεῖν με αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθὴν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν.
21 It will happen, when many evils and troubles have come on them, that this song will testify before them as a witness; for it will not be forgotten out of the mouths of their descendants; for I know their ways and what they are doing today, before I have brought them into the land which I promised them.”
22 Καὶ ἔγραψε Μωυσῆς τὴν ᾠδὴν ταύτην ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ ἐδίδαξεν αὐτὴν τοὺς υἱοὺς Ἰσραήλ.
22 So Moses wrote this song the same day, and taught it to the children of Israel.
23 Καὶ ἐνετείλατο Ἰησοῖ, καὶ εἶπεν, ἀνδρίζου καὶ ἴσχυε, σὺ γὰρ εἰσάξεις τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν γῆν, ἣν ὤμοσεν αὐτοῖς Κύριος, καὶ αὐτὸς ἔσται μετὰ σοῦ.
23 He commissioned Joshua the son of Nun, and said, “Be strong and courageous; for you shall bring the children of Israel into the land which I swore to them. I will be with you.”
24 Ἡνίκα δὲ συνετέλεσε Μωυσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος,
24 When Moses had finished writing the words of this law in a book, until they were finished,
25 καὶ ἐνετείλατο τοῖς Λευίταις τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, λέγων,
25 Moses commanded the Levites, who bore the ark of Yahweh’s covenant, saying,
26 λαβόντες τὸ βιβλίον τοῦ νόμου τούτου, θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ὑμῶν· καὶ ἔσται ἐκεῖ ἐν σοὶ εἰς μαρτύριον.
26 “Take this book of the law, and put it by the side of the ark of Yahweh your God’s covenant, that it may be there for a witness against you.
27 Ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου, καὶ τὸν τράχηλόν σου τὸν σκληρόν· ἔτι γὰρ ἐμοῦ ζῶντος μεθʼ ὑμῶν σήμερον, παραπικραίνοντες ἦτε τὰ πρὸς τὸν Θεόν· πῶς οὐχὶ καὶ ἔσχατον τοῦ θανάτου μου;
27 For I know your rebellion and your stiff neck. Behold, while I am yet alive with you today, you have been rebellious against Yahweh. How much more after my death?
28 Ἐκκλησιάσατε πρὸς μὲ τοὺς φυλάρχους ὑμῶν, καὶ τοὺς πρεσβυτέρους ὑμῶν, καὶ τοὺς κριτὰς ὑμῶν, καὶ τοὺς γραμματοεισαγωγεῖς ὑμῶν, ἵνα λαλήσω εἰς τὰ ὦτα αὐτῶν πάντας τοὺς λόγους τούτους· καὶ διαμαρτύρομαι αὐτοῖς τόν τε οὐρανὸν καὶ τὴν γῆν.
28 Assemble to me all the elders of your tribes and your officers, that I may speak these words in their ears, and call heaven and earth to witness against them.
29 Οἶδα γὰρ ὅτι ἔσχατον τῆς τελευτῆς μου ἀνομίᾳ ἀνομήσετε, καὶ ἐκκλινεῖτε ἐκ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν, καὶ συναντήσεται ὑμῖν τὰ κακὰ ἔσχατον τῶν ἡμερῶν, ὅτι ποιήσετε τὰ πονηρὰ ἐναντίον Κυρίου, παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν.
29 For I know that after my death you will utterly corrupt yourselves, and turn away from the way which I have commanded you; and evil will happen to you in the latter days, because you will do that which is evil in Yahweh’s sight, to provoke him to anger through the work of your hands.”
30 Καὶ ἐλάλησε Μωυσῆς εἰς τὰ ὦτα πάσης ἐκκλησίας τὰ ῥήματα τῆς ᾠδῆς ταύτης ἕως εἰς τέλος.
30 Moses spoke in the ears of all the assembly of Israel the words of this song, until they were finished.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Citado en la guía: Exodus 2–Deuteronomy 34
Referencias cruzadas (29)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 2 Deuteronomio 34:7; Números 27:17; 1 Reyes 3:7; Deuteronomio 3:26–27; Éxodo 7:7
- 3 Deuteronomio 9:3; Deuteronomio 31:23; Deuteronomio 3:28; Josué 4:14; Josué 1:2
- 4 Deuteronomio 2:33; Éxodo 23:28–31; Deuteronomio 3:21; Números 21:24–35; Deuteronomio 7:16
- 5 Deuteronomio 7:2; Éxodo 23:32–33; Deuteronomio 20:16–17; Números 33:52–56; Deuteronomio 7:18
- 6 Josué 1:9; Efesios 6:10; Salmo 27:14; 1 Crónicas 28:20; Isaías 41:10
- 7 Deuteronomio 3:28; Deuteronomio 31:6; Deuteronomio 1:38; Josué 1:6; Efesios 6:10
- 8 Éxodo 33:14; Deuteronomio 31:6; Josué 1:9; Romanos 8:31; Josué 1:5
- 9 Números 4:15; Josué 3:3; Josué 3:14–17; Daniel 9:13; Juan 1:17
- 10 Deuteronomio 15:1–2; Levítico 23:34–43
- 11 2 Reyes 23:2; Josué 8:34–35; Deuteronomio 16:16–17; Éxodo 23:16–17; Éxodo 34:24
- 12 Deuteronomio 4:10; Salmo 34:11–14; Deuteronomio 6:6–7; Salmo 19:7–11; Esdras 10:1
- 13 Deuteronomio 11:2; Deuteronomio 6:7; Efesios 6:4; Salmo 78:4–8; Proverbios 22:6
- 14 Números 27:13; Deuteronomio 31:23; Eclesiastés 9:5; 1 Samuel 10:19; Judas 24
- 15 Salmo 99:7; Éxodo 33:9–10; Éxodo 40:38
- 16 Jueces 10:6; Jueces 10:13; Jueces 2:12; Éxodo 34:15; Ezequiel 16:15
- 17 Jueces 6:13; Isaías 8:17; Números 14:42; 2 Crónicas 15:2; Salmo 104:29
- 18 Deuteronomio 31:16–17
- 19 Deuteronomio 6:7; Deuteronomio 31:21–22; Deuteronomio 31:26; Juan 12:48; Deuteronomio 31:30–32:45
- 20 Oseas 13:6; Nehemías 9:25–26; Deuteronomio 6:10–12; Éxodo 3:8; Jeremías 5:28
- 21 Oseas 5:3; Juan 2:24–25; Génesis 6:5; Salmo 139:2; Oseas 13:5–6
- 22 Deuteronomio 31:19; Deuteronomio 31:9
- 23 Deuteronomio 31:7–8; Deuteronomio 31:14; Hechos 7:45; Deuteronomio 3:28; Josué 1:5–9
- 24 Deuteronomio 31:9; Deuteronomio 17:18
- 25 Deuteronomio 31:9
- 26 Deuteronomio 31:19; Romanos 3:19–20; 2 Crónicas 34:14–15; 1 Reyes 8:9; 2 Reyes 22:8–11
- 27 Deuteronomio 32:20; Deuteronomio 9:24; Hechos 7:51; Isaías 48:4; Deuteronomio 9:6–7
- 28 Deuteronomio 32:1; Deuteronomio 4:26; Deuteronomio 30:19; Lucas 19:40; Deuteronomio 31:12
- 29 Jueces 2:19; Deuteronomio 32:5; Deuteronomio 4:30; Oseas 9:9; Génesis 49:1
- 30 Juan 12:49; Hebreos 3:2; Deuteronomio 4:5; Hechos 20:27; Hebreos 3:5
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias