1 Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε, εἰ ἔστι ποιῶν κρίμα, καὶ ζητῶν πίστιν· καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος. 2 Ζῇ Κύριος, λέγουσι, διατοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι; 3 Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι. 4 Καὶ ἐγὼ εἶπα, ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνάσθησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ. 5 Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ· καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμούς. 6 Διατοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτοὺς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπʼ αὐτῶν θηρευθήσονται, ὅτι ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν. 7 Ποίᾳ τούτων ἵλεως γένωμαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με, καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς· καὶ ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο, καὶ ἐν οἴκοις πορνῶν κατέλυον. 8 Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον. 9 Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν ἔθνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; 10 Ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς, καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ Κυρίου εἰσίν. 11 Ὅτι ἀθετῶν ἠθέτησεν εἰς ἐμὲ, λέγει Κύριος, οἶκος Ἰσραὴλ, καὶ οἶκος Ἰούδα 12 ἐψεύσατο τῷ Κυρίῳ αὐτῶν, καὶ εἶπαν, οὐκ ἔστι ταῦτα· οὐχ ἥξει ἐφʼ ἡμᾶς κακὰ, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα. 13 Οἱ προφῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς. 14 Διατοῦτο τάδε λέγει Κύριος παντοκράτωρ, ἀνθʼ ὧν ἐλαλήσατε τὸ ῥῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς. 15 Ἰδοὺ ἐγὼ ἐπάγω ἐφʼ ὑμᾶς ἔθνος πόῤῥωθεν, οἶκος Ἰσραὴλ, λέγει Κύριος, ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ. 16 Πάντες ἰσχυροὶ, καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν, 17 καὶ τοὺς ἄρτους ὑμῶν, καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν, καὶ τὰς θυγατέρας ὑμῶν, καὶ κατέδονται τὰ πρόβατα ὑμῶν, καὶ τοὺς μόσχους ὑμῶν, καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν, καὶ τοὺς συκῶνας ὑμῶν, καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσι τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐφʼ αἷς ὑμεῖς πεποίθατε ἐπʼ αὐταῖς, ἐν ῥομφαίᾳ. 18 Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος ὁ Θεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν. 19 Καὶ ἔσται ὅταν εἴπητε, τίνος ἕνεκεν ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν πάντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς, ἀνθʼ ὧν ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν τῇ γῇ οὐχ ὑμῶν. 20 Ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ἰακὼβ, καὶ ἀκουσθήτω ἐν τῷ οἴκῳ Ἰούδα. 21 Ἀκούσατε δὴ ταῦτα λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσι. 22 Μὴ ἐμὲ οὐ φοβηθήσεσθε; λέγει Κύριος· ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτὸ, καὶ ταραχθήσεται, καὶ οὐ δυνήσεται· καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς, καὶ οὐχ ὑπερβήσεται αὐτό. 23 Τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθὴς, καὶ ἐξέκλιναν καὶ ἀπήλθοσαν, 24 καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν, φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν, τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ, καὶ ἐφύλαξεν ἡμῖν. 25 Αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα, καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθὰ ἀφʼ ὑμῶν. 26 Ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς, καὶ παγίδας ἔστησαν τοῦ διαφθεῖραι ἄνδρας, καὶ συνελαμβάνοσαν. 27 Ὡς παγὶς ἐφεσταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διατοῦτο ἐμεγαλύνθησαν, καὶ ἐπλούτησαν, 28 καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ, καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν. 29 Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; 30 Ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς. 31 Οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;
Jeremías · Septuaginta griega de Brenton
Jeremías 5 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (30)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Génesis 18:23–32; 2 Crónicas 16:9; Ezequiel 22:30; Salmo 14:3; Salmo 53:2–4
- 2 Tito 1:16; Jeremías 4:2; Levítico 19:12; 2 Timoteo 3:5; Oseas 4:1–2
- 3 Jeremías 7:28; Jeremías 2:30; 2 Crónicas 16:9; Sofonías 3:7; Isaías 9:13
- 4 Oseas 4:6; Jeremías 8:7; Isaías 28:9–13; Mateo 11:5; Jeremías 4:22
- 5 Jeremías 2:20; Santiago 2:5–7; Lucas 18:24; Lucas 19:14; Hechos 4:26–27
- 6 Jeremías 4:7; Habacuc 1:8; Ezequiel 22:27; Sofonías 3:3; Apocalipsis 13:2
- 7 Gálatas 4:8; Josué 23:7; Deuteronomio 32:21; Jeremías 2:11; Sofonías 1:5
- 8 Jeremías 13:27; 2 Samuel 11:2–4; Ezequiel 22:11; Deuteronomio 5:18; Éxodo 20:14
- 9 Jeremías 9:9; Jeremías 5:29; Isaías 1:24; Lamentaciones 4:22; Nahúm 1:2
- 10 Jeremías 4:27; Oseas 1:9; Amós 9:8; Mateo 22:7; Salmo 78:61–62
- 11 Jeremías 3:20; Isaías 48:8; Jeremías 3:6–11; Oseas 5:7; Oseas 6:7
- 12 2 Crónicas 36:16; Isaías 28:14–15; Jeremías 43:2–3; Ezequiel 12:22–28; Jeremías 23:14–17
- 13 Jeremías 14:15; Jeremías 14:13; Job 8:2; Jeremías 20:8–11; Jeremías 18:18
- 14 Jeremías 23:29; Jeremías 1:9; Oseas 6:5; Apocalipsis 11:5–6; Zacarías 1:6
- 15 Deuteronomio 28:49; Jeremías 4:16; Isaías 33:19; Isaías 28:11; Isaías 5:26
- 16 Isaías 5:28; Salmo 5:9; Romanos 3:13
- 17 Levítico 26:16; Deuteronomio 28:33; Oseas 8:14; Jeremías 50:7; Jeremías 4:26
- 18 Jeremías 5:10; Jeremías 4:27; Romanos 11:1–5; Ezequiel 9:8; Ezequiel 11:13
- 19 1 Reyes 9:8–9; Deuteronomio 28:47–48; Jeremías 22:8–9; Jeremías 13:22; Jeremías 16:13
- 21 Hechos 28:26; Ezequiel 12:2; Isaías 6:9–10; Romanos 11:8; Juan 12:40
- 22 Job 38:10–11; Salmo 104:9; Job 26:10; Proverbios 8:29; Deuteronomio 28:58
- 23 Jeremías 6:28; Deuteronomio 21:18; Hebreos 3:12; Salmo 95:10; Oseas 11:7
- 24 Salmo 147:8; Génesis 8:22; Joel 2:23; Jeremías 14:22; Hechos 14:17
- 25 Isaías 59:2; Salmo 107:34; Salmo 107:17; Deuteronomio 28:23–24; Jeremías 2:17–19
- 26 Proverbios 1:11; Salmo 64:5; Jeremías 18:22; Ezequiel 22:2–12; Salmo 10:9–10
- 27 Jeremías 9:6; Amós 8:4–6; Proverbios 1:11–13; Miqueas 1:12; Apocalipsis 18:2
- 28 Isaías 1:23; Deuteronomio 32:15; Salmo 73:12; Zacarías 7:10; Jeremías 7:6
- 29 Jeremías 5:9; Malaquías 3:5; Santiago 5:4; Jeremías 9:9
- 30 Jeremías 23:14; Oseas 6:10; Isaías 1:2; Jeremías 2:12
- 31 Ezequiel 13:6; Jeremías 14:14; Miqueas 2:11; 2 Tesalonicenses 2:9–11; 2 Timoteo 4:3–4
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
Wherefore the prophet David says, "Man, being placed in honour, is made like unto cattle." And again Jeremiah says, "They are become like horses, furious about females; each one neighed after his neighbour's wife." And Isaiah, when preaching in Judea, and reasoning with Israel, termed them "rulers of Sodom" and "people of Gomorrah;" intimating that they were like the Sodomites …
… of the synagogue of the Jews: "A wonderful and horrible thing is committed in the land: the prophets prophesy falsely, and the priests applaud them with their hands; and my people love to have it so: and what will ye do in the end thereof?" O eloquence, which is the more terrible from its purity, and the more crushing from …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
"Fear ye not me, saith the Lord....which have placed the sand for the bound of the sea." A grain of sand, the weakest thing possible, curbs the violence of the ocean.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)