Saltar al texto

Josué · Septuaginta griega de Brenton

Josué 11 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)

1 Ὡς δὲ ἤκουσεν Ἰαβὶς βασιλεὺς Ἀσὼρ, ἀπέστειλε πρὸς Ἰωβὰβ βασιλέα Μαρῶν, καὶ πρὸς βασιλέα Συμοὼν, καὶ πρὸς βασιλέα Ἀζὶφ, 2 καὶ πρὸς βασιλεῖς τοὺς κατὰ Σιδῶνα τὴν μεγάλην, εἰς τὴν ὀρεινὴν καὶ εἰς Ἄραβα ἀπέναντι Κενερὼθ, καὶ εἰς τὸ πεδίον, καὶ εἰς Φεναεδδὼρ, 3 καὶ εἰς τοὺς παραλίους Χαναναίους ἀπὸ ἀνατολῶν, καὶ εἰς τοὺς παραλίους Ἀμοῤῥαίους, καὶ τοὺς Χετταίους, καὶ Φερεζαίους, καὶ Ἰεβουσαίους τοὺς ἐν τῷ ὄρει, καὶ τοὺς Εὐαίους, καὶ τοὺς ὑπὸ τὴν Ἀερμὼν εἰς γῆν Μασσύμα. 4 Καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετʼ αὐτῶν, ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει, καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα. 5 Καὶ συνῆλθον πάντες οἱ βασιλεῖς αὐτοὶ καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ, καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρὼν πολεμῆσαι τὸν Ἰσραήλ. 6 Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ Ἰσραήλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις, καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί. 7 Καὶ ἦλθεν Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπʼ αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρὼν ἐξάπινα· καὶ ἐπέπεσαν ἐπʼ αὐτοὺς ἐν τῇ ὀρεινῇ. 8 Καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑποχειρίους Ἰσραήλ· καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης, καὶ ἕως Μασερὼν, καὶ ἕως τῶν πεδίων Μασσὼχ κατʼ ἀνατολάς· καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσωσμένον. 9 Καὶ ἐποίησεν αὐτοῖς Ἰησοῦς, ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος· τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε, καὶ τὰ ἅρματα αὐτῶν ἐνέπρησε πυρί. 10 Καὶ ἐπεστράφη Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ κατελάβετο Ἀσὼρ, καὶ τὸν βασιλέα αὐτῆς· ἦν δὲ Ἀσὼρ τοπρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων. 11 Καὶ ἀπέκτειναν πᾶν ἐμπνέον ἐν αὐτῇ ἐν ξίφει, καὶ ἐξωλόθρευσαν πάντας, καὶ οὐ κατελείφθη ἐν αὐτῇ ἐμπνέον· καὶ τὴν Ἀσὼρ ἐνέπρησαν ἐν πυρί. 12 Καὶ πάσας τὰς πόλεις τῶν βασιλειῶν, καὶ τοὺς βασιλεῖς αὐτῶν ἔλαβεν Ἰησοῦς, καὶ ἀνεῖλεν αὐτοὺς ἐν στόματι ξίφους· καὶ ἐξωλόθρευσαν αὐτοὺς, ὃν τρόπον συνέταξε Μωυσῆς ὁ παῖς Κυρίου. 13 Ἀλλὰ πάσας τὰς πόλεις τὰς κεχωματισμένας οὐκ ἐνέπρησεν Ἰσραήλ· πλὴν Ἀσὼρ μόνην ἐνέπρησεν Ἰσραὴλ, 14 καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραήλ· αὐτοὺς δὲ πάντας ἐξωλόθρευσαν ἐν στόματι ξίφους, ἕως ἀπώλεσεν αὐτοὺς· οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲν ἐμπνέον. 15 Ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ τῷ παιδὶ αὐτοῦ, καὶ Μωυσῆς ὡσαύτως ἐνετείλατο τῷ Ἰησοῖ· καὶ οὕτως ἐποίησεν Ἰησοῦς, οὐ παρέβη οὐδὲν ἀπὸ πάντων ὧν συνέταξεν αὐτῷ Μωυσῆς. 16 Καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν τὴν ὀρεινὴν, καὶ πᾶσαν τὴν γῆν Ναγὲβ, καὶ πᾶσαν τὴν γῆν Γοσὸμ, καὶ τὴν πεδινὴν, καὶ τὴν πρὸς δυσμαῖς, καὶ τὸ ὄρος Ἰσραὴλ, καὶ τὰ ταπεινὰ 17 τὰ πρὸς τῷ ὄρει ἀπὸ ὄρους Χελχὰ, καὶ ὃ προσαναβαίνει εἰς Σηεὶρ, καὶ ἕως Βαλαγὰδ, καὶ τὰ πεδία τοῦ Λιβάνου ὑπὸ τὸ ὄρος τὸ Ἀερμών· καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν ἔλαβε, καὶ ἀνεῖλε, καὶ ἀπέκτεινε. 18 Καὶ ἡμέρας πλείους ἐποίησεν Ἰησοῦς πρὸς τοὺς βασιλεῖς τούτους τὸν πόλεμον. 19 Καὶ οὐκ ἦν πόλις, ἣν οὐκ ἔλαβεν Ἰσραήλ· πάντα ἐλάβοσαν ἐν πολέμῳ. 20 Ὅτι διὰ Κυρίου ἐγένετο κατισχύσαι αὐτῶν τὴν καρδίαν συναντᾷν εἰς πόλεμον πρὸς Ἰσραὴλ, ἵνα ἐξολοθρευθῶσιν, ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος, ἀλλʼ ἵνα ἐξολοθρευθῶσιν, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωυσῆν. 21 Καὶ ἦλθεν Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐξωλόθρευσε τοὺς Ἐνακὶμ ἐκ τῆς ὀρεινῆς, ἐκ Χεβρὼν, καὶ ἐκ Δαβὶρ, καὶ ἐξ Ἀναβὼθ, καὶ ἐκ παντὸς Ἰούδα σὺν ταῖς πόλεσιν αὐτῶν· καὶ ἐξωλόθρευσεν αὐτοὺς Ἰησοῦς. 22 Οὐ κατελείφθη τῶν Ἐνακὶμ ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, ἀλλὰ πλὴν ἐν Γάζῃ, καὶ ἐν Γὲθ, καὶ ἐν Ἀσελδὼ κατελείφθη. 23 Καὶ ἔλαβεν Ἰησοῦς πᾶσαν τὴν γῆν, καθότι ἐνετείλατο Κύριος τῷ Μωυσῇ· καὶ ἔδωκεν αὐτοὺς Ἰησοῦς ἐν κληρονομίᾳ Ἰσραὴλ ἐν μερισμῷ κατὰ φυλὰς αὐτῶν· καὶ ἡ γῆ κατέπαυσε πολεμουμένη.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Jabin

    King of Hazor

    King of Hazor who called the northern kings to join forces at the waters of Merom against Israel, where Joshua defeated them and burned Hazor; Scripture does not say whether he is…

    Citado en la guía: Joshua 11:1

  • Jobab

    King of Madon

    King of Madon whom Jabin of Hazor summoned to the northern coalition that Joshua defeated at the waters of Merom.

    Citado en la guía: Joshua 11:1

Referencias cruzadas (23)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Josué 11:10; Isaías 43:5–7; Salmo 2:1–4; Josué 10:3–4; Jueces 4:2
  2. 2 Jueces 1:27; Josué 12:3; Josué 17:11; Números 34:11; Josué 12:23
  3. 3 Jueces 3:3; Génesis 31:49; Josué 18:26; Josué 15:63; Josué 13:11
  4. 4 Jueces 7:12; 1 Samuel 13:5; Génesis 22:17; Génesis 32:12; 2 Samuel 17:11
  5. 5 Salmo 118:10–12; Salmo 3:1; Isaías 8:9; Apocalipsis 16:14
  6. 6 Josué 10:8; 2 Samuel 8:4; Josué 11:9; Jueces 20:28; 1 Samuel 11:9
  7. 7 Josué 10:9; 1 Tesalonicenses 5:2–3
  8. 8 Josué 13:6; Josué 19:28; Zacarías 9:2; Génesis 10:15; Josué 21:44
  9. 9 Josué 11:6; Ezequiel 39:9–10
  10. 10 Josué 11:1; Jueces 4:2
  11. 11 Josué 10:40; Deuteronomio 20:16
  12. 12 Deuteronomio 20:16–17; Deuteronomio 7:2; Números 33:50–53; Josué 10:39–40; Josué 10:28
  13. 13 Jeremías 30:18
  14. 14 Números 31:9; Deuteronomio 20:14; Josué 8:27; Josué 10:40; Números 31:11–12
  15. 15 Éxodo 34:11–13; Josué 1:7; Deuteronomio 7:2; Hechos 20:20; Deuteronomio 12:32
  16. 16 Josué 10:41; Josué 11:21; Josué 12:8; Ezequiel 36:8; Josué 11:2
  17. 17 Deuteronomio 7:24; Josué 11:3; Josué 13:5; Deuteronomio 33:2; Deuteronomio 2:1
  18. 18 Josué 11:23; Josué 14:7–10
  19. 19 Josué 9:3–27
  20. 20 Romanos 9:18; Deuteronomio 20:16–17; Éxodo 4:21; Deuteronomio 7:16; Deuteronomio 2:30
  21. 21 Deuteronomio 9:2; Deuteronomio 1:28; Números 13:22–23; Josué 15:13–14; Apocalipsis 6:2
  22. 22 1 Samuel 17:4; Josué 15:46; 1 Crónicas 18:1; 1 Samuel 5:1; 2 Samuel 21:16–22
  23. 23 Josué 21:44–45; Números 26:52–55; Salmo 46:9; Josué 14:1–15; Éxodo 23:27–31

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias