1 Καὶ νῦν οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε Ἰακὼβ, καὶ ὁ πλάσας σε Ἰσραὴλ, μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε, ἐκάλεσά σε τὸ ὄνομά σου· ἐμὸς εἶ σύ. 2 Καὶ ἐὰν διαβαίνῃς διʼ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συνκλύσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε. 3 Ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἅγιος Ἰσραὴλ, ὁ σώζων σε· ἐποίησα ἄλλαγμά σου Αἴγυπτον καὶ Αἰθιοπίαν, καὶ Σοήνην ὑπὲρ σοῦ. 4 Αφʼ οὗ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης, καὶ ἐγώ σε ἠγάπησα, καὶ δώσω ἀνθρώπους ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. 5 Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε. 6 Ἐρῶ τῷ Βοῤῥᾷ, ἄγε, καὶ τῷ Λιβὶ, μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ τῆς πόῤῥωθεν, καὶ τὰς θυγατέρας μου ἀπʼ ἄκρων τῆς γῆς, 7 πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου· ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν, καὶ ἔπλασα αὐτὸν, καὶ ἐποίησα αὐτὸν, 8 καὶ ἐξήγαγον λαὸν τυφλὸν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοὶ, καὶ κωφοὶ τὰ ὦτα ἔχοντες. 9 Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοῦς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ ἀκουσάτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. 10 Γένεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετʼ ἐμὲ οὐκ ἔσται. 11 Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σώζων. 12 Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς 13 ἔτι ἀπʼ ἀρχῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ὁ ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; 14 Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραὴλ, ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα, καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. 15 Ἐγὼ Κύριος ὁ Θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. 16 Οὕτως λέγει Κύριος, ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, 17 ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρον· ἀλλʼ ἐκοιμήθησαν, καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λῖνον ἐσβεσμένον. 18 Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. 19 Ἰδοὺ ἐγὼ ποιῶ καινὰ, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά· καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. 20 Εὐλογήσουσί με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, 21 λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι. 22 Οὐ νῦν ἐκάλεσά σε Ἰακὼβ, οὐδὲ κοπιάσαι σε ἐποίησα Ἰσραήλ. 23 Οὐκ ἤνεγκάς μοι πρόβατά σου τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλωσά σε ἐν θυσίαις, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ, 24 οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυσίασμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα· ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου προέστης μου, καὶ ἐν ταῖς ἀδικίαις σου. 25 Ἐγώ εἰμι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ, καὶ τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι. 26 Σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. 27 Οἱ πατέρες ὑμῶν πρῶτοι, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ. 28 Καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου· καὶ ἔδωκα ἀπωλέσαι Ἰακὼβ, καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν.
Isaías · Septuaginta griega de Brenton
Isaías 43 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (28)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Salmo 100:3; Isaías 43:7; Zacarías 13:9; Isaías 54:4–5; Tito 2:14
- 2 Isaías 41:10; Josué 1:9; Salmo 66:12; Salmo 23:4; Daniel 3:25–27
- 3 Isaías 60:16; Isaías 45:15; Isaías 49:26; Éxodo 20:2; 2 Crónicas 14:9–14
- 4 Deuteronomio 7:6–8; 1 Pedro 2:9; Jeremías 31:3; Apocalipsis 3:9; Génesis 12:2
- 5 Deuteronomio 30:3; Lucas 13:29; Isaías 49:12; Ezequiel 39:25–29; Isaías 60:1–11
- 6 2 Corintios 6:17–18; Jeremías 3:14; Jeremías 3:18–19; Oseas 1:10–11; Romanos 9:7–8
- 7 Efesios 2:10; Isaías 43:21; Efesios 1:12; 1 Pedro 2:9; Romanos 9:23
- 8 Isaías 6:9; Ezequiel 12:2; Isaías 42:18–20; Deuteronomio 29:2–4; 2 Corintios 4:4–6
- 9 Isaías 46:10; Isaías 44:7–9; Isaías 41:21–26; Isaías 41:1; Salmo 50:1
- 10 Isaías 41:4; Isaías 45:6; Isaías 46:8–9; Isaías 43:12; Isaías 40:21–22
- 11 Oseas 13:4; Isaías 44:6; Isaías 43:3; Isaías 45:21–22; Apocalipsis 7:10–12
- 12 Deuteronomio 32:12; Isaías 44:8; Salmo 81:9–10; Isaías 43:10; Isaías 46:9–10
- 13 Isaías 14:27; Isaías 46:10; Salmo 90:2; Hebreos 13:8; Juan 8:58
- 14 Isaías 44:6; Jeremías 51:24; Isaías 23:13; Isaías 44:24–45:5; Apocalipsis 18:11–21
- 15 Isaías 43:1; Isaías 48:17; Apocalipsis 3:7; Jeremías 51:5; Salmo 74:12
- 16 Isaías 51:10; Isaías 43:2; Salmo 77:19; Jeremías 31:35; Salmo 106:9
- 17 Isaías 1:31; Éxodo 14:4–9; Salmo 118:12; Apocalipsis 20:8–9; Salmo 76:5–6
- 18 Isaías 65:17; 2 Corintios 3:10; 1 Crónicas 16:12; Deuteronomio 8:2; Jeremías 16:14–15
- 19 Isaías 48:6; Isaías 42:9; 2 Corintios 5:17; Apocalipsis 21:5; Isaías 41:18
- 20 Isaías 41:17; Isaías 48:21; Isaías 49:10; Apocalipsis 17:14; 1 Pedro 2:9
- 21 1 Pedro 2:9; Hebreos 13:15; Salmo 102:18; 1 Corintios 6:19–20; Lucas 1:74–75
- 22 Miqueas 6:3; Malaquías 3:14; Malaquías 1:13; Jeremías 10:25; Santiago 4:2–3
- 23 Amós 5:25; Zacarías 7:5–6; Malaquías 1:6–8; Levítico 2:1; Jeremías 7:22
- 24 Isaías 7:13; Jeremías 6:20; Isaías 1:14; Ezequiel 6:9; Isaías 63:10
- 25 Hebreos 8:12; Miqueas 7:18–19; Hebreos 10:17; Jeremías 31:34; Isaías 1:18
- 26 Isaías 1:18; Isaías 43:9; Romanos 8:33; Salmo 141:2; Jeremías 2:21–35
- 27 Jeremías 5:31; Isaías 28:7; Ezequiel 16:3; Ezequiel 22:25–28; Lamentaciones 4:13–14
- 28 Jeremías 24:9; Isaías 65:15; Zacarías 8:13; Deuteronomio 28:15–20; 1 Tesalonicenses 2:16
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… is, the Father bearing witness to the Son, and the Son announcing the Father.--As also Esaias says, "I too am witness," he declares, "saith the Lord God, and the Son whom I have chosen, that ye may know, and believe, and understand that I am."
Therefore doth God appoint righteousness as a reward for such repentance, saying, "Be thou first to tell thy sins, that thou mayest be justified." For it is not, it is not indeed, a small step towards amendment, to lay together all our sins, and to be continually revolving and reckoning them up with their particulars.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… Give up; and to the south, Keep not back: bring My sons from far, and My daughters from the ends of the earth; all, as many as have been called in My name: for in My glory I have prepared, and formed, and made him." Inasmuch as then, "wheresoever the carcase is, there shall also the eagles be gathered together," …
… Me in sacrifices, nor in [the matter of] frankincense hast thou done anything laboriously; neither hast thou bought for Me incense with money, nor have I desired the fat of thy sacrifices; but thou hast stood before Me in thy sins and in thine iniquities." He says, therefore, "Upon this man will I look, even upon him that is humble, …