1 ΤΗ ΜΩΑΒ οὕτως εἶπε Κύριος, οὐαὶ ἐπὶ Ναβαῦ, ὅτι ὤλετο, ἐλήφθη Καριαθαὶμ, ᾐσχύνθη Ἀμὰθ καὶ Ἀγάθ. 2 Οὐκ ἔστιν ἔτι ἰατρεία Μωὰβ, γαυρίαμα ἐν Ἐσεβὼν, ἐλογίσατο ἐπʼ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται· ὄπισθέν σου βαδιεῖται μάχαιρα, 3 ὅτι φωνὴ κεκραγότων ἐξ Ὠρωναὶμ, ὄλεθρον καὶ σύντριμμα μέγα· 4 Συνετρίβη Μωὰβ, ἀναγγείλατε εἰς Ζογόρα, 5 ὅτι ἐπλήσθη Ἀλὼθ ἐν κλαυθμῷ· ἀναβήσεται κλαίων ἐν ὁδῷ Ὠρωναὶμ, κραυγὴν συντρίμματος ἠκούσατε. 6 Φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν, καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ. 7 Ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώματί σου, καὶ σὺ συλληφθήσῃ· καὶ ἐξελεύσεται Χαμὼς ἐν ἀποικίᾳ, καὶ οἱ ἱερεῖς αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. 8 Καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν, οὐ μὴ σωθῇ, καὶ ἀπολεῖται ὁ αὐλῶν, καὶ ἐξολοθρευθήσεται ἡ πεδινὴ, καθὼς εἶπε Κύριος. 9 Δότε σημεῖα τῇ Μωὰβ, ὅτι ἁφῇ ἁφθήσεται, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται· πόθεν ἔνοικος αὐτῇ; 10 Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς, ἐξαίρων μάχαιραν αὐτοῦ ἀφʼ αἵματος. 11 Ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ, οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον, καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διατοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπε. 12 Διατοῦτο ἰδοὺ ἡμέραι αὐτοῦ ἔρχονται, φησὶ Κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν, καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσι, καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσι. 13 Καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χαμὼς, ὥσπερ κατῃσχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαιθὴλ ἐλπίδος αὐτῶν πεποιθότες ἐπʼ αὐτοῖς. 14 Πῶς ἐρεῖτε, ἰσχυροί ἐσμεν, καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά; 15 Ὤλετο Μωὰβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν. 16 Ἐγγὺς ἡμέρα Μωὰβ ἐλθεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα. 17 Κινήσατε αὐτῷ πάντες κυκλόθεν αὐτοῦ, πάντες ἔκδοτε ὄνομα αὐτοῦ· εἴπατε, πῶς συνετρίβη βακτηρία εὐκλεὴς, ῥάβδος μεγαλώματος; 18 Κατάβηθι ἀπὸ δόξης, καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη· Δαιβὼν ἐκτριβήσεται, ὅτι ὤλετο Μωὰβ, ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου. 19 Ἐφʼ ὁδοῦ στῆθι, καὶ ἔπιδε καθημένη ἐν Ἀρὴρ, καὶ ἐρώτησον φεύγοντα, καὶ σωζόμενον, καὶ εἰπὸν, τί ἐγένετο; 20 Κατῃσχύνθη Μωὰβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Ἀρνὼν, ὅτι ὤλετο Μωὰβ, 21 καὶ κρίσις ἔρχεται εἰς τὴν γῆν Μεισὼρ ἐπὶ Χελὼν, καὶ Ῥεφὰς, καὶ Μωφὰς, 22 καὶ ἐπὶ Δαιβὼν, καὶ ἐπὶ Ναβαῦ, καὶ ἐπʼ οἶκον Δαιθλαθαὶμ, 23 καὶ ἐπὶ Καριαθαὶμ, καὶ ἐπʼ οἶκον Γαιμὼλ, καὶ ἐπʼ οἶκον Μαὼν, 24 καὶ ἐπὶ Καριὼθ, καὶ ἐπὶ Βοσὸρ, καὶ ἐπὶ πάσας τὰς πόλεις Μωὰβ τὰς πόῤῥω καὶ τὰς ἐγγύς. 25 Κατεάχθη κέρας Μωὰβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη. 26 Μεθύσατε αὐτὸν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη· καὶ ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὐτοῦ, καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός. 27 Καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι Ἰσραὴλ, καὶ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν. 28 Κατέλιπον τὰς πόλεις, καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωάβ· ἐγενήθησαν ὥσπερ περιστεραὶ νοσσεύουσαι ἐν πέτραις, στόματι βοθύνου. 29 Καὶ ἤκουσα ὕβριν Μωὰβ, ὕβρισε λίαν ὕβριν αὐτοῦ, καὶ ὑπερηφανίαν αὐτοῦ· καὶ ὑψώθη ἡ καρδία αὐτοῦ. 30 Ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτῷ οὐχ οὕτως ἐποίησε; 31 Διατοῦτο ἐπὶ Μωὰβ ὀλολύζετε πάντοθεν· βοήσατε ἐπʼ ἄνδρας κειράδας αὐχμοῦ. 32 Ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι ἄμπελος Ἀσερημὰ, κλήματά σου διῆλθε θάλασσαν, πόλεις Ἰαζὴρ ἥψαντο, ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσε. 33 Συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς Μωαβίτιδος· καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου, πρωῒ οὐκ ἐπάτησαν, οὐδὲ δείλης οὐκ ἐποίησαν, 34 αἱ δὲ ἀπὸ κραυγῆς Ἐσεβὼν ἕως Αἰτὰμ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν, ἀπὸ Ζογὸρ ἕως Ὠρωναὶμ, καὶ ἀγγελίαν σαλασία, ὅτι καὶ τὸ ὕδωρ Νεβρεὶν εἰς κατάκαυμα ἔσται. 35 Καὶ ἀπολῶ τὸν Μωὰβ, φησὶ Κύριος, ἀναβαίνοντα ἐπὶ τὸν βωμὸν, καὶ θυμιῶντα θεοῖς αὐτοῦ. 36 Διατοῦτο καρδία τοῦ Μωὰβ, ὥσπερ αὐλοὶ βουβήσουσι, καρδία μου ἐπʼ ἀνθρώπους κειράδας ὥσπερ αὐλὸς βομβήσει· διατοῦτο ἃ περιεποιήσατο, ἀπώλετο ἀπὸ ἀνθρώπου. 37 Πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρηθήσονται, καὶ πᾶς πώγων ξυρηθήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκκος. 38 Καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ, καὶ ἐπὶ ταῖς πλατείαις αὐτῆς, ὅτι συνέτριψα, φησὶ Κύριος, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστι χρεία αὐτοῦ. 39 Πῶς κατήλλαξε; πῶς ἔστρεψε νῶτον Μωάβ; ᾐσχύνθη, καὶ ἐγένετο Μωὰβ εἰς γέλωτα, καὶ ἐγκότημα πᾶσι τοῖς κύκλῳ αὐτῆς. 40 Ὅτι οὕτως εἶπε Κύριος, 41 Ἐλήφθη Καριὼθ, καὶ τὰ ὀχυρώματα συνελήφθη, 42 καὶ ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν Κύριον ἐμεγαλύνθη. 43 Παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σὲ καθήμενος Μωάβ. 44 Ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου, ἐμπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου, καὶ συλληφθήσεται ἐν τῇ παγίδι· ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.
Jeremías · Septuaginta griega de Brenton
Jeremías 31 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (40)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Jeremías 30:22; Jeremías 30:24; Zacarías 13:9; Isaías 41:10; Jeremías 3:18
- 2 Salmo 95:11; Números 10:33; Deuteronomio 1:33; Mateo 11:28; Isaías 63:7–14
- 3 Salmo 103:17; Isaías 54:8–9; Oseas 11:4; Efesios 2:4–5; Deuteronomio 33:3
- 4 Jeremías 33:7; Jeremías 31:13; Amós 5:2; Hechos 15:16; Jeremías 30:18–19
- 5 Amós 9:14; Miqueas 4:4; Isaías 65:21–22; Levítico 19:23–25; Deuteronomio 28:30
- 6 Jeremías 50:4–5; Zacarías 8:20–23; Isaías 2:2–4; Miqueas 4:1–3; Jeremías 50:19
- 7 Salmo 28:9; Salmo 14:7; Isaías 37:31; Jeremías 23:3; Isaías 42:10–12
- 8 Ezequiel 34:16; Isaías 42:16; Jeremías 23:8; Miqueas 4:6; Ezequiel 34:13
- 9 Éxodo 4:22; Jeremías 3:4; Jeremías 31:20; Mateo 5:4; Jeremías 50:4
- 10 Isaías 40:11; Ezequiel 34:12; Deuteronomio 30:4; Isaías 66:19; Juan 11:52
- 11 Isaías 48:20; Isaías 44:23; Tito 2:14; Jeremías 15:21; Isaías 49:24
- 12 Isaías 35:10; Isaías 58:11; Joel 3:18; Isaías 65:19; Isaías 60:20
- 13 Salmo 30:11; Isaías 61:3; Isaías 51:11; Isaías 51:3; Ester 9:22
- 14 Jeremías 31:25; 1 Pedro 2:9; Jeremías 33:9; Mateo 5:6; Apocalipsis 7:16–17
- 15 Mateo 2:16–18; Salmo 77:2; Jeremías 40:1; Jeremías 10:20; Génesis 37:35
- 16 Rut 2:12; Jeremías 30:3; Hebreos 6:10; Hebreos 11:6; Jeremías 33:7
- 17 Lamentaciones 3:21; Oseas 3:5; Lamentaciones 3:26; Oseas 2:15; Jeremías 29:11–16
- 18 Jeremías 31:9; Salmo 80:3; Job 5:17; Isaías 9:13; Jeremías 17:14
- 19 Jeremías 3:25; Ezequiel 36:31; Ezequiel 21:12; Lucas 18:13; Deuteronomio 30:2
- 20 Isaías 55:7; Miqueas 7:18–19; Lamentaciones 3:31–32; Jueces 10:16; Salmo 103:13
- 21 Jeremías 50:5; Isaías 62:10; Salmo 84:5; Jeremías 3:14; Isaías 52:11–12
- 22 Jeremías 7:24; Jeremías 49:4; Lucas 1:34–35; Mateo 1:21; Jeremías 2:18
- 23 Zacarías 8:3; Jeremías 50:7; Isaías 1:26; Salmo 48:1–2; Isaías 60:21
- 24 Zacarías 8:4–8; Ezequiel 36:10; Jeremías 33:11–13; Zacarías 2:4
- 25 Mateo 5:6; Mateo 11:28; Salmo 107:9; Juan 4:14; Jeremías 31:14
- 26 Salmo 127:2; Zacarías 4:1–2
- 27 Oseas 2:23; Zacarías 10:9; Ezequiel 36:9; Ezequiel 36:11; Jeremías 30:19
- 28 Jeremías 24:6; Jeremías 1:10; Jeremías 18:7–9; Jeremías 45:4; Jeremías 44:27
- 29 Lamentaciones 5:7; Ezequiel 18:2–3; Jeremías 31:30
- 30 Ezequiel 18:20; Isaías 3:11; Deuteronomio 24:16; Gálatas 6:5; Ezequiel 18:4
- 31 Hebreos 10:16–17; Jeremías 31:31–34; Ezequiel 37:26; Jeremías 32:40; 2 Corintios 3:6
- 32 Éxodo 24:6–8; Deuteronomio 5:3; Deuteronomio 1:31; Éxodo 19:5; Juan 3:29
- 33 2 Corintios 3:3; Hebreos 10:16; Hebreos 8:10; Ezequiel 11:19–20; Jeremías 24:7
- 34 Isaías 43:25; Hebreos 8:12; Jeremías 33:8; Isaías 54:13; 1 Juan 2:27
- 35 Jeremías 10:16; Isaías 51:15; Salmo 136:7–9; Génesis 1:14–18; Jeremías 50:34
- 36 Jeremías 33:20–26; Salmo 89:36–37; Isaías 54:9–10; Salmo 148:6; Jeremías 46:28
- 37 Jeremías 33:24–26; Isaías 40:12; Romanos 11:1–5; Jeremías 33:22; Romanos 11:26–29
- 38 Zacarías 14:10; 2 Reyes 14:13; Jeremías 30:18; 2 Crónicas 26:9; Jeremías 31:27
- 39 Zacarías 2:1–2; Ezequiel 40:8
- 40 2 Samuel 15:23; Joel 3:17; 2 Crónicas 23:15; 2 Reyes 11:16; Juan 18:1
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
As also Jeremiah declares, "The Lord hath redeemed Jacob, and has snatched him from the hand of him that was stronger than he." If, then, he had not pointed out Him who binds and spoils his goods, but had merely spoken of him as being strong, the strong man should have been unconquered.
For Jeremiah himself says, "Behold, the days come, saith the Lord, that I will complete over the house of Jacob a new testament," and the rest, which may be read there. For the present I shall put down those predictions about Christ by the prophet Zephaniah, who prophesied with Jeremiah.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
"Then was fulfilled that which was spoken by Jeremy the prophet, saying, In Rama was there a voice heard, Rachel weeping for her children, and would not be comforted, because they are not." Thus having filled the hearer with horror by relating these things: the slaughter so violent and unjust, so extremely cruel and lawless; he comforts him again, by …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
As He does Himself say in David, "I slept, and took repose." And because He used thus to act while He dwelt and lived among us, He says again, "And my sleep became sweet unto me." Now this whole matter was indicated through Lot, that the seed of the Father of all--that is, of the Spirit of God, by whom …
… Asaph, no beast is Asaph, now he seeth that which was spoken of, "Behold, the days come, saith the Lord, and I will accomplish with the House of Israel and of Juda a new Testament, not after the Testament which I ordered with their Fathers." "Have regard unto Thy Testament: for they that have been darkened have been filled of …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)