1 Ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου, καὶ ἀπαγγέλλοντος εἰρήνην· ἑόρταζε Ἰούδα τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν. 2 Συντετέλεσται, ἐξῇρται· ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενος ἐκ θλίψεως· σκόπευσον ὁδὸν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύϊ σφόδρα. 3 Διότι ἀπέστρεψε Κύριος τὴν ὕβριν Ἰακὼβ, καθὼς ὕβριν τοῦ Ἰσραὴλ, διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς, καὶ τὰ κλήματα αὐτῶν διέφθειραν. 4 Ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνθρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί· αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς θορυβηθήσονται 5 ἐν ταῖς ὁδοῖς, καὶ συγχυθήσονται τὰ ἅρματα, καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις· ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς, καὶ ὡς ἀστραπαὶ διατρέχουσαι. 6 Καὶ μνησθήσονται οἱ μεγιστᾶνες αὐτῶν, καὶ φεύξονται ἡμέρας, καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν, καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἑτοιμάσουσι τὰς προφυλακὰς αὐτῶν. 7 Πύλαι τῶν πόλεων διηνοίχθησαν, καὶ τὰ βασίλεια διέπεσε, 8 καὶ ἡ ὑπόστασις ἀπεκαλύφθη· καὶ αὕτη ἀνέβαινε, καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο, καθὼς περιστεραὶ φθεγγόμεναι ἐν καρδίαις αὐτῶν. 9 Καὶ Νινευὴ ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων. 10 Διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ἐπὶ πάντα τὰ σκεὺη τὰ ἐπιθυμητὰ αὐτῆς. 11 Ἐκτιναγμὸς, καὶ ἀνατιναγμὸς, καὶ ἐκβρασμὸς, καὶ καρδίας θραυσμὸς, καὶ ὑπόλυσις γονάτων, καὶ ὠδίνες ἐπὶ πᾶσαν ὀσφύν· καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας. 12 Ποῦ ἐστι τὸ κατοικητήριον τῶν λεόντων, καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις; ποῦ ἐπορεύθη λέων, τοῦ εἰσελθεῖν ἐκεῖ σκύμνον λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν; 13 Λέων ἥρπασε τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ, καὶ ἀπέπνιξε τοῖς λέουσιν αὐτοῦ, καὶ ἔπλησε θήρας νοσσιὰν αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς. 14 Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται ῥομφαία, καὶ ἐξολοθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου, καὶ οὐ μὴ ἀκουσθῇ οὐκέτι τὰ ἔργα σου.
Nahúm · Septuaginta griega de Brenton
Nahúm 2 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Nahúm 1–3 · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (13)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Joel 3:9–11; 2 Crónicas 25:8; Jeremías 51:20–23; Jeremías 51:11–12; Jeremías 50:23
- 2 Salmo 80:12–13; Ezequiel 37:23; Sofonías 3:11; Isaías 60:15; Oseas 10:1
- 3 Ezequiel 23:14–15; Isaías 63:1–3; Zacarías 1:8; Zacarías 11:2; Zacarías 6:2
- 4 Jeremías 4:13; Ezequiel 26:10; Nahúm 3:2–3; Isaías 66:15; Daniel 11:40
- 5 Jeremías 46:12; Jeremías 51:27–28; Isaías 21:5; Jeremías 50:29; Isaías 5:27
- 6 Isaías 45:1–2; 2 Pedro 3:10–11
- 7 Isaías 59:11; Isaías 38:14; Isaías 32:12; Lucas 23:27; Lucas 23:48
- 8 Apocalipsis 17:1; Isaías 47:13; Jeremías 46:5; Nahúm 3:17; Jeremías 50:16
- 9 Ezequiel 26:12; Daniel 11:8; Jeremías 25:34; Jeremías 51:56; Nahúm 2:12–13
- 10 Joel 2:6; Daniel 5:6; Salmo 22:14; Jeremías 30:6; Isaías 13:7–8
- 11 Isaías 5:29; Jeremías 2:15; Sofonías 3:3; Ezequiel 19:2–8; Job 4:10–11
- 12 Jeremías 51:34; Isaías 10:6–14; Salmo 17:12
- 13 Salmo 46:9; Jeremías 21:13; Nahúm 3:5; 2 Reyes 19:23; Isaías 49:24–25
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias