Saltar al texto

Isaías · Septuaginta griega de Brenton

Isaías 45 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público
Notas sobre este texto (1)

1 Οὕτῳ λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. 2 Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνκλάσω. 3 Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ καλῶν τὸ ὄνομά σουὁ, Θεὸς Ἰσραήλ. 4 Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί σου, καὶ προσδέξομαί σε· σὺ δὲ οὐκ ἔγνως με, 5 ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ Θεός· ἐνίσχυσά σε, καὶ οὐκ ᾔδεις με, 6 ἵνα γνῶσιν οἱ ἀπʼ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι. 7 Ἐγὼ ἡ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά· ἐγὼ Κύριος ὁ Θεὸς, ὁ ποιῶν πάντα ταῦτα. 8 Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα· ἐγώ εἰμι Κύριος ὁ κτίσας σε. 9 Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ, τί ποιεῖς ὅτι οὐκ ἐργάζῃ, οὐδὲ ἔχεις χεῖρας; μὴ ἀποκριθήσεται τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό; 10 Ὁ λέγων τῷ πατρὶ, τί γεννήσεις; καὶ τῇ μητρί, τί ὠδίνεις; 11 Ὅτι οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ἅγιος Ἰσραὴλ, ὁ ποιήσας τὰ ἐπερχόμενα, ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι. 12 Ἐγὼ ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπʼ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. 13 Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος σαβαώθ. 14 Οὕτω λέγει Κύριος σαβαὼθ, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σὲ, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλήν σου. 15 Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωρήρ. 16 Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ· ἐγκαινίζεσθε πρὸς μὲ νῆσοι. 17 Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται, οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος ἔτι. 18 Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, οὗτος ὁ Θεὸς ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, αὐτὸς διώρισεν αὐτὴν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτὴν, ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. 19 Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι Κύριος ὁ λαλῶν δικαιοσύνην, καὶ ἀναγγέλλων ἀλήθειαν. 20 Συνάχθητε, καὶ ἥκετε, βουλεύσασθε ἅμα οἱ σωζόμενοι ἀπὸ τῶν ἐθνῶν· οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ οἱ προσευχόμενοι πρὸς θεοὺς, οἳ οὐ σώζουσιν. 21 Εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα, τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπʼ ἀρχῆς· τότε ἀνηγγέλη ὑμῖν· ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ, οὐκ ἔστι πάρεξ ἐμοῦ. 22 Ἐπιστράφητε ἐπʼ ἐμὲ, καὶ σωθήσεσθε, οἱ ἀπʼ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος. 23 Κατʼ ἐμαυτοῦ ὀμνύω, εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται· Ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν Θεὸν, 24 λέγων, δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει, καὶ αἰσχυνθήσονται πάντες οἱ διορίζοντες αὐτούς. 25 Ἀπὸ Κυρίου δικαιωθήσονται, καὶ ἐν τῷ Θεῷ ἐνδοξασθήσεται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.

Referencias cruzadas (25)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Jeremías 51:20–24; Isaías 42:6; Isaías 44:28; Salmo 73:23; Isaías 41:13
  2. 2 Isaías 40:4; Isaías 42:16; Lucas 3:5; Salmo 107:16; Jeremías 51:30
  3. 3 Isaías 48:15; Isaías 43:1; Éxodo 33:17; Éxodo 33:12; Esdras 1:2
  4. 4 Isaías 41:8–9; Hechos 17:23; Éxodo 19:5–6; Isaías 44:1; Romanos 11:7
  5. 5 Isaías 44:8; Isaías 44:6; Isaías 46:9; Joel 2:27; 1 Reyes 8:60
  6. 6 Malaquías 1:11; Isaías 37:20; Isaías 45:5; Salmo 46:10; Ezequiel 38:23
  7. 7 Eclesiastés 7:13–14; Amós 3:6; Salmo 75:7; Job 2:10; Isaías 31:2
  8. 8 Oseas 10:12; Isaías 61:11; Salmo 72:6; 1 Corintios 3:6–9; Isaías 44:3
  9. 9 Romanos 9:20–21; Isaías 64:8; Isaías 10:15; Jeremías 18:6; Isaías 29:16
  10. 10 Malaquías 1:6; Deuteronomio 27:16; Hebreos 12:9
  11. 11 Jeremías 33:3; Isaías 48:17; Marcos 11:24; Ezequiel 36:37; Efesios 2:10
  12. 12 Isaías 42:5; Isaías 44:24; Jeremías 27:5; Génesis 2:1; Nehemías 9:6
  13. 13 Isaías 41:2; Isaías 13:17; Isaías 41:25; Isaías 49:25; 2 Crónicas 36:22–23
  14. 14 Isaías 49:23; 1 Corintios 14:25; Jeremías 16:19; Hechos 10:25–26; Isaías 61:5–6
  15. 15 Isaías 8:17; Salmo 44:24; Isaías 57:17; Isaías 46:13; Salmo 77:19
  16. 16 Isaías 44:9; Isaías 44:11; Isaías 42:17; Jeremías 2:26–27; Isaías 41:19
  17. 17 Romanos 10:11; Salmo 25:3; Isaías 54:4; 1 Pedro 2:6; Joel 2:26–27
  18. 18 Salmo 115:16; Jeremías 10:12; Isaías 42:5; Isaías 45:12; Génesis 1:2
  19. 19 Isaías 48:16; Amós 5:4; Números 23:19–20; Jeremías 29:13–14; Proverbios 30:5
  20. 20 Isaías 43:9; Isaías 44:17–20; Jeremías 10:5; Isaías 4:2; Isaías 46:1
  21. 21 Isaías 45:5; Isaías 46:9–10; Isaías 43:11; Tito 2:13–14; Isaías 43:9
  22. 22 Juan 6:40; Miqueas 7:7; Hebreos 12:2; Números 21:8–9; Zacarías 12:10
  23. 23 Filipenses 2:10; Romanos 14:10–12; Isaías 55:11; Hebreos 6:13–18; Deuteronomio 6:13
  24. 24 Isaías 41:11; Filipenses 4:13; Isaías 54:17; 2 Timoteo 4:17–18; Juan 12:32
  25. 25 Isaías 41:16; Gálatas 3:27–29; 1 Corintios 6:11; Romanos 8:30; Romanos 9:6–8

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 45:7 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter XL)

    And this is what has been spoken by the prophet, "I am a jealous God, making peace, and creating evil things;" thus making peace and friendship with those who repent and turn to Him, and bringing [them to] unity, but preparing for the impenitent, those who shun the light, eternal fire and outer darkness, which are evils indeed to those …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 45:8 Augustine of Hippo, The City of God (Book XX, Chapters 16–18)

    Wherefore He says to it by Isaiah, "I am the Lord that formed thee." It is indeed descended from heaven from its commencement, since its citizens during the course of this world grow by the grace of God, which cometh down from above through the laver of regeneration in the Holy Ghost sent down from heaven.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Cita 45:7 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXII)

    And again, "I," saith He, "make peace, and create evils:" For neither in this place doth He speak of wickedness, but of famines, and pestilences, things accounted evil by most men: the generality being wont to call these things evil.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 45:7 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VI)

    If thou findest fault with Him who saith, I am God that make peace, and create evil, explain how Jesus saith, I came not to send peace but a sword.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)