1 Ὡς καταιγὶς διʼ ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς φοβερὸν 2 τὸ ὅραμα, καὶ σκληρὸν ἀνηγγέλη μοι· ὁ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ· ἐπʼ ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπʼ ἐμὲ ἔρχονται· νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν. 3 Διατοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν. 4 Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον. 5 Ἑτοίμασον τὴν τράπεζαν, φάγετε, πίετε· ἀναστάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεοὺς, 6 ὅτι οὕτως εἶπε πρὸς μὲ Κύριος, Βαδίσας σεαυτῷ στῆσον σκοπὸν, καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον. 7 Καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, καὶ ἀναβάτη ὄνου, καὶ ἀναβάτην καμήλου· ἀκρόασαι ἀκρόασιν πολλήν, 8 καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν· Κύριος εἶπεν, ἔστην διαπαντὸς ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα, 9 καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης ξυνωρίδος· καὶ ἀποκριθεὶς εἶπε, πέπτωκε πέπτωκε Βαβυλὼν, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς, καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν. 10 Ἀκούσατε οἱ καταλελειμμένοι, καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαὼθ, ὁ Θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. ΤΟ ὍΡΑΜΑ ΤΗΣ ἸΔΟΥΜΑΙΑΣ. 11 Πρὸς ἐμὲ κάλει παρὰ τοῦ Σηεὶρ, φυλάσσετε ἐπάλξεις. 12 Φυλάσσω τοπρωῒ καὶ τὴν νύκτα· ἐὰν ζητῇς ζήτει, καὶ παρʼ ἐμοὶ οἴκει, 13 ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθῇς, ἢ ἐν τῇ ὁδῷ Δαιδάν. 14 Εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμὰν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσι 15 διὰ τὸ πλῆθος τῶν πεφονευμένων, καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων, καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας, καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων, καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ. 16 Διότι οὕτως εἶπέ μοι Κύριος, ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδὰρ, 17 καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐλάλησε. ΤΟ ῬΗΜΑ ΤΗΣ ΦΑΡΑΓΓΟΣ ΣΙΩΝ.
Isaías · Septuaginta griega de Brenton
Isaías 21 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (17)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Isaías 14:23; Isaías 13:1; Jeremías 51:42; Zacarías 9:14; Isaías 17:1
- 2 Jeremías 49:34; Isaías 33:1; Isaías 24:16; Salmo 60:3; Apocalipsis 13:10
- 3 Isaías 13:8; Isaías 26:17; Salmo 48:6; 1 Tesalonicenses 5:3; Jeremías 48:41
- 4 Lucas 21:34–36; Ester 5:12; 2 Samuel 13:28–29; Ester 7:6–10; Deuteronomio 28:67
- 5 Jeremías 51:11; Jeremías 51:39; Jeremías 51:57; Daniel 5:1–5; Isaías 45:1–3
- 6 Habacuc 2:1–2; Ezequiel 33:2–7; Ezequiel 3:17; 2 Reyes 9:17–20; Jeremías 51:12–13
- 7 Isaías 21:9; Hebreos 2:1; Isaías 37:24
- 8 Habacuc 2:1–2; Salmo 127:1; Isaías 56:10; 1 Pedro 5:8; Jeremías 50:44
- 9 Apocalipsis 18:2; Jeremías 51:8; Apocalipsis 14:8; Jeremías 51:44; Isaías 13:19
- 10 Jeremías 51:33; Miqueas 4:13; Ezequiel 3:17–19; Isaías 41:15–16; Mateo 3:12
- 11 Génesis 25:14; Abdías 1–16; Amós 1:6; Joel 3:19; 1 Crónicas 1:30
- 12 Hechos 17:30–32; Hechos 2:37–38; Ezequiel 14:1–6; Ezequiel 7:5–7; Hechos 17:19–20
- 13 Jeremías 25:23–24; 1 Crónicas 1:32; Génesis 25:3; Ezequiel 27:15; Jeremías 49:28–33
- 14 Job 6:19; Génesis 25:15; Romanos 12:20; Proverbios 25:21; Jueces 8:4–8
- 15 Job 6:19–20; Isaías 13:14
- 16 Isaías 16:14; Salmo 120:5; Isaías 60:7; Cantar de los Cantares 1:5; Jeremías 49:28
- 17 Números 23:19; Zacarías 1:6; Isaías 1:20; Mateo 24:35; Isaías 17:4–5
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias