LXX Septuaginta griega de Brenton WEB World English Bible (clásica, con deuterocanónicos) 1 Καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν Ἰαζὴρ, καὶ τὴν χώραν Γαλαάδ· καὶ ἦν ὁ τόπος, τόπος κτήνεσι· 1 Now the children of Reuben and the children of Gad had a very great multitude of livestock. They saw the land of Jazer, and the land of Gilead. Behold, the place was a place for livestock.
2 Καὶ προσελθόντες οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ, εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς, λέγοντες, 2 Then the children of Gad and the children of Reuben came and spoke to Moses, and to Eleazar the priest, and to the princes of the congregation, saying,
3 Ἀταρὼθ, καὶ Δαιβὼν, καὶ Ἰαζὴρ, καὶ Ναμρὰ, καὶ Ἐσεβὼν, καὶ Ἐλεαλὴ, καὶ Σεβαμὰ, καὶ Ναβαὺ, καὶ Βαιάν, 3 “Ataroth, Dibon, Jazer, Nimrah, Heshbon, Elealeh, Sebam, Nebo, and Beon,
4 τὴν γῆν ἣν παραδέδωκε Κύριος ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, γῆ κτηνοτρόφος ἐστὶ, καὶ τοῖς παισί σου κτήνη ὑπάρχει. 4 the land which Yahweh struck before the congregation of Israel, is a land for livestock; and your servants have livestock.”
5 Καὶ ἔλεγον, εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ἰορδάνην. 5 They said, “If we have found favor in your sight, let this land be given to your servants for a possession. Don’t bring us over the Jordan.”
6 Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ῥουβὴν, οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς τὸν πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ; 6 Moses said to the children of Gad, and to the children of Reuben, “Shall your brothers go to war while you sit here?
7 Καὶ ἱνατί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ἰσραὴλ μὴ διαβῆναι εἰς τὴν γῆν, ἣν Κύριος δίδωσιν αὐτοῖς; 7 Why do you discourage the heart of the children of Israel from going over into the land which Yahweh has given them?
8 Οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Κάδης Βαρνὴ κατανοῆσαι τὴν γῆν; 8 Your fathers did so when I sent them from Kadesh Barnea to see the land.
9 καὶ ἀνέβησαν φάραγγα βότρυος, καὶ κατενόησαν τὴν γῆν, καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ἰσραὴλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν, ἣν ἔδωκε Κύριος αὐτοῖς. 9 For when they went up to the valley of Eshcol, and saw the land, they discouraged the heart of the children of Israel, that they should not go into the land which Yahweh had given them.
10 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὤμοσε, λέγων, 10 Yahweh’s anger burned in that day, and he swore, saying,
11 εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οἱ ἐπιστάμενοι τὸ ἀγαθὸν καὶ τὸ κακὸν, τὴν γῆν ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου· 11 ‘Surely none of the men who came up out of Egypt, from twenty years old and upward, shall see the land which I swore to Abraham, to Isaac, and to Jacob; because they have not wholly followed me,
12 πλὴν Χάλεβ υἱὸς Ἰεφοννὴ ὁ διακεχωρισμένος, καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ, ὅτι συνεπηκολούθησεν ὀπίσω Κυρίου. 12 except Caleb the son of Jephunneh the Kenizzite, and Joshua the son of Nun, because they have followed Yahweh completely.’
13 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν Ἰσραήλ, καὶ κατερόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ, οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι Κυρίου. 13 Yahweh’s anger burned against Israel, and he made them wander back and forth in the wilderness forty years, until all the generation who had done evil in Yahweh’s sight was consumed.
14 Ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύντριμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς Κυρίου ἐπὶ Ἰσραήλ. 14 “Behold, you have risen up in your fathers’ place, an increase of sinful men, to increase the fierce anger of Yahweh toward Israel.
15 Ὅτι ἀποστραφήσεσθε ἀπʼ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην. 15 For if you turn away from after him, he will yet again leave them in the wilderness; and you will destroy all these people.”
16 Καὶ προσῆλθον αὐτῷ, καὶ ἔλεγον, ἐπαύλεις προβάτων οἰκοδομήσομεν ὧδε τοῖς κτήνεσιν ἡμῶν, καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν. 16 They came near to him, and said, “We will build sheepfolds here for our livestock, and cities for our little ones;
17 Καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν Ἰσραὴλ, ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσι τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν. 17 but we ourselves will be ready armed to go before the children of Israel, until we have brought them to their place. Our little ones shall dwell in the fortified cities because of the inhabitants of the land.
18 Οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ἰσραὴλ, ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ. 18 We will not return to our houses until the children of Israel have all received their inheritance.
19 Καὶ οὐκέτι κληρονομήσομεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν ἀνατολαῖς. 19 For we will not inherit with them on the other side of the Jordan and beyond, because our inheritance has come to us on this side of the Jordan eastward.”
20 Καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς, ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι Κυρίου εἰς πόλεμον, 20 Moses said to them: “If you will do this thing, if you will arm yourselves to go before Yahweh to the war,
21 καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ἰορδάνην ἔναντι Κυρίου, ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, 21 and every one of your armed men will pass over the Jordan before Yahweh until he has driven out his enemies from before him,
22 καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι Κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε, καὶ ἔσεσθε ἀθῶοι ἔναντι Κυρίου, καὶ ἀπὸ Ἰσραήλ· καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι Κυρίου. 22 and the land is subdued before Yahweh; then afterward you shall return, and be clear of obligation to Yahweh and to Israel. Then this land shall be your possession before Yahweh.
23 Ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσθε ἔναντι Κυρίου· καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν, ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά. 23 “But if you will not do so, behold, you have sinned against Yahweh; and be sure your sin will find you out.
24 Καὶ οἰκοδομήσετε ὑμῖν ἑαυτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν, καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν· καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε. 24 Build cities for your little ones, and folds for your sheep; and do that which has proceeded out of your mouth.”
25 Καὶ εἶπαν υἱοὶ Ῥουβὴν καὶ υἱοὶ Γὰδ πρὸς Μωυσῆν, λέγοντες, οἱ παῖδές σου ποιήσουσι καθὰ ὁ Κύριος ἡμῶν ἐντέλλεται. 25 The children of Gad and the children of Reuben spoke to Moses, saying, “Your servants will do as my lord commands.
26 Ἡ ἀποσκευὴ ἡμῶν, καὶ αἱ γυναῖκες ἡμῶν, καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλαάδ. 26 Our little ones, our wives, our flocks, and all our livestock shall be there in the cities of Gilead;
27 Οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι Κυρίου εἰς τὸν πόλεμον, ὃν τρόπον ὁ κύριος λέγει. 27 but your servants will pass over, every man who is armed for war, before Yahweh to battle, as my lord says.”
28 Καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ἐλεάζαρ τὸν ἱερέα, καὶ Ἰησοῦν υἱὸν Ναυὴ, καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ἰσραήλ. 28 So Moses commanded concerning them to Eleazar the priest, and to Joshua the son of Nun, and to the heads of the fathers’ households of the tribes of the children of Israel.
29 Καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς, ἐὰν διαβῶσιν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ μεθʼ ὑμῶν τὸν Ἰορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι Κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει. 29 Moses said to them, “If the children of Gad and the children of Reuben will pass with you over the Jordan, every man who is armed to battle before Yahweh, and the land is subdued before you, then you shall give them the land of Gilead for a possession;
30 Ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθʼ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι Κυρίου, καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰς γυναῖκας αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χαναὰν, καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χαναάν. 30 but if they will not pass over with you armed, they shall have possessions among you in the land of Canaan.”
31 Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ λέγοντες, ὅσα ὁ Κύριος λέγει τοῖς θεράπουσιν, οὕτω ποιήσομεν ἡμεῖς. 31 The children of Gad and the children of Reuben answered, saying, “As Yahweh has said to your servants, so will we do.
32 Διαβησόμεθα ἐνωπλισμένοι ἔναντι Κυρίου εἰς γῆν Χαναὰν, καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ἰορδάνου. 32 We will pass over armed before Yahweh into the land of Canaan, and the possession of our inheritance shall remain with us beyond the Jordan.”
33 Καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γὰδ, καὶ τοῖς υἱοῖς Ῥουβὴν, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν Ἰωσὴφ, τὴν βασιλείαν Σηὼν βασιλέως Ἀμοῤῥαίων, καὶ τὴν βασιλείαν Ὢγ βασιλέως τῆς Βασὰν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ. 33 Moses gave to them, even to the children of Gad, and to the children of Reuben, and to the half-tribe of Manasseh the son of Joseph, the kingdom of Sihon king of the Amorites, and the kingdom of Og king of Bashan; the land, according to its cities and borders, even the cities of the surrounding land.
34 Καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν, καὶ τὴν Ἀταρὼθ, καὶ τὴν Ἀροὴρ, 34 The children of Gad built Dibon, Ataroth, Aroer,
35 καὶ τὴν Σοφὰρ, καὶ τὴν Ἰαζὴρ, καὶ ὕψωσαν αὐτὰς, 35 Atroth-shophan, Jazer, Jogbehah,
36 καὶ τὴν Ναμρὰμ, καὶ τὴν Βαιθαρὰν, πόλεις ὀχυρὰς, καὶ ἐπαύλεις προβάτων. 36 Beth Nimrah, and Beth Haran: fortified cities and folds for sheep.
37 Καὶ οἱ υἱοὶ Ῥουβὴν ᾠκοδόμησαν τὴν Ἐσεβὼν, καὶ Ἐλεάλην, καὶ Καριαθὰμ, 37 The children of Reuben built Heshbon, Elealeh, Kiriathaim,
38 καὶ τὴν Βεελμεὼν, περικεκυκλωμένας, καὶ τὴν Σεβαμά· καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων, ἃς ᾠκοδόμησαν. 38 Nebo, and Baal Meon, (their names being changed), and Sibmah. They gave other names to the cities which they built.
39 Καὶ ἐπορεύθη υἱὸς Μαχὶρ υἱοῦ Μανασσὴ Γαλαὰδ, καὶ ἔλαβεν αὐτὴν, καὶ ἀπώλεσε τὸν Ἀμοῤῥαῖον τὸν κατοικοῦντα ἐν αὐτῇ. 39 The children of Machir the son of Manasseh went to Gilead, took it, and dispossessed the Amorites who were therein.
40 Καὶ ἔδωκε Μωυσῆς τὴν Γαλαὰδ τῷ Μαχὶρ υἱῷ Μανασσῆ, καὶ κατῴκησεν ἐκεῖ. 40 Moses gave Gilead to Machir the son of Manasseh; and he lived therein.
41 Καὶ Ἰαῒρ ὁ τοῦ Μανασσῆ ἐπορεύθη, καὶ ἔλαβε τὰς ἐπαύλεις αὐτῶν, καὶ ἐπωνόμασεν αὐτὰς ἐπαύλεις Ἰαΐρ. 41 Jair the son of Manasseh went and took its villages, and called them Havvoth Jair.
42 Καὶ Ναβαὺ ἐπορεύθη, καὶ ἔλαβε τὴν Καὰθ καὶ τὰς κώμας αὐτῆς, καὶ ἐπωνόμασεν αὐτὰς Ναβὼθ ἐκ τοῦ ὀνόματος αὐτοῦ. 42 Nobah went and took Kenath and its villages, and called it Nobah, after his own name.