1 Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ, ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλεασὰ, ἀπὸ γένους τοῦ βασιλέως, καὶ δέκα ἄνδρες μετʼ αὐτοῦ πρὸς Γοδολίαν εἰς Μασσηφὰ, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα. 2 Καὶ ἀνέστη Ἰσμαὴλ, καὶ οἱ δέκα ἄνδρες οἳ ἦσαν μετʼ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς, 3 καὶ πάντας τοὺς Ἰουδαίους τοὺς ὄντας μετʼ αὐτοῦ ἐν Μασσηφὰ, καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ. 4 Καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν Γοδολίαν, καὶ ἄνθρωπος οὐκ ἔγνω. 5 Καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχὲμ, καὶ ἀπὸ Σαλὴμ, καὶ ἀπὸ Σαμαρίας, ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας, καὶ διεῤῥηγμένοι τὰ ἱμάτια, καὶ κοπτόμενοι, καὶ μάννα, καὶ λίβανος ἐν χερσὶν αὐτῶν, τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου. 6 Καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς Ἰσμαήλ· αὐτοὶ ἐπορεύοντο, καὶ ἔκλαιον· καὶ εἶπεν αὐτοῖς, εἰσέλθετε πρὸς Γοδολίαν. 7 Καὶ ἐγένετο, εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως, ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ. 8 Καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ, καὶ εἶπον τῷ Ἱσμαὴλ, μὴ ἀνέλῃς ἡμᾶς, ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ, πυροὶ καὶ κριθαὶ, μέλι καὶ ἔλαιον· καὶ παρῆλθε, καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. 9 Καὶ τὸ φρέαρ εἰς ὃ ἔῤῥιψεν ἐκεῖ Ἰσμαὴλ πάντας οὓς ἐπάταξε, φρέαρ μέγα τοῦτό ἐστιν, ὃ ἐποίησεν ὁ βασιλεὺς Ἀσὰ ἀπὸ προσώπου Βαασὰ βασιλέως Ἰσραὴλ, τοῦτο ἐνέπλησεν Ἰσμαὴλ τραυματιῶν. 10 Καὶ ἀπέστρεψεν Ἰσμαὴλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφὰ, καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρκατέθετο ὁ ἀρχιμάγειρος τῷ Γοδολίᾳ υἱῷ Ἀχεικὰμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν Ἀμμών. 11 Καὶ ἤκουσεν Ἰωάναν υἱὸς Κάρηε, καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετʼ αὐτοῦ, πάντα τὰ κακὰ ἃ ἐποίησεν Ἰσμαὴλ, 12 καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν, καὶ ᾤχοντο πολεμεῖν αὐτὸν, καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαών. 13 Καὶ ἐγένετο, ὅτε εἶδε πᾶς ὁ λαὸς ὁ μετὰ Ἰσμαὴλ τὸν Ἰωάναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετʼ αὐτοῦ, 14 καὶ ἀνέστρεψαν πρὸς Ἰωάναν. 15 Καὶ Ἰσμαὴλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις, καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς Ἀμμών. 16 Καὶ ἔλαβεν Ἰωάναν, καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετʼ αὐτοῦ, πάντας τοὺς καταλοίπους τοῦ λαοῦ, οὓς ἀπέστρέψεν ἀπὸ Ἰσμαὴλ, δυνατοὺς ἄνδρας ἐν πολέμῳ, καὶ τὰς γυναῖκας, καὶ τὰ λοιπὰ, καὶ τοὺς εὐνούχους, οὓς ἀπέστρεψαν ἀπὸ Γαβαὼν, 17 καὶ ᾤχοντο, καὶ ἐκάθισαν ἐν Γαβηρωχαμάα, τῇ πρὸς Βηθλεὲμ, τοῦ πορευθῆναι εἰς Αἴγυπτον 18 ἀπὸ προσώπου τῶν Χαλδαίων· ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν, ὅτι ἐπάταξεν Ἰσμαὴλ τὸν Γοδολίαν, ὃν κατέστησεν ὁ βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ.
Jeremías · Septuaginta griega de Brenton
Jeremías 48 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (18)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Números 32:3; Números 32:37–38; Jeremías 48:22–23; Isaías 15:1–9; Jeremías 25:21
- 2 Isaías 16:14; Jeremías 31:36; Números 32:37; Isaías 15:5; Salmo 83:4–8
- 3 Isaías 15:5; Jeremías 48:34; Jeremías 48:5; Isaías 15:8; Jeremías 4:20–21
- 4 Ester 8:11; Números 21:27–30; Salmo 137:9
- 5 Isaías 15:5
- 6 Jeremías 17:6; Job 30:3–7; Jeremías 51:6; Lucas 17:31–33; Salmo 11:1
- 7 Números 21:29; Salmo 52:7; Jeremías 49:3; Jeremías 9:23; Isaías 46:1–2
- 8 Jeremías 6:26; Josué 13:9; Jeremías 25:9; Josué 13:21; Ezequiel 25:9
- 9 Isaías 16:2; Salmo 11:1; Jeremías 48:28; Sofonías 2:9; Apocalipsis 12:14
- 10 1 Samuel 15:3; 1 Reyes 20:42; 1 Samuel 15:9; Jueces 5:23; Números 31:14–18
- 11 Sofonías 1:12; Zacarías 1:15; Jeremías 48:29; Nahúm 2:2; Ezequiel 16:49–50
- 12 Nahúm 2:2; Isaías 30:14; Ezequiel 25:9–10; Jeremías 48:38; Jeremías 14:3
- 13 Isaías 45:16; Jueces 11:24; Jeremías 48:39; Oseas 8:5–6; Oseas 10:14–15
- 14 Salmo 33:16; Isaías 10:16; Isaías 10:13; Isaías 16:6; Eclesiastés 9:11
- 15 Jeremías 50:27; Jeremías 46:18; Jeremías 51:57; Isaías 40:30–31; Malaquías 1:14
- 16 Isaías 13:22; Jeremías 1:12; Deuteronomio 32:35; Ezequiel 12:28; Isaías 16:13–14
- 17 Isaías 9:4; Jeremías 48:39; Isaías 16:8; Isaías 14:4–5; Apocalipsis 18:14–20
- 18 Números 21:30; Isaías 47:1; Isaías 15:2; Josué 13:17; Jeremías 48:22
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias