LXX Septuaginta griega de Brenton WEB World English Bible (clásica, con deuterocanónicos) 1 Καὶ αὗται αἱ γενέσεις Ἀαρὼν καὶ Μωυσῆ, ἐν ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος τῷ Μωυσῇ ἐν ὄρει Σινᾷ. 1 Now this is the history of the generations of Aaron and Moses in the day that Yahweh spoke with Moses in Mount Sinai.
2 Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών· πρωτότοκος Ναδάβ, καὶ Ἀβιοὺδ, Ἐλεάζαρ, καὶ Ἰθάμαρ. 2 These are the names of the sons of Aaron: Nadab the firstborn, and Abihu, Eleazar, and Ithamar.
3 Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρὼν, οἱ ἱερεῖς οἱ ἠλειμμένοι, οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν. 3 These are the names of the sons of Aaron, the priests who were anointed, whom he consecrated to minister in the priest’s office.
4 Καὶ ἐτελεύτησε Ναδὰβ καὶ Ἀβιοὺδ ἔναντι Κυρίου, προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι Κυρίου, ἐν τῇ ἐρήμῳ Σινᾷ, καὶ παιδία οὐκ ἦν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ μετὰ Ἀαρὼν τοῦ πατρὸς αὐτῶν. 4 Nadab and Abihu died before Yahweh when they offered strange fire before Yahweh in the wilderness of Sinai, and they had no children. Eleazar and Ithamar ministered in the priest’s office in the presence of Aaron their father.
5 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 5 Yahweh spoke to Moses, saying,
6 λάβε τὴν φυλὴν Λευὶ, καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως, καὶ λειτουργήσουσιν αὐτῷ, 6 “Bring the tribe of Levi near, and set them before Aaron the priest, that they may minister to him.
7 καὶ φυλάξουσι τὰς φυλακὰς αὐτοῦ, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς. 7 They shall keep his requirements, and the requirements of the whole congregation before the Tent of Meeting, to do the service of the tabernacle.
8 Καὶ φυλάξουσι πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς. 8 They shall keep all the furnishings of the Tent of Meeting, and the obligations of the children of Israel, to do the service of the tabernacle.
9 Καὶ δώσεις τοὺς Λευίτας Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δεδομένοι δόμα οὗτοί μοι εἰσὶν ἀπὸ τῶν υἱῶν Ἰσραήλ. 9 You shall give the Levites to Aaron and to his sons. They are wholly given to him on the behalf of the children of Israel.
10 Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν, καὶ πάντα τὰ κατὰ τὸν βωμὸν, καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται. 10 You shall appoint Aaron and his sons, and they shall keep their priesthood, but the stranger who comes near shall be put to death.”
11 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 11 Yahweh spoke to Moses, saying,
12 καὶ ἰδοὺ ἐγὼ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται. 12 “Behold, I have taken the Levites from among the children of Israel instead of all the firstborn who open the womb among the children of Israel; and the Levites shall be mine,
13 Ἐμοὶ γὰρ πᾶν προτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραήλ· ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται· ἐγὼ Κύριος. 13 for all the firstborn are mine. On the day that I struck down all the firstborn in the land of Egypt I made holy to me all the firstborn in Israel, both man and animal. They shall be mine. I am Yahweh.”
14 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινᾷ, λέγων, 14 Yahweh spoke to Moses in the wilderness of Sinai, saying,
15 ἐπίσκεψαι τοὺς υἱοὺς Λευὶ κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἐπισκέψασθε αὐοτύς. 15 “Count the children of Levi by their fathers’ houses, by their families. You shall count every male from a month old and upward.”
16 Καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς Κύριος. 16 Moses counted them according to Yahweh’s word, as he was commanded.
17 Καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευὶ ἐξ ὀνομάτων αὐτῶν· Γεδσὼν, Καὰθ, καὶ Μεραρί. 17 These were the sons of Levi by their names: Gershon, Kohath, and Merari.
18 Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσὼν κατὰ δήμους αὐτῶν· Λοβενὶ καὶ Σεμεΐ. 18 These are the names of the sons of Gershon by their families: Libni and Shimei.
19 Καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν· Ἀμρὰμ καὶ Ἰσσαὰρ, Χεβρὼν καὶ Ὀζιήλ. 19 The sons of Kohath by their families: Amram, Izhar, Hebron, and Uzziel.
20 Καὶ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν· Μοολὶ καὶ Μουσί· οὗτοί εἰσι δῆμοι τῶν Λευιτῶν κατʼ οἴκους πατριῶν αὐτῶν. 20 The sons of Merari by their families: Mahli and Mushi. These are the families of the Levites according to their fathers’ houses.
21 Τῷ Γεδσὼν δῆμος τοῦ Λοβενὶ, καὶ δῆμος τοῦ Σεμεΐ· οὗτοι δῆμοι τοῦ Γεδσών. 21 Of Gershon was the family of the Libnites, and the family of the Shimeites. These are the families of the Gershonites.
22 Ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἡ ἐπίσκεψις αὐτῶν, ἑπτακισχίλιοι καὶ πεντακόσιοι. 22 Those who were counted of them, according to the number of all the males from a month old and upward, even those who were counted of them were seven thousand five hundred.
23 Καὶ οἱ υἱοὶ Γεδσὼν ὀπίσω τῆς σκηνῆς παρεμβαλοῦσι παρὰ θάλασσαν. 23 The families of the Gershonites shall encamp behind the tabernacle westward.
24 Καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσὼν, Ἑλισὰφ υἱὸς Δαήλ. 24 Eliasaph the son of Lael shall be the prince of the fathers’ house of the Gershonites.
25 Καὶ ἡ φυλακὴ υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἡ σκηνὴ καὶ τὸ κάλυμμα, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, 25 The duty of the sons of Gershon in the Tent of Meeting shall be the tabernacle, the tent, its covering, the screen for the door of the Tent of Meeting,
26 καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς, καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ. 26 the hangings of the court, the screen for the door of the court which is by the tabernacle and around the altar, and its cords for all of its service.
27 Τῷ Καὰθ δῆμος ὁ Ἀμρὰμ εἷς, καὶ δῆμος ὁ Ἰσσαὰρ εἷς, καὶ δῆμος ὁ Χεβρων εἷς, καὶ δῆμος ὁ Ὀζιὴλ εἷς· οὗτοί εἰσιν οἱ δῆμοι τοῦ Καὰθ, κατὰ ἀριθμόν. 27 Of Kohath was the family of the Amramites, the family of the Izharites, the family of the Hebronites, and the family of the Uzzielites. These are the families of the Kohathites.
28 Πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ὀκτακισχίλιοι καὶ ἑξακόσιοι, φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων. 28 According to the number of all the males from a month old and upward, there were eight thousand six hundred keeping the requirements of the sanctuary.
29 Οἱ δῆμοι τῶν υἱῶν Καὰθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ Λίβα. 29 The families of the sons of Kohath shall encamp on the south side of the tabernacle.
30 Καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Καὰθ, Ἑλισαφὰν υἱὸς Ὀζιήλ. 30 The prince of the fathers’ house of the families of the Kohathites shall be Elizaphan the son of Uzziel.
31 Καὶ ἡ φυλακὴ αὐτῶν ἡ κιβωτὸς, καὶ ἡ τράπεζα, καὶ ἡ λυχνία, καὶ τὰ θυσιαστήρια, καὶ τὰ σκεύη τοῦ ἁγίου ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, καὶ τὸ κατακάλυμμα, καὶ πάντα τὰ ἔργα αὐτῶν. 31 Their duty shall be the ark, the table, the lamp stand, the altars, the vessels of the sanctuary with which they minister, the screen, and all its service.
32 Καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν, Ἐλεάζαρ ὁ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων. 32 Eleazar the son of Aaron the priest shall be prince of the princes of the Levites, with the oversight of those who keep the requirements of the sanctuary.
33 Τῷ Μεραρὶ δῆμος ὁ Μοολὶ, καὶ δῆμος ὁ Μουσί· οὗτοί εἰσι δῆμοι τοῦ Μεραρί. 33 Of Merari was the family of the Mahlites and the family of the Mushites. These are the families of Merari.
34 Ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα. 34 Those who were counted of them, according to the number of all the males from a month old and upward, were six thousand two hundred.
35 Καὶ ὁ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρὶ, Σουριὴλ υἱὸς Ἀβιχαίλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσι πρὸς βοῤῥᾶν. 35 The prince of the fathers’ house of the families of Merari was Zuriel the son of Abihail. They shall encamp on the north side of the tabernacle.
36 Ἡ ἐπίσκεψις τῆς φυλακῆς υἱῶν Μεραρὶ, τὰς κεφαλίδας τῆς σκηνῆς, καὶ τοὺς μοχλοὺς αὐτῆς, καὶ τοὺς στύλους αὐτῆς, καὶ τὰς βάσεις αὐτῆς, καὶ πάντα τὰ σκεύη αὐτῶν, καὶ τὰ ἔργα αὐτῶν, 36 The appointed duty of the sons of Merari shall be the tabernacle’s boards, its bars, its pillars, its sockets, all its instruments, all its service,
37 καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ, καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσάλους, καὶ τοὺς κάλους αὐτῶν. 37 the pillars of the court around it, their sockets, their pins, and their cords.
38 Οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ ἀνατολῆς, Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ἰηραήλ· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος, ἀποθανεῖται. 38 Those who encamp before the tabernacle eastward, in front of the Tent of Meeting toward the sunrise, shall be Moses, with Aaron and his sons, keeping the requirements of the sanctuary for the duty of the children of Israel. The outsider who comes near shall be put to death.
39 Πᾶσα ἡ ἐπίσκεψις τῶν Λευιτῶν, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύο καὶ εἴκοσι χιλιάδες. 39 All who were counted of the Levites, whom Moses and Aaron counted at the commandment of Yahweh, by their families, all the males from a month old and upward, were twenty-two thousand.
40 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων, ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω· καὶ λάβετε τὸν ἀριθμὸν ἐξ ὀνόματος. 40 Yahweh said to Moses, “Count all the firstborn males of the children of Israel from a month old and upward, and take the number of their names.
41 Καὶ λήψῃ τοὺς Λευίτας ἐμοί, ἐγὼ Κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ, καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσι τῶν υἱῶν Ἰσραήλ. 41 You shall take the Levites for me—I am Yahweh—instead of all the firstborn among the children of Israel; and the livestock of the Levites instead of all the firstborn among the livestock of the children of Israel.”
42 Καὶ ἐπεσκέψατο Μωυσῆς ὃν τρόπον ἐνετείλατο Κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ἰσραήλ. 42 Moses counted, as Yahweh commanded him, all the firstborn among the children of Israel.
43 Καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι. 43 All the firstborn males according to the number of names from a month old and upward, of those who were counted of them, were twenty-two thousand two hundred seventy-three.
44 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 44 Yahweh spoke to Moses, saying,
45 λάβε τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων υἱῶν Ἰσραὴλ, καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται· ἐγὼ Κύριος. 45 “Take the Levites instead of all the firstborn among the children of Israel, and the livestock of the Levites instead of their livestock; and the Levites shall be mine. I am Yahweh.
46 Καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ· 46 For the redemption of the two hundred seventy-three of the firstborn of the children of Israel who exceed the number of the Levites,
47 Καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλὴν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήψῃ, εἴκοσι ὀβολοὺς τοῦ σίκλου. 47 you shall take five shekels apiece for each one; according to the shekel of the sanctuary you shall take them (the shekel is twenty gerahs);
48 Καὶ δώσεις τὸ ἀργύριον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς. 48 and you shall give the money, with which their remainder is redeemed, to Aaron and to his sons.”
49 Καὶ ἔλαβε Μωυσῆς τὸ ἀργύριον τὰ λύτρα τῶν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν. 49 Moses took the redemption money from those who exceeded the number of those who were redeemed by the Levites;
50 Παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ ἔλαβε τὸ ἀργύριον, χιλίους τριακοσίους ἑξηκονταπέντε σίκλους, κατὰ τὸν σίκλον τὸν ἅγιον. 50 from the firstborn of the children of Israel he took the money, one thousand three hundred sixty-five shekels, according to the shekel of the sanctuary;
51 Καὶ ἔδωκε Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 51 and Moses gave the redemption money to Aaron and to his sons, according to Yahweh’s word, as Yahweh commanded Moses.