Saltar al texto

Números · Septuaginta griega de Brenton

Números 4 Septuaginta griega de Brenton

Read in English
Sobre LXX
  • Edición académica
  • AT: Septuaginta (griego)
  • Antiguo Testamento de la Septuaginta (sin Nuevo Testamento)
  • Lengua original
  • 1851
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
LXX Septuaginta griega de Brenton
WEB World English Bible (clásica, con deuterocanónicos)
1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγεν,
1 Yahweh spoke to Moses and to Aaron, saying,
2 λάβε τὸ κεφάλαιον τῶν υἱῶν Καὰθ ἐκ μέσου υἱῶν Λευὶ, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν,
2 “Take a census of the sons of Kohath from among the sons of Levi, by their families, by their fathers’ houses,
3 ἀπὸ εἴκοσι καὶ πέντε ἐτῶν καὶ ἐπάνω ἕως πεντήκοντα ἐτῶν, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν, ποιῆσαι πάντα τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
3 from thirty years old and upward even until fifty years old, all who enter into the service to do the work in the Tent of Meeting.
4 Καὶ ταῦτα τὰ ἔργα τῶν υἱῶν Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· ἅγιον τῶν ἁγίων.
4 “This is the service of the sons of Kohath in the Tent of Meeting, regarding the most holy things.
5 Καὶ εἰσελεύσεται Ἀαρὼν καὶ υἱοὶ αὐτοῦ, ὅταν ἐξαίρῃ ἡ παρεμβολὴ, καὶ καθελοῦσι τὸ καταπέτασμα τὸ συσκιάζον, καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου,
5 When the camp moves forward, Aaron shall go in with his sons; and they shall take down the veil of the screen, cover the ark of the Testimony with it,
6 καὶ ἐπιθήσουσιν ἐπʼ αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον, καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς.
6 put a covering of sealskin on it, spread a blue cloth over it, and put in its poles.
7 Καὶ ἐπί τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον ὁλοπόρφυρον, καὶ τὰ τρυβλία, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, καὶ τὰ σπονδεῖα ἐν οἷς σπένδει, καὶ οἱ ἄρτοι οἳ διαπαντὸς ἐπʼ αὐτῆς ἔσονται.
7 “On the table of show bread they shall spread a blue cloth, and put on it the dishes, the spoons, the bowls, and the cups with which to pour out; and the continual bread shall be on it.
8 Καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον κόκκινον, καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι διʼ αὐτῆς τοὺς ἀναφορεῖς.
8 They shall spread on them a scarlet cloth, and cover it with a covering of sealskin, and shall put in its poles.
9 Καὶ λήψονται ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσι τὴν λυχνίαν τὴν φωτίζουσαν, καὶ τοὺς λύχνους αὐτῆς, καὶ τὰς λαβίδας αὐτῆς, καὶ τὰς ἐπαρυστρίδας αὐτῆς, καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου οἷς λειτουργοῦσιν ἐν αὐτοῖς.
9 “They shall take a blue cloth and cover the lamp stand of the light, its lamps, its snuffers, its snuff dishes, and all its oil vessels, with which they minister to it.
10 Καὶ ἐμβαλοῦσιν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν αὐτὴν ἐπʼ ἀναφορέων.
10 They shall put it and all its vessels within a covering of sealskin, and shall put it on the frame.
11 Καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ.
11 “On the golden altar they shall spread a blue cloth, and cover it with a covering of sealskin, and shall put in its poles.
12 καὶ λήψονται πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις· καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς.
12 “They shall take all the vessels of ministry with which they minister in the sanctuary, and put them in a blue cloth, cover them with a covering of sealskin, and shall put them on the frame.
13 Καὶ τὸν καλυπτῆρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπικαλύψουσιν ἐπʼ αὐτὸ ἱμάτιον ὁλοπόρφυρον.
13 “They shall take away the ashes from the altar, and spread a purple cloth on it.
14 Καὶ ἐπιθήσουσιν ἐπʼ αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργοῦσιν ἐπʼ αὐτῷ ἐν αὐτοῖς, καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας, καὶ τὸν καλυπτῆρα, καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου· καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ· καὶ λήψονται ἱμάτιον πορφυροῦν, καὶ συγκαλύψουσι τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἐμβαλοῦσιν αὐτὸ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς,
14 They shall put on it all its vessels with which they minister about it, the fire pans, the meat hooks, the shovels, and the basins—all the vessels of the altar; and they shall spread on it a covering of sealskin, and put in its poles.
15 καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, καλύπτοντες τὰ ἅγια, καὶ πάντα τὰ σκεύη τὰ ἅγια, ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν· καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν, καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι· ταῦτα ἀροῦσιν οἱ υἱοὶ Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
15 “When Aaron and his sons have finished covering the sanctuary and all the furniture of the sanctuary, as the camp moves forward; after that, the sons of Kohath shall come to carry it; but they shall not touch the sanctuary, lest they die. The sons of Kohath shall carry these things belonging to the Tent of Meeting.
16 Ἐπίσκοπος Ἐλεάζαρ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, τὸ ἔλαιον τοῦ φωτὸς, καὶ τὸ θυμίαμα τῆς συνθέσεως, καὶ ἡ θυσία ἡ καθʼ ἡμέραν, καὶ τὸ ἔλαιον τῆς χρίσεως, ἡ ἐπισκοπὴ ὅλης τῆς σκηνῆς, καὶ ὅσα ἐστὶν ἐν αὐτῇ ἐν τῷ ἁγίῳ, ἐν πᾶσι τοῖς ἔργοις.
16 “The duty of Eleazar the son of Aaron the priest shall be the oil for the light, the sweet incense, the continual meal offering, and the anointing oil, the requirements of all the tabernacle, and of all that is in it, the sanctuary, and its furnishings.”
17 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν, λέγων,
17 Yahweh spoke to Moses and to Aaron, saying,
18 μὴ ὀλοθρεύσητε τῆς φυλῆς τὸν δῆμον τὸν Καὰθ ἐκ μέσου τῶν Λευιτῶν.
18 “Don’t cut off the tribe of the families of the Kohathites from among the Levites;
19 Τοῦτο ποιήσατε αὐτοῖς, καὶ ζήσονται καὶ οὐ μὴ ἀποθάνωσι, προσπορευομένων αὐτῶν πρὸς τὰ ἅγια τῶν ἁγίων· Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ προσπορεύεσθωσαν, καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτοῦ,
19 but do this to them, that they may live, and not die, when they approach the most holy things: Aaron and his sons shall go in and appoint everyone to his service and to his burden;
20 καὶ οὐ μὴ εἰσέλθωσιν ἰδεῖν ἐξάπινα τὰ ἅγια, καὶ ἀποθανοῦνται.
20 but they shall not go in to see the sanctuary even for a moment, lest they die.”
21 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
21 Yahweh spoke to Moses, saying,
22 λάβε τὴν ἀρχὴν τῶν υἱῶν Γεδσὼν, καὶ τούτους κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν,
22 “Take a census of the sons of Gershon also, by their fathers’ houses, by their families;
23 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπίσκεψαι αὐτοὺς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν, ποιεῖν τὰ ἔργα αὐτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
23 you shall count them from thirty years old and upward until fifty years old: all who enter in to wait on the service, to do the work in the Tent of Meeting.
24 Αὕτη ἡ λειτουργία τοῦ δήμου τοῦ Γεδσὼν, λειτουργεῖν καὶ αἴρειν.
24 “This is the service of the families of the Gershonites, in serving and in bearing burdens:
25 Καὶ ἀρεῖ τὰς δέῤῥεις τῆς σκηνῆς, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὸ κάλυμμα αὐτῆς, καὶ τὸ κατακάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπʼ αὐτῆς ἄνωθεν, καὶ τὸ κάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου,
25 they shall carry the curtains of the tabernacle and the Tent of Meeting, its covering, the covering of sealskin that is on it, the screen for the door of the Tent of Meeting,
26 καὶ τὰ ἱστία τῆς αὐλῆς, ὅσα ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰ περισσὰ, καὶ πάντα τὰ σκεύη τὰ λειτουργικὰ ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ποιήσουσι.
26 the hangings of the court, the screen for the door of the gate of the court which is by the tabernacle and around the altar, their cords, and all the instruments of their service, and whatever shall be done with them. They shall serve in there.
27 Κατὰ στόμα Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ ἔσται ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν κατὰ πάσας τὰς λειτουργίας αὐτῶν, καὶ κατὰ πάντα τὰ ἔργα αὐτῶν· καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνόματος πάντα τὰ ἀρτὰ ὑπʼ αὐτῶν.
27 At the commandment of Aaron and his sons shall be all the service of the sons of the Gershonites, in all their burden and in all their service; and you shall appoint their duty to them in all their responsibilities.
28 Αὕτη ἡ λειτουργία τῶν υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἡ φυλακὴ αὐτῶν ἐν χειρὶ Ἰθάμαρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.
28 This is the service of the families of the sons of the Gershonites in the Tent of Meeting. Their duty shall be under the hand of Ithamar the son of Aaron the priest.
29 Οἱ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, ἐπισκέψασθε αὐτοὺς,
29 “As for the sons of Merari, you shall count them by their families, by their fathers’ houses;
30 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς ἐπισκέψασθε αὐτοὺς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.
30 you shall count them from thirty years old and upward even to fifty years old—everyone who enters on the service, to do the work of the Tent of Meeting.
31 Καὶ ταῦτα τὰ φυλάγματα τῶν αἰρομένων ὑπʼ αὐτῶν κατὰ πάντα τὰ ἔργα αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· τὰς κεφαλίδας τῆς σκηνῆς, καὶ τοὺς μοχλοὺς, καὶ τοὺς στύλους αὐτῆς, καὶ τὰς βάσεις αὐτῆς, καὶ τὸ κατακάλυμμα, καὶ αἱ βάσεις αὐτῶν, καὶ οἱ στύλοι αὐτῶν, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς,
31 This is the duty of their burden, according to all their service in the Tent of Meeting: the tabernacle’s boards, its bars, its pillars, its sockets,
32 καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ, καὶ αἱ βάσεις αὐτῶν, καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς, καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσάλους αὐτῶν, καὶ τοὺς κάλους αὐτῶν, καὶ πάντα τὰ σκεύη αὐτῶν, καὶ πάντα τὰ λειτουργήματα αὐτῶν· ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς, καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπʼ αὐτῶν.
32 the pillars of the court around it, their sockets, their pins, their cords, with all their instruments, and with all their service. You shall appoint the instruments of the duty of their burden to them by name.
33 Αὕτη ἡ λειτουργία δήμου υἱῶν Μεραρὶ ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν χειρὶ Ἰθάμαρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.
33 This is the service of the families of the sons of Merari, according to all their service in the Tent of Meeting, under the hand of Ithamar the son of Aaron the priest.”
34 Καὶ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ τοὺς υἱοὺς Καὰθ κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν,
34 Moses and Aaron and the princes of the congregation counted the sons of the Kohathites by their families, and by their fathers’ houses,
35 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
35 from thirty years old and upward even to fifty years old, everyone who entered into the service for work in the Tent of Meeting.
36 Καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν, δισχίλιοι ἑπτακόσιοι πεντήκοντα.
36 Those who were counted of them by their families were two thousand seven hundred fifty.
37 Αὕτη ἡ ἐπίσκεψις δήμου Καάθ, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καθὰ ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ἐν χειρὶ Μωυσῆ.
37 These are those who were counted of the families of the Kohathites, all who served in the Tent of Meeting, whom Moses and Aaron counted according to the commandment of Yahweh by Moses.
38 Καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσὼν κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν,
38 Those who were counted of the sons of Gershon, by their families, and by their fathers’ houses,
39 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν καὶ ποιεῖν τὰ ἔργα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
39 from thirty years old and upward even to fifty years old—everyone who entered into the service for work in the Tent of Meeting,
40 Καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, δισχίλιοι ἑξακόσιοι τριάκοντα.
40 even those who were counted of them, by their families, by their fathers’ houses, were two thousand six hundred thirty.
41 Αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Γεδσὼν, πᾶς ὁ λειτουργῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ἐν χειρὶ Μωυσῆ.
41 These are those who were counted of the families of the sons of Gershon, all who served in the Tent of Meeting, whom Moses and Aaron counted according to the commandment of Yahweh.
42 Ἐπεσκέπησαν δὲ καὶ δῆμος υἱῶν Μεραρὶ κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν,
42 Those who were counted of the families of the sons of Merari, by their families, by their fathers’ houses,
43 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος λειτουργεῖν πρὸς τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου.
43 from thirty years old and upward even to fifty years old—everyone who entered into the service for work in the Tent of Meeting,
44 Καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτῶν κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, τρισχίλιοι καὶ διακόσιοι.
44 even those who were counted of them by their families, were three thousand two hundred.
45 Αὕτη ἡ ἐπίσκεψις δήμου υἱῶν Μεραρὶ, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ἐν χειρὶ Μωυσῆ.
45 These are those who were counted of the families of the sons of Merari, whom Moses and Aaron counted according to the commandment of Yahweh by Moses.
46 Πάντες οἱ ἐπεσκεμμένοι, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ τοὺς Λευίτας, κατὰ δήμους καὶ κατʼ οἴκους πατριῶν αὐτῶν,
46 All those who were counted of the Levites whom Moses and Aaron and the princes of Israel counted, by their families and by their fathers’ houses,
47 ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω ἕως πεντηκονταετοῦς, πᾶς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τῶν ἔργων, καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
47 from thirty years old and upward even to fifty years old, everyone who entered in to do the work of service and the work of bearing burdens in the Tent of Meeting,
48 Καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες, ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα.
48 even those who were counted of them, were eight thousand five hundred eighty.
49 Διὰ φωνῆς Κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυσῆ, ἄνδρα κατὰ ἄνδρα ἐπὶ τῶν ἔργων αὐτῶν, καὶ ἐπὶ ὧν αἴρουσιν αὐτοί· καὶ ἐπεσκέπησαν, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
49 According to the commandment of Yahweh they were counted by Moses, everyone according to his service and according to his burden. Thus they were counted by him, as Yahweh commanded Moses.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Ithamar

    Priestly division head

    Aaron's youngest son, head of a priestly division and overseer of the tabernacle's service.

    Citado en la guía: Exodus 6:23; Numbers 4:28

  • Kohath

    Son of Levi

    A son of Levi whose clan would carry the holiest things of the tabernacle.

    Citado en la guía: Genesis 46:11; Exodus 6:16–18; Numbers 4:1–20

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Citado en la guía: Exodus 2–Deuteronomy 34

Referencias cruzadas (37)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 2 Números 3:27; Números 3:19
  2. 3 Números 4:23; Efesios 6:10–18; Números 8:24–26; Lucas 3:23; 1 Crónicas 23:3–5
  3. 4 Números 4:19; Marcos 13:34; Números 3:30–31; Números 4:30; Números 4:24
  4. 5 Hebreos 9:3; Mateo 27:51; Números 10:14; Éxodo 26:31–33; Éxodo 40:3
  5. 6 Éxodo 25:13–15; Números 4:11–13; Éxodo 35:19; 1 Reyes 8:7–8; Éxodo 39:41
  6. 7 Levítico 24:5–8; Éxodo 25:23–30; Éxodo 37:10–16
  7. 8 Números 4:9; Números 4:6–7; Números 4:11–13
  8. 9 Éxodo 25:31–39; Salmo 119:105; Éxodo 37:17–24; Apocalipsis 1:20–2:1
  9. 10 Números 4:6; Números 4:12
  10. 11 Éxodo 30:1–19; Éxodo 39:38; Éxodo 40:26–27; Éxodo 40:5; Éxodo 37:25–28
  11. 12 1 Crónicas 9:29; 2 Crónicas 4:16; 2 Crónicas 4:11; Números 3:8; 2 Reyes 25:14–15
  12. 13 Levítico 6:12–13; Éxodo 39:1; Éxodo 27:1–8; Éxodo 39:41; Números 4:11–12
  13. 14 Éxodo 38:1–7; 2 Crónicas 4:19
  14. 15 2 Samuel 6:6–7; Números 7:9; Deuteronomio 31:9; Números 10:21; 1 Crónicas 13:9–10
  15. 16 Éxodo 25:6; Levítico 24:2; Éxodo 30:23–38; 1 Pedro 2:25; Hebreos 3:6
  16. 18 Números 16:32; 2 Samuel 6:6–7; Números 18:5; Jeremías 38:23; 1 Samuel 6:19
  17. 19 Números 4:15
  18. 20 1 Samuel 6:19; Éxodo 19:21; Números 4:19; Levítico 10:2; Números 4:15
  19. 22 Números 3:24; Números 3:21; Números 3:18
  20. 23 Números 4:3; 2 Timoteo 4:7; Gálatas 5:24; Efesios 6:10–19; Gálatas 5:17
  21. 24 Números 4:27; Números 4:15; Números 4:47; Números 4:31–32; Números 4:19
  22. 25 Éxodo 26:14; Números 3:25–26; Números 7:5–7
  23. 26 Éxodo 27:9; Éxodo 35:18
  24. 27 Lucas 1:70; 1 Corintios 11:2
  25. 28 Números 4:33; 1 Corintios 12:5–6
  26. 29 Números 3:33–35
  27. 30 Números 4:3; Números 4:23; 2 Timoteo 2:4; Salmo 110:1–7; 1 Timoteo 6:11–12
  28. 31 Números 3:36–37; Éxodo 26:15; Números 7:8–9
  29. 32 Éxodo 38:21; 1 Crónicas 9:29; Números 3:8; Números 7:1; Éxodo 38:17
  30. 33 Números 4:28; Isaías 3:6; Josué 3:6
  31. 35 Números 4:23; 1 Crónicas 23:24; Números 8:24–26; Números 4:43; 1 Crónicas 28:13
  32. 40 Números 3:32
  33. 44 Números 3:34; 1 Corintios 12:8–12; 2 Corintios 12:9–10; 1 Corintios 10:13; Deuteronomio 33:25
  34. 45 Números 4:29
  35. 47 1 Corintios 12:4–31; Romanos 12:6–8; Números 4:3; Números 4:15; 1 Crónicas 23:27
  36. 48 Números 3:39; Mateo 7:14; Mateo 22:15; Mateo 20:16
  37. 49 Números 1:54; Números 4:31; Números 4:15; Números 4:24; Números 4:21

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias