Saltar al texto

1 Corintios · Texto Patriarcal (Antoniades 1904/1912)

1 Corintios 1 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 παυλος, κλητος αποστολος ιησου χριστου δια θεληματος θεου, και σωσθενης ο αδελφος,
1 Παῦλος, κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός,
2 τη εκκλησια του θεου τη ουση εν κορινθω, ηγιασμενοις εν χριστω ιησου, κλητοις αγιοις, συν πασιν τοις επικαλουμενοις το ονομα του κυριου ημων ιησου χριστου εν παντι τοπω αυτων τε και ημων·
2 τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν·
3 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου.
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
4 ευχαριστω τω θεω μου παντοτε περι υμων επι τη χαριτι του θεου τη δοθειση υμιν εν χριστω ιησου,
4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ,
5 οτι εν παντι επλουτισθητε εν αυτω, εν παντι λογω και παση γνωσει,
5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,
6 καθως το μαρτυριον του χριστου εβεβαιωθη εν υμιν,
6 καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν,
7 ωστε υμας μη υστερεισθαι εν μηδενι χαρισματι, απεκδεχομενους την αποκαλυψιν του κυριου ημων ιησου χριστου·
7 ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
8 ος και βεβαιωσει υμας εως τελους ανεγκλητους εν τη ημερα του κυριου ημων ιησου χριστου.
8 ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
9 πιστος ο θεος δι ου εκληθητε εις κοινωνιαν του υιου αυτου ιησου χριστου του κυριου ημων.
9 πιστὸς ὁ Θεὸς δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
10 παρακαλω δε υμας, αδελφοι, δια του ονοματος του κυριου ημων ιησου χριστου, ινα το αυτο λεγητε παντες, και μη η εν υμιν σχισματα, ητε δε κατηρτισμενοι εν τω αυτω νοι και εν τη αυτη γνωμη.
10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
11 εδηλωθη γαρ μοι περι υμων, αδελφοι μου, υπο των χλοης οτι εριδες εν υμιν εισιν.
11 ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσι.
12 λεγω δε τουτο, οτι εκαστος υμων λεγει· εγω μεν ειμι παυλου, εγω δε απολλω, εγω δε κηφα, εγω δε χριστου.
12 λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ.
13 μεμερισται ο χριστος; μη παυλος εσταυρωθη υπερ υμων; η εις το ονομα παυλου εβαπτισθητε;
13 μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν; ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
14 ευχαριστω τω θεω οτι ουδενα υμων εβαπτισα ει μη κρισπον και γαιον,
14 εὐχαριστῶ τῷ Θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον,
15 ινα μη τις ειπη οτι εις το εμον ονομα εβαπτισα.
15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβάπτισα.
16 εβαπτισα δε και τον στεφανα οικον· λοιπον ουκ οιδα ει τινα αλλον εβαπτισα.
16 ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
17 ου γαρ απεστειλεν με χριστος βαπτιζειν, αλλ ευαγγελιζεσθαι, ουκ εν σοφια λογου, ινα μη κενωθη ο σταυρος του χριστου.
17 οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ᾽ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
18 ο λογος γαρ ο του σταυρου τοις μεν απολλυμενοις μωρια εστιν, τοις δε σωζομενοις ημιν δυναμις θεου εστιν.
18 Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι.
19 γεγραπται γαρ· απολω την σοφιαν των σοφων, και την συνεσιν των συνετων αθετησω.
19 γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
20 που σοφος; που γραμματευς; που συζητητης του αιωνος τουτου; ουχι εμωρανεν ο θεος την σοφιαν του κοσμου τουτου;
20 ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;
21 επειδη γαρ εν τη σοφια του θεου ουκ εγνω ο κοσμος δια της σοφιας τον θεον, ευδοκησεν ο θεος δια της μωριας του κηρυγματος σωσαι τους πιστευοντας.
21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
22 επειδη και ιουδαιοι σημειον αιτουσιν και ελληνες σοφιαν ζητουσιν,
22 ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν,
23 ημεις δε κηρυσσομεν χριστον εσταυρωμενον, ιουδαιοις μεν σκανδαλον, ελλησιν δε μωριαν,
23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν,
24 αυτοις δε τοις κλητοις, ιουδαιοις τε και ελλησιν, χριστον θεου δυναμιν και θεου σοφιαν·
24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν·
25 οτι το μωρον του θεου σοφωτερον των ανθρωπων εστιν, και το ασθενες του θεου ισχυροτερον των ανθρωπων εστιν.
25 ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί.
26 βλεπετε γαρ την κλησιν υμων, αδελφοι, οτι ου πολλοι σοφοι κατα σαρκα, ου πολλοι δυνατοι, ου πολλοι ευγενεις,
26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς,
27 αλλα τα μωρα του κοσμου εξελεξατο ο θεος ινα τους σοφους καταισχυνη, και τα ασθενη του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τα ισχυρα,
27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς σοφοὺς καταισχύνῃ, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά,
28 και τα αγενη του κοσμου και τα εξουθενημενα εξελεξατο ο θεος, και τα μη οντα, ινα τα οντα καταργηση,
28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,
29 οπως μη καυχησηται πασα σαρξ ενωπιον του θεου.
29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.
30 εξ αυτου δε υμεις εστε εν χριστω ιησου, ος εγενηθη ημιν σοφια απο θεου, δικαιοσυνη τε και αγιασμος και απολυτρωσις,
30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
31 ινα, καθως γεγραπται, ο καυχωμενος εν κυριω καυχασθω.
31 ἵνα, καθὼς γέγραπται, ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Apollos

    Alexandrian Jewish teacher

    An eloquent Alexandrian Jew, mighty in the Scriptures, who was taught more accurately by Priscilla and Aquila and then ministered in Achaia and at Corinth.

    Citado en la guía: Acts 18:24; 1 Corinthians 1:12; 1 Corinthians 3:6

  • Chloe

    Woman whose people reported to Paul

    Members of her household informed Paul of the quarrels at Corinth.

    Citado en la guía: 1 Corinthians 1:11

  • Crispus

    Synagogue leader at Corinth

    The leader of the synagogue at Corinth who believed in the Lord with his whole household and was baptized by Paul.

    Citado en la guía: Acts 18:8; 1 Corinthians 1:14

  • Gaius

    Host of Paul and the church

    Paul's host at Corinth, whose hospitality extended to the whole church; Paul baptized him.

    Citado en la guía: Romans 16:23; 1 Corinthians 1:14

  • Sosthenes

    Synagogue leader at Corinth

    The synagogue leader seized and beaten before Gallio's tribunal at Corinth; a Sosthenes is named as co-sender of 1 Corinthians, probably the same man.

    Citado en la guía: Acts 18:17; 1 Corinthians 1:1

  • Stephanas

    First fruits of Achaia

    Paul baptized his household, the first fruits of Achaia, who devoted themselves to serving the saints; he visited Paul at Ephesus.

    Citado en la guía: 1 Corinthians 1:16; 1 Corinthians 16:15; 1 Corinthians 16:17

Lugares

  • Corinth

    Hoy: Southern Greece (the isthmus) · En: Second Journey · En: Third Journey

    Corinth straddled the isthmus linking mainland Greece to the Peloponnese — a hub of commerce and immorality. Paul founded the church here; a Roman bema traditionally linked to his hearing before…

    Citado en la guía: Acts 18:1; 1 Corinthians 1:2; 2 Corinthians 1:1

Referencias cruzadas (31)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Romanos 1:1; Efesios 1:1; 2 Corintios 1:1; Hechos 18:17; Colosenses 1:1
  2. 2 Romanos 1:7; 1 Corintios 6:9–11; 1 Corintios 1:30; Hechos 26:18; 1 Pedro 1:15–16
  3. 3 Romanos 1:7; 1 Pedro 1:2; 2 Corintios 1:2; Efesios 1:2
  4. 4 Romanos 1:8; Juan 14:26; Juan 15:26; Romanos 6:17; Juan 14:14
  5. 5 2 Corintios 9:11; 2 Corintios 8:7; Colosenses 2:3; Filipenses 1:9; Romanos 15:14
  6. 6 Apocalipsis 1:2; 2 Timoteo 1:8; 1 Timoteo 2:6; 1 Corintios 2:1–2; Hechos 20:24
  7. 7 Filipenses 3:20; 2 Pedro 3:12; Hebreos 9:28; 1 Juan 3:2; Judas 21
  8. 8 1 Tesalonicenses 5:23–24; 1 Tesalonicenses 3:13; Colosenses 1:22; Filipenses 1:6; Judas 24–25
  9. 9 2 Tesalonicenses 3:3; Hebreos 10:23; Deuteronomio 7:9; 1 Juan 1:3; 1 Corintios 10:13
  10. 10 Filipenses 2:1–4; Efesios 4:1–7; 1 Corintios 12:25; Romanos 12:16; Santiago 3:13–18
  11. 11 1 Timoteo 6:4; 2 Timoteo 2:23–25; Gálatas 5:26; Proverbios 18:6; Génesis 37:2
  12. 12 Mateo 23:9–10; Juan 1:42; 1 Corintios 3:21–23; 1 Corintios 3:4–6; Gálatas 2:9
  13. 13 Efesios 4:5; 2 Corintios 11:4; Hechos 2:38; Hechos 10:48; 1 Corintios 10:2
  14. 14 Hechos 18:8; Romanos 16:23; 1 Tesalonicenses 5:18; 2 Corintios 2:14; 1 Corintios 14:18
  15. 15 Juan 7:18; 2 Corintios 11:2; Juan 3:28–29
  16. 16 1 Corintios 16:15; 1 Corintios 16:17; Hechos 16:15; Hechos 16:33
  17. 17 1 Corintios 2:1; 1 Corintios 2:13; 2 Pedro 1:16; 1 Corintios 2:4–5; 2 Corintios 10:10
  18. 18 1 Corintios 2:14; Romanos 1:16; 2 Tesalonicenses 2:10; 1 Corintios 1:23–25; 2 Corintios 4:3
  19. 19 Isaías 29:14; Jeremías 8:9; 1 Corintios 3:19; Job 5:12–13; Isaías 19:11
  20. 20 Romanos 1:22; 1 Corintios 3:19; Job 12:17; 1 Corintios 1:19; Job 12:24
  21. 21 Lucas 10:21; Romanos 1:20–22; Mateo 11:25; Efesios 3:10; 1 Corintios 1:24
  22. 22 Mateo 16:1–4; Mateo 12:38–39; Juan 2:18; Hechos 17:18–21; Marcos 8:11
  23. 23 1 Corintios 2:14; 1 Pedro 2:8; 1 Corintios 2:2; Gálatas 5:11; Isaías 8:14–15
  24. 24 1 Corintios 1:30; Colosenses 2:3; 1 Corintios 1:18; 1 Corintios 1:9; Romanos 1:16
  25. 25 Romanos 11:33–36; 1 Corintios 1:18; Zacarías 4:6–7; 2 Corintios 13:4; Zacarías 12:7–8
  26. 26 Santiago 2:5; 1 Corintios 3:18–20; 1 Corintios 2:8; Santiago 1:9–11; Mateo 11:25–26
  27. 27 Santiago 2:5; Mateo 11:25; 1 Corintios 1:20; Salmo 8:2; Lucas 21:15
  28. 28 Job 34:24; Romanos 4:17; Isaías 2:11; Isaías 41:12; Job 34:19–20
  29. 29 Romanos 3:27; Efesios 2:9; Jeremías 9:23; 1 Corintios 4:7; 1 Corintios 1:31
  30. 30 Efesios 1:7; Filipenses 3:9; Romanos 8:1; 1 Corintios 1:2; 1 Corintios 6:11
  31. 31 Jeremías 9:23–24; 2 Corintios 10:17; Filipenses 3:3; Salmo 105:3; Isaías 41:16

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 1:1 John Chrysostom, Homilies on First Corinthians (Homily I)

    See how immediately, from the very beginning, he casts down their pride, and dashes to the ground all their fond imagination, in that he speaks of himself as "called." For what I have learnt, saith he, I discovered not myself, nor acquired by my own wisdom, but while I was persecuting and laying waste the Church I was called.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Cita 1:31 Clement of Rome, First Epistle to the Corinthians (Chapters VII–XIII)

    … "Let not the wise man glory in his wisdom, neither let the mighty man glory in his might, neither let the rich man glory in his riches; but let him that glorieth glory in the Lord, in diligently seeking Him, and doing judgment and righteousness" ), being especially mindful of the words of the Lord Jesus which He spake, teaching …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 1:18 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters III–IV)

    Moreover, they affirm that the Apostle Paul himself made mention of this cross in the following words: "The doctrine of the cross is to them that perish foolishness, but to us who are saved it is the power of God." And again: "God forbid that I should glory in anything save in the cross of Christ, by whom the world …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 1:30 Augustine of Hippo, Confessions (Book V)

    But the Only-begotten has been "made unto us wisdom, and righteousness, and sanctification," and has been numbered amongst us, and paid tribute to Cæsar.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Cita 1:9 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LIX)

    … whom;" as when it saith, "I have gotten a man by God," putting not the second cause, but the first; and again, "Is not the interpretation of them by God," and, "God is faithful, by whom ye are called unto the fellowship of His Son."

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)