Saltar al texto

Gálatas · Texto Patriarcal (Antoniades 1904/1912)

Gálatas 3 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ω ανοητοι γαλαται, τις υμας εβασκανεν τη αληθεια μη πειθεσθαι, οις κατ οφθαλμους ιησους χριστος προεγραφη εν υμιν εσταυρωμενος;
1 Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος;
2 τουτο μονον θελω μαθειν αφ υμων· εξ εργων νομου το πνευμα ελαβετε η εξ ακοης πιστεως;
2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;
3 ουτως ανοητοι εστε; εναρξαμενοι πνευματι νυν σαρκι επιτελεισθε;
3 οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι Πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
4 τοσαυτα επαθετε εικη; ει γε και εικη.
4 τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ.
5 ο ουν επιχορηγων υμιν το πνευμα και ενεργων δυναμεις εν υμιν, εξ εργων νομου η εξ ακοης πιστεως;
5 ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;
6 καθως αβρααμ επιστευσεν τω θεω, και ελογισθη αυτω εις δικαιοσυνην.
6 καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
7 γινωσκετε αρα οτι οι εκ πιστεως, ουτοι εισιν υιοι αβρααμ.
7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ.
8 προιδουσα δε η γραφη οτι εκ πιστεως δικαιοι τα εθνη ο θεος, προευηγγελισατο τω αβρααμ οτι ενευλογηθησονται εν σοι παντα τα εθνη.
8 προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.
9 ωστε οι εκ πιστεως ευλογουνται συν τω πιστω αβρααμ.
9 ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
10 οσοι γαρ εξ εργων νομου εισιν, υπο καταραν εισιν· γεγραπται γαρ· επικαταρατος πας ος ουκ εμμενει εν πασιν τοις γεγραμμενοις εν τω βιβλιω του νομου του ποιησαι αυτα.
10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά·
11 οτι δε εν νομω ουδεις δικαιουται παρα τω θεω, δηλον· οτι ο δικαιος εκ πιστεως ζησεται.
11 ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται.
12 ο δε νομος ουκ εστιν εκ πιστεως, αλλ ο ποιησας αυτα ανθρωπος ζησεται εν αυτοις.
12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾽ ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς.
13 χριστος ημας εξηγορασεν εκ της καταρας του νομου γενομενος υπερ ημων καταρα· γεγραπται γαρ· επικαταρατος πας ο κρεμαμενος επι ξυλου·
13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·
14 ινα εις τα εθνη η ευλογια του αβρααμ γενηται εν χριστω ιησου, ινα την επαγγελιαν του πνευματος λαβωμεν δια της πιστεως.
14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
15 αδελφοι, κατα ανθρωπον λεγω· ομως ανθρωπου κεκυρωμενην διαθηκην ουδεις αθετει η επιδιατασσεται.
15 Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
16 τω δε αβρααμ ερρεθησαν αι επαγγελιαι και τω σπερματι αυτου· ου λεγει, και τοις σπερμασιν, ως επι πολλων, αλλ ως εφ ενος, και τω σπερματι σου, ος εστιν χριστος.
16 τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός, καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.
17 τουτο δε λεγω· διαθηκην προκεκυρωμενην υπο του θεου εις χριστον ο μετα ετη τετρακοσια και τριακοντα γεγονως νομος ουκ ακυροι, εις το καταργησαι την επαγγελιαν.
17 τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
18 ει γαρ εκ νομου η κληρονομια, ουκετι εξ επαγγελιας· τω δε αβρααμ δι επαγγελιας κεχαρισται ο θεος.
18 εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ Θεός.
19 τι ουν ο νομος; των παραβασεων χαριν προσετεθη, αχρι ου ελθη το σπερμα ω επηγγελται, διαταγεις δι αγγελων εν χειρι μεσιτου.
19 Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου.
20 ο δε μεσιτης ενος ουκ εστιν, ο δε θεος εις εστιν.
20 ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν.
21 ο ουν νομος κατα των επαγγελιων του θεου; μη γενοιτο. ει γαρ εδοθη νομος ο δυναμενος ζωοποιησαι, οντως αν εκ νομου ην η δικαιοσυνη·
21 ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; μὴ γένοιτο. εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη·
22 αλλα συνεκλεισεν η γραφη τα παντα υπο αμαρτιαν, ινα η επαγγελια εκ πιστεως ιησου χριστου δοθη τοις πιστευουσιν.
22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι.
23 προ δε του ελθειν την πιστιν υπο νομον εφρουρουμεθα συγκεκλεισμενοι εις την μελλουσαν πιστιν αποκαλυφθηναι.
23 Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
24 ωστε ο νομος παιδαγωγος ημων γεγονεν εις χριστον, ινα εκ πιστεως δικαιωθωμεν·
24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·
25 ελθουσης δε της πιστεως ουκετι υπο παιδαγωγον εσμεν.
25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
26 παντες γαρ υιοι θεου εστε δια της πιστεως εν χριστω ιησου·
26 πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ·
27 οσοι γαρ εις χριστον εβαπτισθητε, χριστον ενεδυσασθε.
27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.
28 ουκ ενι ιουδαιος ουδε ελλην, ουκ ενι δουλος ουδε ελευθερος, ουκ ενι αρσεν και θηλυ· παντες γαρ υμεις εις εστε εν χριστω ιησου.
28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.
29 ει δε υμεις χριστου, αρα του αβρααμ σπερμα εστε και κατ επαγγελιαν κληρονομοι.
29 εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾽ ἐπαγγελίαν κληρονόμοι.
Referencias cruzadas (29)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Gálatas 5:7–8; 2 Corintios 11:3; Apocalipsis 2:20; Gálatas 1:6; Gálatas 3:3
  2. 2 Romanos 10:16–17; Gálatas 3:14; Hechos 15:8; Efesios 1:13–14; Gálatas 3:5
  3. 3 Gálatas 5:4–8; Gálatas 4:7–10; Hebreos 7:16–19; Hebreos 9:9–10; Gálatas 6:12–14
  4. 4 2 Juan 8; 1 Corintios 15:2; Hebreos 10:32–39; Hebreos 6:4–6; Ezequiel 18:24
  5. 5 Gálatas 3:2; Hechos 14:9–10; Hechos 19:11–12; Hechos 14:3; 2 Corintios 13:3
  6. 6 Génesis 15:6; Romanos 4:21–22; Santiago 2:23; Romanos 4:3–6; Romanos 4:24
  7. 7 Gálatas 3:9; Romanos 9:7–8; Gálatas 3:26–29; Salmo 100:3; Romanos 4:24
  8. 8 Génesis 12:3; Génesis 22:18; Génesis 28:14; Génesis 18:18; Génesis 26:4
  9. 9 Romanos 4:16; Gálatas 3:29; Gálatas 4:28; Romanos 4:24; Romanos 4:11
  10. 10 Deuteronomio 27:26; Romanos 8:7; Romanos 3:19–20; Deuteronomio 11:26–28; Santiago 2:9–11
  11. 11 Habacuc 2:4; Romanos 1:17; Hebreos 10:38; Gálatas 2:16; Eclesiastés 7:20
  12. 12 Levítico 18:5; Romanos 10:5–6; Nehemías 9:29; Romanos 4:14; Lucas 10:25–28
  13. 13 1 Pedro 2:24; Deuteronomio 21:23; Hebreos 9:12; Hebreos 9:15; 1 Pedro 1:18–21
  14. 14 Gálatas 3:28–29; 1 Corintios 12:13; Efesios 2:18; Gálatas 3:2; Ezequiel 36:26–27
  15. 15 Hebreos 9:17; Romanos 6:19; Romanos 3:5
  16. 16 Génesis 17:7–8; Romanos 4:13; Lucas 1:55; Génesis 22:17–18; Gálatas 3:27–29
  17. 17 Hebreos 11:39–40; Romanos 4:13–14; Éxodo 12:40–41; Génesis 15:13; 2 Corintios 1:20
  18. 18 Romanos 4:13–16; Hebreos 6:12–15; Gálatas 2:21; Salmo 105:42; Lucas 1:54–55
  19. 19 Hechos 7:53; Romanos 7:7–13; Hebreos 2:2; Gálatas 3:16; Romanos 5:20–21
  20. 20 1 Timoteo 2:5; Deuteronomio 6:4; Job 9:33; Hebreos 9:15; Hebreos 8:6
  21. 21 Gálatas 2:21; Romanos 9:31; Romanos 3:20–22; Gálatas 2:19; Romanos 10:3–6
  22. 22 Romanos 11:32; Hebreos 9:15; Juan 11:25–26; Gálatas 3:23; 1 Juan 2:25
  23. 23 Gálatas 5:18; Gálatas 3:24–25; Romanos 6:14–15; Romanos 11:32; Gálatas 3:19
  24. 24 Romanos 10:4; Hechos 13:38–39; Hebreos 10:1–14; Romanos 7:24–25; Mateo 5:17–18
  25. 25 Romanos 6:14; Romanos 7:4; Hebreos 10:15–18; Hebreos 7:11–19; Hebreos 8:3–13
  26. 26 Efesios 1:5; 2 Corintios 6:18; Juan 1:12–13; Gálatas 4:5–6; 1 Juan 3:1–2
  27. 27 Romanos 13:14; 1 Corintios 12:13; Romanos 6:3–4; 1 Pedro 3:21; Efesios 4:24
  28. 28 1 Corintios 12:12–13; Colosenses 3:11; Romanos 3:29–30; Gálatas 5:6; Romanos 10:12–15
  29. 29 Efesios 3:6; Romanos 9:7–8; Gálatas 3:7; Romanos 8:17; Romanos 4:16–21

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 3:19 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter VII)

    It was added, until the seed should come to whom the promise was made; [and it was] ordained by angels in the hand of a Mediator." For the order of the words runs thus: "Wherefore then the law of works?

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 3:1 Augustine of Hippo, Confessions (Book XIII, Chapters XII–XV)

    … deep, saying, "Be not conformed to this world, but be ye transformed by the renewing of your mind." And, "Be not children in understanding, howbeit in malice be ye children," that in "understanding ye may be perfect;" and "O foolish Galatians, who hath bewitched you?" But now not in his own voice, but in Thine who sentest Thy Spirit from …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Cita 3:28 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXIII)

    … ye are not so minded, our fathers thought it necessary by these boards to wall you off; since I hear from the elder ones, that of old there were not so much as these partitions; "For in Christ Jesus there is neither male nor female." And in the apostle's time also both men and women were together.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 3:24 Cyril of Jerusalem, Catechetical Lectures (Lecture IV)

    For before faith came, we were kept in ward under the law, and, the law hath been our tutor to bring us unto Christ.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 3:13 Basil of Caesarea, On the Holy Spirit (Chapters VII–VIII)

    But you must hear too the words, "Christ hath redeemed us from the curse of the law;" and "while we were yet sinners, Christ died for us." Give careful heed, too, to the words of the Lord, and note how, whenever He instructs us about His Father, He is in the habit of using terms of personal authority, saying, "I …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)