Saltar al texto

Gálatas · Texto Patriarcal (Antoniades 1904/1912)

Gálatas 2 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 επειτα δια δεκατεσσαρων ετων παλιν ανεβην εις ιεροσολυμα μετα βαρναβα, συμπαραλαβων και τιτον·
1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, συμπαραλαβὼν καὶ Τίτον·
2 ανεβην δε κατα αποκαλυψιν· και ανεθεμην αυτοις το ευαγγελιον ο κηρυσσω εν τοις εθνεσιν, κατ ιδιαν δε τοις δοκουσιν, μηπως εις κενον τρεχω η εδραμον.
2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον.
3 αλλ ουδε τιτος ο συν εμοι, ελλην ων, ηναγκασθη περιτμηθηναι,
3 ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι,
4 δια δε τους παρεισακτους ψευδαδελφους, οιτινες παρεισηλθον κατασκοπησαι την ελευθεριαν ημων ην εχομεν εν χριστω ιησου, ινα ημας καταδουλωσωνται·
4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσωνται·
5 οις ουδε προς ωραν ειξαμεν τη υποταγη, ινα η αληθεια του ευαγγελιου διαμεινη προς υμας.
5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.
6 απο δε των δοκουντων ειναι τι, οποιοι ποτε ησαν ουδεν μοι διαφερει· προσωπον θεος ανθρωπου ου λαμβανει· εμοι γαρ οι δοκουντες ουδεν προσανεθεντο,
6 ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον Θεὸς ἀνθρώπου οὐ λαμβάνει· ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο,
7 αλλα τουναντιον ιδοντες οτι πεπιστευμαι το ευαγγελιον της ακροβυστιας καθως πετρος της περιτομης·
7 ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς·
8 ο γαρ ενεργησας πετρω εις αποστολην της περιτομης ενηργησεν και εμοι εις τα εθνη·
8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη·
9 και γνοντες την χαριν την δοθεισαν μοι, ιακωβος και κηφας και ιωαννης, οι δοκουντες στυλοι ειναι, δεξιας εδωκαν εμοι και βαρναβα κοινωνιας, ινα ημεις εις τα εθνη, αυτοι δε εις την περιτομην·
9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
10 μονον των πτωχων ινα μνημονευωμεν, ο και εσπουδασα αυτο τουτο ποιησαι.
10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
11 οτε δε ηλθεν πετρος εις αντιοχειαν, κατα προσωπον αυτω αντεστην, οτι κατεγνωσμενος ην.
11 Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν.
12 προ του γαρ ελθειν τινας απο ιακωβου μετα των εθνων συνησθιεν· οτε δε ηλθον, υπεστελλεν και αφωριζεν εαυτον, φοβουμενος τους εκ περιτομης.
12 πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς.
13 και συνυπεκριθησαν αυτω και οι λοιποι ιουδαιοι, ωστε και βαρναβας συναπηχθη αυτων τη υποκρισει.
13 καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
14 αλλ οτε ειδον οτι ουκ ορθοποδουσιν προς την αληθειαν του ευαγγελιου, ειπον τω πετρω εμπροσθεν παντων· ει συ ιουδαιος υπαρχων εθνικως ζης και ουκ ιουδαικως, τι τα εθνη αναγκαζεις ιουδαιζειν;
14 ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων· εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν;
15 ημεις φυσει ιουδαιοι και ουκ εξ εθνων αμαρτωλοι,
15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί,
16 ειδοτες [δε] οτι ου δικαιουται ανθρωπος εξ εργων νομου εαν μη δια πιστεως ιησου χριστου, και ημεις εις χριστον ιησουν επιστευσαμεν, ινα δικαιωθωμεν εκ πιστεως χριστου και ουκ εξ εργων νομου, διοτι ου δικαιωθησεται εξ εργων νομου πασα σαρξ.
16 εἰδότες [δὲ] ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ.
17 ει δε ζητουντες δικαιωθηναι εν χριστω ευρεθημεν και αυτοι αμαρτωλοι, αρα χριστος αμαρτιας διακονος; μη γενοιτο.
17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο.
18 ει γαρ α κατελυσα ταυτα παλιν οικοδομω, παραβατην εμαυτον συνιστημι.
18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι.
19 εγω γαρ δια νομου νομω απεθανον, ινα θεω ζησω.
19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω.
20 χριστω συνεσταυρωμαι· ζω δε ουκετι εγω, ζη δε εν εμοι χριστος· ο δε νυν ζω εν σαρκι, εν πιστει ζω τη του υιου του θεου του αγαπησαντος με και παραδοντος εαυτον υπερ εμου.
20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
21 ουκ αθετω την χαριν του θεου· ει γαρ δια νομου δικαιοσυνη, αρα χριστος δωρεαν απεθανεν.
21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Titus

    Coworker and partner of Paul

    A Greek coworker of Paul, not compelled to be circumcised, who carried Paul's letters to Corinth, and whom Paul left in Crete to set things in order.

    Citado en la guía: 2 Corinthians 2:13; 2 Corinthians 8:23; Galatians 2:3

Lugares

  • Antioch (Syrian)

    Hoy: Antakya, southern Turkey · En: First Journey · En: Second Journey · En: Third Journey

    The empire's third-largest city and the first major Gentile church — the launching base for Paul's journeys. (Distinct from Pisidian Antioch.)

    Citado en la guía: Acts 11:26; Acts 13:1-3; Galatians 2:11

Referencias cruzadas (21)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Gálatas 2:3; Hechos 15:2–4; Hechos 14:12; 2 Corintios 8:16; Gálatas 2:13
  2. 2 Gálatas 2:6; Filipenses 2:16; 1 Tesalonicenses 3:5; 1 Corintios 1:23; 1 Corintios 9:26
  3. 3 Hechos 16:3; Gálatas 5:2–6; 1 Corintios 9:20–21; 2 Corintios 2:13; Hechos 15:24
  4. 4 Gálatas 5:1; Judas 4; 2 Pedro 2:1–2; 1 Juan 4:1; Gálatas 5:12–13
  5. 5 Gálatas 4:16; Gálatas 2:14; Colosenses 2:4–8; Colosenses 1:5; Judas 3
  6. 6 Gálatas 2:2; Hechos 10:34; Romanos 2:11; 2 Corintios 12:11; 2 Corintios 11:5
  7. 7 1 Tesalonicenses 2:4; Hechos 9:15; 1 Timoteo 2:7; Gálatas 1:16; Hechos 13:46–48
  8. 8 Hechos 22:21; Hechos 9:15; Hechos 15:12; Hechos 2:14–41; Hechos 21:19
  9. 9 Romanos 12:3; Apocalipsis 3:12; Efesios 3:8; Gálatas 2:2; Hechos 15:22–30
  10. 10 1 Juan 3:17; Hebreos 13:16; Hechos 24:17; 2 Corintios 8:1–9; 1 Corintios 16:1–2
  11. 11 1 Timoteo 5:20; Gálatas 2:14; Hechos 15:1; 2 Corintios 5:16; Gálatas 2:5
  12. 12 Hechos 10:28; Lucas 15:2; Efesios 3:6; Hechos 11:2–3; Mateo 26:69–75
  13. 13 1 Corintios 15:33; Hebreos 13:9; Efesios 4:14; Eclesiastés 10:1; Génesis 12:11–13
  14. 14 Hechos 10:28; Gálatas 2:5; Hechos 15:10–11; 1 Timoteo 5:20; Proverbios 2:7
  15. 15 Efesios 2:3; Tito 3:3; Romanos 3:9; Efesios 2:11–12; Filipenses 3:4
  16. 16 Filipenses 3:9; Salmo 143:2; Romanos 3:19–28; Romanos 9:30; 1 Pedro 1:18–21
  17. 17 Romanos 6:1–2; 1 Juan 3:8–10; 1 Juan 3:5; Gálatas 2:15; Mateo 1:21
  18. 18 Gálatas 4:9–12; Gálatas 2:4–5; Gálatas 2:12–16; Romanos 14:15; Gálatas 2:21
  19. 19 Romanos 7:4; Romanos 6:2; 1 Tesalonicenses 5:10; Romanos 6:11; 2 Corintios 5:15
  20. 20 Gálatas 5:24; 2 Corintios 5:15; Romanos 6:4–6; Colosenses 3:3–4; 2 Corintios 4:10–11
  21. 21 Romanos 11:6; Gálatas 3:21; Hebreos 7:11; 1 Corintios 15:14; Gálatas 2:16

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 2:8 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XIII)

    … that Paul alone knew the truth, and that to him the mystery was manifested by revelation, let Paul himself convict them, when he says, that one and the same God wrought in Peter for the apostolate of the circumcision, and in himself for the Gentiles. Peter, therefore, was an apostle of that very God whose was also Paul; and Him …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 2:20 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon II)

    … the Son is the work of the Father, since it is written, "Who spared not His own Son, but delivered Him up for us all;" and that the Passion of the Son was His own work also, "Who loved me, and gave Himself for me." The Father delivered up the Son, and the Son delivered up Himself.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  3. Cita 2:8 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXIX)

    "For He that wrought effectually in Peter," it is said, "to the apostleship of the circumcision, was mighty also in me towards the Gentiles." For since on seeing the Son, they were wroth and slew Him, He bids them again by His servants.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 2:5 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XIII)

    But I went up by revelation, and communicated to them that Gospel which I preached among the Gentiles." And again he says, "For an hour we did give place to subjection, that the truth of the gospel might continue with you." If, then, any one shall, from the Acts of the Apostles, carefully scrutinize the time concerning which it is …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 2:21 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXXXI)

    But the Apostle says, "If righteousness come by the Law, then Christ is dead in vain." What the Apostle says of the Law, that say we of nature to these men.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)