Saltar al texto

Hechos · Texto Patriarcal (Antoniades 1904/1912)

Hechos 17 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 διοδευσαντες δε την αμφιπολιν και απολλωνιαν ηλθον εις θεσσαλονικην, οπου ην η συναγωγη των ιουδαιων.
1 Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων.
2 κατα δε το ειωθος τω παυλω εισηλθεν προς αυτους, και επι σαββατα τρια διελεγετο αυτοις απο των γραφων,
2 κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθε πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία διελέγετο αὐτοῖς ἀπὸ τῶν γραφῶν,
3 διανοιγων και παρατιθεμενος οτι τον χριστον εδει παθειν και αναστηναι εκ νεκρων, και οτι ουτος εστιν ο χριστος, ιησους ον εγω καταγγελλω υμιν.
3 διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός, Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
4 και τινες εξ αυτων επεισθησαν και προσεκληρωθησαν τω παυλω και τω σιλα, των τε σεβομενων ελληνων πολυ πληθος γυναικων τε των πρωτων ουκ ολιγαι.
4 καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πολὺ πλῆθος γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5 προσλαβομενοι δε οι απειθουντες ιουδαιοι των αγοραιων τινας ανδρας πονηρους και οχλοποιησαντες εθορυβουν την πολιν, επισταντες τε τη οικια ιασονος εζητουν αυτους αγαγειν εις τον δημον·
5 Προσλαβόμενοι δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι τῶν ἀγοραίων τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον·
6 μη ευροντες δε αυτους εσυρον τον ιασονα και τινας αδελφους επι τους πολιταρχας, βοωντες οτι οι την οικουμενην αναστατωσαντες ουτοι και ενθαδε παρεισιν,
6 μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν,
7 ους υποδεδεκται ιασων· και ουτοι παντες απεναντι των δογματων καισαρος πρασσουσιν, βασιλεα ετερον λεγοντες ειναι, ιησουν.
7 οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι, Ἰησοῦν.
8 εταραξαν δε τον οχλον και τους πολιταρχας ακουοντας ταυτα,
8 ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα,
9 και λαβοντες το ικανον παρα του ιασονος και των λοιπων απελυσαν αυτους.
9 καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
10 οι δε αδελφοι ευθεως δια της νυκτος εξεπεμψαν τον τε παυλον και τον σιλαν εις βεροιαν, οιτινες παραγενομενοι εις την συναγωγην απηεσαν των ιουδαιων.
10 Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ τῆς νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων.
11 ουτοι δε ησαν ευγενεστεροι των εν θεσσαλονικη, οιτινες εδεξαντο τον λογον μετα πασης προθυμιας, το καθ ημεραν ανακρινοντες τας γραφας ει εχοι ταυτα ουτως.
11 οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, τὸ καθ᾽ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως.
12 πολλοι μεν ουν εξ αυτων επιστευσαν, και των ελληνιδων γυναικων των ευσχημονων και ανδρων ουκ ολιγοι.
12 πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι.
13 ως δε εγνωσαν οι απο της θεσσαλονικης ιουδαιοι οτι και εν τη βεροια κατηγγελη υπο του παυλου ο λογος του θεου, ηλθον κακει σαλευοντες τους οχλους.
13 Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους.
14 ευθεως δε τοτε τον παυλον εξαπεστειλαν οι αδελφοι πορευεσθαι ως επι την θαλασσαν· υπεμενον δε ο τε σιλας και ο τιμοθεος εκει.
14 εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν· ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ.
15 οι δε καθιστωντες τον παυλον ηγαγον αυτον εως αθηνων, και λαβοντες εντολην προς τον σιλαν και τιμοθεον ινα ως ταχιστα ελθωσιν προς αυτον, εξηεσαν.
15 οἱ δὲ καθιστῶντες τὸν Παῦλον ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτόν, ἐξῄεσαν.
16 εν δε ταις αθηναις εκδεχομενου αυτους του παυλου, παρωξυνετο το πνευμα αυτου εν αυτω θεωρουντι κατειδωλον ουσαν την πολιν.
16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν.
17 διελεγετο μεν ουν εν τη συναγωγη τοις ιουδαιοις και τοις σεβομενοις και εν τη αγορα κατα πασαν ημεραν προς τους παρατυγχανοντας.
17 διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
18 τινες δε των επικουρειων και των στοικων φιλοσοφων συνεβαλλον αυτω, και τινες ελεγον· τι αν θελοι ο σπερμολογος ουτος λεγειν; οι δε· ξενων δαιμονιων δοκει καταγγελευς ειναι· οτι τον ιησουν και την αναστασιν ευηγγελιζετο αυτοις.
18 τινὲς δὲ τῶν Ἐπικουρείων καὶ τῶν Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ· ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο αὐτοῖς.
19 επιλαβομενοι τε αυτου επι τον αρειον παγον ηγαγον λεγοντες· δυναμεθα γνωναι τις η καινη αυτη η υπο σου λαλουμενη διδαχη;
19 ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες· δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;
20 ξενιζοντα γαρ τινα εισφερεις εις τας ακοας ημων· βουλομεθα ουν γνωναι τι αν θελοι ταυτα ειναι.
20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι.
21 αθηναιοι δε παντες και οι επιδημουντες ξενοι εις ουδεν ετερον ευκαιρουν η λεγειν τι και ακουειν καινοτερον.
21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον.
22 σταθεις δε ο παυλος εν μεσω του αρειου παγου εφη· ανδρες αθηναιοι, κατα παντα ως δεισιδαιμονεστερους υμας θεωρω.
22 Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη· ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ.
23 διερχομενος γαρ και αναθεωρων τα σεβασματα υμων ευρον και βωμον εν ω επεγεγραπτο, αγνωστω θεω. ον ουν αγνοουντες ευσεβειτε, τουτον εγω καταγγελλω υμιν.
23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ Θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν.
24 ο θεος ο ποιησας τον κοσμον και παντα τα εν αυτω, ουτος ουρανου και γης κυριος υπαρχων ουκ εν χειροποιητοις ναοις κατοικει,
24 ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,
25 ουδε υπο χειρων ανθρωπων θεραπευεται προσδεομενος τινος, αυτος διδους πασιν ζωην και πνοην κατα παντα·
25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν κατὰ πάντα·
26 εποιησεν τε εξ ενος αιματος παν εθνος ανθρωπων κατοικειν επι παν το προσωπον της γης, ορισας προστεταγμενους καιρους και τας οροθεσιας της κατοικιας αυτων,
26 ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
27 ζητειν τον κυριον, ει αρα γε ψηλαφησειαν αυτον και ευροιεν, και γε ου μακραν απο ενος εκαστου ημων υπαρχοντα.
27 ζητεῖν τὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
28 εν αυτω γαρ ζωμεν και κινουμεθα και εσμεν, ως και τινες των καθ υμας ποιητων ειρηκασιν· του γαρ και γενος εσμεν.
28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασι· τοῦ γὰρ καὶ γένος ἐσμέν.
29 γενος ουν υπαρχοντες του θεου ουκ οφειλομεν νομιζειν χρυσω η αργυρω η λιθω, χαραγματι τεχνης και ενθυμησεως ανθρωπου, το θειον ειναι ομοιον.
29 γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
30 τους μεν ουν χρονους της αγνοιας υπεριδων ο θεος τανυν παραγγελλει τοις ανθρωποις πασιν πανταχου μετανοειν,
30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τανῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν,
31 διοτι εστησεν ημεραν εν η μελλει κρινειν την οικουμενην εν δικαιοσυνη, εν ανδρι ω ωρισεν, πιστιν παρασχων πασιν αναστησας αυτον εκ νεκρων.
31 διότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
32 ακουσαντες δε αναστασιν νεκρων οι μεν εχλευαζον, οι δε ειπον· ακουσομεθα σου παλιν περι τουτου.
32 ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον· ἀκουσόμεθά σου πάλιν περὶ τούτου.
33 και ουτως ο παυλος εξηλθεν εκ μεσου αυτων.
33 καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
34 τινες δε ανδρες κολληθεντες αυτω επιστευσαν, εν οις και διονυσιος ο αρεοπαγιτης και γυνη ονοματι δαμαρις και ετεροι συν αυτοις.
34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Damaris

    Convert at Athens

    A woman who believed after Paul's speech at Athens.

    Citado en la guía: Acts 17:34

  • Dionysius

    Member of the Areopagus

    A member of the Areopagus council who believed after Paul's speech at Athens.

    Citado en la guía: Acts 17:34

  • Jason

    Host of Paul at Thessalonica

    Hosted Paul and Silas at Thessalonica and was dragged before the city authorities by a mob; he is probably the Jason whom Paul calls his kinsman in Romans.

    Citado en la guía: Acts 17:5; Acts 17:7; Acts 17:9

Lugares

  • Antioch (Syrian)

    Hoy: Antakya, southern Turkey · En: First Journey · En: Second Journey · En: Third Journey

    The empire's third-largest city and the first major Gentile church — the launching base for Paul's journeys. (Distinct from Pisidian Antioch.)

    Citado en la guía: Acts 11:26; Acts 13:1-3; Galatians 2:11

  • Athens

    Hoy: Greece · En: Second Journey

    The philosophical center of the Greco-Roman world. Paul engaged Stoic and Epicurean thinkers on Mars Hill (the Areopagus), reasoning toward the resurrection.

    Citado en la guía: Acts 17:16; Acts 17:22

  • Corinth

    Hoy: Southern Greece (the isthmus) · En: Second Journey · En: Third Journey

    Corinth straddled the isthmus linking mainland Greece to the Peloponnese — a hub of commerce and immorality. Paul founded the church here; a Roman bema traditionally linked to his hearing before…

    Citado en la guía: Acts 18:1; 1 Corinthians 1:2; 2 Corinthians 1:1

  • Ephesus

    Hoy: Western Turkey (Aegean coast) · En: Second Journey · En: Third Journey

    The chief city of Roman Asia, famed for the temple of Artemis. Paul's long ministry sparked the silversmiths' riot; the city is also the first addressed in Revelation.

    Citado en la guía: Acts 19:1; Acts 19:28; Revelation 2:1

  • Philippi

    Hoy: Northern Greece (Macedonia) · En: Second Journey · En: Third Journey

    A Roman colony on the Via Egnatia and the site of Paul's first European converts — a beloved church to which he later wrote from prison.

    Citado en la guía: Acts 16:12; Acts 16:25; Philippians 1:1

  • Thessalonica

    Hoy: Northern Greece (Macedonia) · En: Second Journey

    Capital of the Roman province of Macedonia and a key stop on the Via Egnatia. Paul's brief ministry produced a strong church and two of his earliest letters.

    Citado en la guía: Acts 17:1; 1 Thessalonians 1:1; Acts 17:6

  • Berea
  • Troas
Referencias cruzadas (33)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Tesalonicenses 1:1; Filipenses 4:16; Hechos 20:4; 2 Tesalonicenses 1:1; 2 Timoteo 4:10
  2. 2 Hechos 18:4; Hechos 9:20; Isaías 1:18; Hechos 17:10; Lucas 4:16
  3. 3 Hechos 18:28; Hechos 9:22; Lucas 24:32; 1 Tesalonicenses 1:5–6; Hechos 3:18
  4. 4 Hechos 17:12; Hechos 13:43; Hechos 14:4; Hechos 15:22; Hechos 13:50
  5. 5 Gálatas 5:26; Hechos 17:13; Hechos 14:2; Gálatas 5:21; 1 Tesalonicenses 2:14–16
  6. 6 Hechos 24:5; Hechos 16:19–21; Hechos 28:22; Lucas 23:5; Hechos 21:28–31
  7. 7 Lucas 23:2; Juan 19:12; Hechos 16:21; Daniel 3:12; 1 Pedro 2:15
  8. 8 Juan 11:48; Mateo 2:3
  9. 9 Hechos 17:5
  10. 10 Hechos 17:13–14; 1 Tesalonicenses 2:2; Hechos 17:2; Hechos 20:4; Hechos 9:25
  11. 11 Isaías 34:16; Proverbios 2:1–5; Juan 5:39; 1 Tesalonicenses 2:13; Mateo 13:23
  12. 12 Efesios 5:14; Hechos 14:1; Hechos 13:50; Hechos 17:2–4; 1 Corintios 1:26
  13. 13 1 Tesalonicenses 2:14–16; Hechos 17:5; Hechos 21:27; Hechos 14:2; Hechos 6:12
  14. 14 Hechos 17:10; Mateo 10:23; Hechos 16:1; Hechos 9:25; Hechos 9:30
  15. 15 Hechos 18:5; 1 Tesalonicenses 3:1; Hechos 18:1; 2 Timoteo 4:10–11; Tito 3:12
  16. 16 Salmo 119:158; Salmo 119:136; Éxodo 32:19–20; 2 Pedro 2:7; Job 32:18–20
  17. 17 Hechos 13:16; Hechos 14:1–4; Hechos 17:2–4; Hechos 9:20; Mateo 5:1–2
  18. 18 1 Corintios 1:20–21; Lucas 11:53; 1 Corintios 3:18; Colosenses 2:8; Hechos 4:2
  19. 19 Marcos 1:27; Hechos 17:22; Hechos 24:24; Hechos 25:22; Hechos 26:1
  20. 20 Oseas 8:12; 1 Corintios 1:23; 1 Corintios 2:14; 1 Corintios 1:18; 1 Pedro 4:4
  21. 21 2 Timoteo 2:16–17; Colosenses 4:5; Efesios 5:16; 2 Tesalonicenses 3:11–12; 1 Timoteo 5:13
  22. 22 Hechos 25:19; Hechos 17:16; Hechos 19:35; Jeremías 10:2–3; Jeremías 50:38
  23. 23 Juan 4:22; Gálatas 4:8–9; Juan 17:3; Juan 17:25; Hechos 17:30
  24. 24 1 Reyes 8:27; Deuteronomio 10:14; Hechos 7:48; Isaías 66:1; 2 Crónicas 6:18
  25. 25 Salmo 50:8–13; Isaías 42:5; Génesis 2:7; Hechos 17:28; Romanos 11:35
  26. 26 Deuteronomio 32:7–8; Génesis 3:20; Malaquías 2:10; Romanos 5:12–19; 1 Corintios 15:22
  27. 27 Jeremías 23:23–24; Deuteronomio 4:7; Romanos 1:20; Hechos 14:17; Salmo 19:1–6
  28. 28 Job 12:10; Colosenses 1:17; Hebreos 1:3; Salmo 36:9; Lucas 20:38
  29. 29 Isaías 40:25; Isaías 46:5–6; Éxodo 20:4; Salmo 115:4–8; Habacuc 2:19–20
  30. 30 Hechos 14:16; Tito 2:11–12; Lucas 24:47; Romanos 3:25; Efesios 4:17–32
  31. 31 Romanos 2:16; 2 Pedro 3:7; Mateo 25:31–46; Salmo 9:8; Salmo 98:9
  32. 32 Hechos 17:18; Hechos 26:8; 2 Corintios 6:2; 1 Corintios 4:10; Hechos 2:13
  33. 34 Hechos 17:19; Romanos 11:5–6; Hechos 13:48; Hechos 17:4; Filipenses 4:22

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 17:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XXXVII)

    Again they haste past the small cities, and press on to the greater ones, since from those the word was to flow as from a fountain into the neighboring cities. "And Paul, as his manner was, went into the synagogue of the Jews." Although he had said, "We turn to the Gentiles" (ch. xiii.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 17:28 Augustine of Hippo, Confessions (Book VII, Chapters VII–IX)

    And to the Athenians Thou saidst by Thy apostle, that in Thee "we live, and move, and have our being;" as one of their own poets has said. And verily these books came from thence.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Cita 17:6 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXIII)

    For "They," it is said, "that have turned the world upside down, are come hither also;" and again, "They preach things contrary to the decrees of Cæsar, saying that Jesus Christ is king." And everywhere the courts of justice were preoccupied by such suspicions, and much influence from above was needed, for their showing both the truth of the doctrine …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 17:28 Gregory of Nazianzus, Theological Orations (The Fourth Theological Oration, Which is the Second Concerning the Son)

    For in Him we live and move and have our being, according to the double power of that Breathing into us; for we were all inspired by Him with breath, and as many of us as were capable of it, and in so far as we open the mouth of our mind, with God the Holy Ghost.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 17:31 Basil of Caesarea, On the Holy Spirit (Chapter XVI)

    … of the expected appearance of the Lord from heaven the Holy Spirit will not, as some suppose, have no functions to discharge: on the contrary, even in the day of His revelation, in which the blessed and only potentate will judge the world in righteousness, the Holy Spirit will be present with Him.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)