Saltar al texto

Juan · Texto Patriarcal (Antoniades 1904/1912)

Juan 18 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ταυτα ειπων ο ιησους εξηλθεν συν τοις μαθηταις αυτου περαν του χειμαρρου των κεδρων, οπου ην κηπος, εις ον εισηλθεν αυτος και οι μαθηται αυτου.
1 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθε σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
2 ηδει δε και ιουδας ο παραδιδους αυτον τον τοπον, οτι πολλακις συνηχθη και ο ιησους εκει μετα των μαθητων αυτου.
2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη καὶ ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
3 ο ουν ιουδας λαβων την σπειραν και εκ των αρχιερεων και φαρισαιων υπηρετας ερχεται εκει μετα φανων και λαμπαδων και οπλων.
3 ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
4 ιησους ουν ειδως παντα τα ερχομενα επ αυτον, εξελθων ειπεν αυτοις· τινα ζητειτε;
4 Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτόν, ἐξελθὼν εἶπεν αὐτοῖς· τίνα ζητεῖτε;
5 απεκριθησαν αυτω· ιησουν τον ναζωραιον. λεγει αυτοις ο ιησους· εγω ειμι. ειστηκει δε και ιουδας ο παραδιδους αυτον μετ αυτων.
5 ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.
6 ως ουν ειπεν αυτοις οτι εγω ειμι, απηλθον εις τα οπισω και επεσον χαμαι.
6 ὡς οὖν εἶπεν αὐτοῖς ὅτι ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί.
7 παλιν ουν αυτους επηρωτησεν· τινα ζητειτε; οι δε ειπον· ιησουν τον ναζωραιον.
7 πάλιν οὖν αὐτοὺς ἐπηρώτησε· τίνα ζητεῖτε; οἱ δὲ εἶπον· Ἰησοῦν τὸν Ναζωραῖον.
8 απεκριθη ιησους· ειπον υμιν οτι εγω ειμι. ει ουν εμε ζητειτε, αφετε τουτους υπαγειν·
8 ἀπεκρίθη Ἰησοῦς· εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
9 ινα πληρωθη ο λογος ον ειπεν, οτι ους δεδωκας μοι, ουκ απωλεσα εξ αυτων ουδενα.
9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
10 σιμων ουν πετρος εχων μαχαιραν ειλκυσεν αυτην, και επαισεν τον του αρχιερεως δουλον και απεκοψεν αυτου το ωτιον το δεξιον· ην δε ονομα τω δουλω μαλχος.
10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισε τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
11 ειπεν ουν ο ιησους τω πετρω· βαλε την μαχαιραν εις την θηκην· το ποτηριον ο δεδωκεν μοι ο πατηρ, ου μη πιω αυτο;
11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό;
12 η ουν σπειρα και ο χιλιαρχος και οι υπηρεται των ιουδαιων συνελαβον τον ιησουν και εδησαν αυτον,
12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτόν,
13 και απηγαγον αυτον προς ανναν πρωτον· ην γαρ πενθερος του καιαφα, ος ην αρχιερευς του ενιαυτου εκεινου.
13 καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
14 ην δε καιαφας ο συμβουλευσας τοις ιουδαιοις οτι συμφερει ενα ανθρωπον απολεσθαι υπερ του λαου.
14 ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.
15 ηκολουθει δε τω ιησου σιμων πετρος και ο αλλος μαθητης. ο δε μαθητης εκεινος ην γνωστος τω αρχιερει, και συνεισηλθεν τω ιησου εις την αυλην του αρχιερεως·
15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ὁ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθε τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως·
16 ο δε πετρος ειστηκει προς τη θυρα εξω. εξηλθεν ουν ο μαθητης ο αλλος, ος ην γνωστος τω αρχιερει, και ειπεν τη θυρωρω, και εισηγαγεν τον πετρον.
16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος, ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπε τῇ θυρωρῷ, καὶ εἰσήγαγε τὸν Πέτρον.
17 λεγει ουν η παιδισκη η θυρωρος τω πετρω· μη και συ εκ των μαθητων ει του ανθρωπου τουτου; λεγει εκεινος· ουκ ειμι.
17 λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· οὐκ εἰμί.
18 ειστηκεισαν δε οι δουλοι και οι υπηρεται ανθρακιαν πεποιηκοτες, οτι ψυχος ην, και εθερμαινοντο· ην δε μετ αυτων ο πετρος εστως και θερμαινομενος.
18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ μετ᾽ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος.
19 ο ουν αρχιερευς ηρωτησεν τον ιησουν περι των μαθητων αυτου και περι της διδαχης αυτου.
19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησε τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
20 απεκριθη αυτω ο ιησους· εγω παρρησια ελαλησα τω κοσμω· εγω παντοτε εδιδαξα εν συναγωγη και εν τω ιερω, οπου παντοτε οι ιουδαιοι συνερχονται, και εν κρυπτω ελαλησα ουδεν.
20 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
21 τι με επερωτας; επερωτησον τους ακηκοοτας τι ελαλησα αυτοις· ιδε ουτοι οιδασιν α ειπον εγω.
21 τί με ἐπερωτᾷς; ἐπερώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
22 ταυτα δε αυτου ειποντος εις των υπηρετων παρεστηκως εδωκεν ραπισμα τω ιησου ειπων· ουτως αποκρινη τω αρχιερει;
22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκε ῥάπισμα τῷ Ἰησοῦ εἰπών· οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
23 απεκριθη αυτω ο ιησους· ει κακως ελαλησα, μαρτυρησον περι του κακου· ει δε καλως, τι με δερεις;
23 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
24 απεστειλεν αυτον ο αννας δεδεμενον προς καιαφαν τον αρχιερεα.
24 ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
25 ην δε σιμων πετρος εστως και θερμαινομενος. ειπον ουν αυτω· μη και συ εκ των μαθητων αυτου ει; ηρνησατο ουν εκεινος και ειπεν· ουκ ειμι.
25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;
26 λεγει εις εκ των δουλων του αρχιερεως, συγγενης ων ου απεκοψεν πετρος το ωτιον· ουκ εγω σε ειδον εν τω κηπω μετ αυτου;
26 ἠρνήσατο οὖν ἐκεῖνος καὶ εἶπεν· οὐκ εἰμί. λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψε Πέτρος τὸ ὠτίον· οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ;
27 παλιν ουν ηρνησατο ο πετρος, και ευθεως αλεκτωρ εφωνησεν.
27 πάλιν οὖν ἠρνήσατο ὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
28 αγουσιν ουν τον ιησουν απο του καιαφα εις το πραιτωριον· ην δε πρωι· και αυτοι ουκ εισηλθον εις το πραιτωριον, ινα μη μιανθωσιν, αλλ ινα φαγωσιν το πασχα.
28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσι τὸ πάσχα.
29 εξηλθεν ουν ο πιλατος προς αυτους και ειπεν· τινα κατηγοριαν φερετε κατα του ανθρωπου τουτου;
29 ἐξῆλθεν οὖν ὁ Πιλᾶτος πρὸς αὐτοὺς καὶ εἶπε· τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;
30 απεκριθησαν και ειπον αυτω· ει μη ην ουτος κακοποιος, ουκ αν σοι παρεδωκαμεν αυτον.
30 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
31 ειπεν ουν αυτοις ο πιλατος· λαβετε αυτον υμεις και κατα τον νομον υμων κρινατε αυτον. ειπον ουν αυτω οι ιουδαιοι· ημιν ουκ εξεστιν αποκτειναι ουδενα·
31 εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
32 ινα ο λογος του ιησου πληρωθη ον ειπεν σημαινων ποιω θανατω ημελλεν αποθνησκειν.
32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.
33 εισηλθεν ουν εις το πραιτωριον παλιν ο πιλατος και εφωνησεν τον ιησουν και ειπεν αυτω· συ ει ο βασιλευς των ιουδαιων;
33 Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ Πιλᾶτος καὶ ἐφώνησε τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
34 απεκριθη αυτω ο ιησους· αφ εαυτου συ τουτο λεγεις η αλλοι σοι ειπον περι εμου;
34 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἀφ᾽ ἑαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ;
35 απεκριθη ο πιλατος· μητι εγω ιουδαιος ειμι; το εθνος το σον και οι αρχιερεις παρεδωκαν σε εμοι· τι εποιησας;
35 ἀπεκρίθη ὁ Πιλᾶτος· μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
36 απεκριθη ιησους· η βασιλεια η εμη ουκ εστιν εκ του κοσμου τουτου· ει εκ του κοσμου τουτου ην η βασιλεια η εμη, οι υπηρεται αν οι εμοι ηγωνιζοντο, ινα μη παραδοθω τοις ιουδαιοις· νυν δε η βασιλεια η εμη ουκ εστιν εντευθεν.
36 ἀπεκρίθη Ἰησοῦς· ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
37 ειπεν ουν αυτω ο πιλατος· ουκουν βασιλευς ει συ; απεκριθη ιησους· συ λεγεις οτι βασιλευς ειμι εγω. εγω εις τουτο γεγεννημαι και εις τουτο εληλυθα εις τον κοσμον, ινα μαρτυρησω τη αληθεια. πας ο ων εκ της αληθειας ακουει μου της φωνης.
37 εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη Ἰησοῦς· σὺ λέγεις ὅτι βασιλεύς εἰμι ἐγώ. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
38 λεγει αυτω ο πιλατος· τι εστιν αληθεια; και τουτο ειπων παλιν εξηλθεν προς τους ιουδαιους και λεγει αυτοις· εγω ουδεμιαν αιτιαν ευρισκω εν αυτω·
38 λέγει αὐτῷ ὁ Πιλᾶτος· τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθε πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ·
39 εστιν δε συνηθεια υμιν ινα ενα υμιν απολυσω εν τω πασχα· βουλεσθε ουν υμιν απολυσω τον βασιλεα των ιουδαιων;
39 ἔστι δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ πάσχα· βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων;
40 εκραυγασαν ουν παλιν παντες λεγοντες· μη τουτον, αλλα τον βαραββαν. ην δε ο βαραββας ληστης.
40 ἐκραύγασαν οὖν πάλιν πάντες λέγοντες· μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Annas

    High priest, father-in-law of Caiaphas

    Named as high priest alongside Caiaphas when John began preaching, and as the father-in-law of Caiaphas, to whom Jesus was brought first.

    Citado en la guía: Luke 3:2; John 18:13; John 18:24

  • Malchus

    High priest's servant

    The servant of the high priest whose right ear Simon Peter cut off in the garden.

    Citado en la guía: John 18:10

  • Pontius Pilate

    Governor of Judea

    Roman governor of Judea who questioned Jesus, found no guilt in Him, released Barabbas, and gave Him up to be crucified and permitted Joseph of Arimathea to take the body.

    Citado en la guía: Matthew 27:2; Luke 3:1; John 18:38

Referencias cruzadas (39)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 2 Samuel 15:23; Mateo 26:36; Marcos 14:32; Juan 18:26; Lucas 22:39–40
  2. 2 Lucas 21:37; Lucas 22:39; Marcos 11:11–12
  3. 3 Juan 18:12; Lucas 22:47–53; Salmo 3:1–2; Hechos 1:16; Salmo 22:12
  4. 4 Juan 13:1; Juan 18:7; Hechos 2:28; Hechos 20:22–23; Salmo 27:3
  5. 5 Isaías 3:9; Juan 1:46; Mateo 21:11; Mateo 2:23; Juan 19:19
  6. 6 Salmo 27:2; Salmo 70:2–3; 2 Reyes 1:9–15; Hechos 4:29–30; Lucas 9:54–56
  7. 7 Juan 18:4
  8. 8 Juan 10:28; 2 Corintios 12:9; Isaías 53:6; 1 Pedro 5:7; Juan 13:1
  9. 9 Juan 17:12
  10. 10 Mateo 26:51–54; Marcos 14:47; Lucas 22:49–51; Juan 18:26; Marcos 14:30
  11. 11 Mateo 26:39; Mateo 20:22; Juan 20:17; Juan 12:27–28; Hebreos 12:2
  12. 12 Juan 18:3; Mateo 26:57; Marcos 15:1; Lucas 22:54; Hechos 22:24–28
  13. 13 Juan 18:24; Lucas 3:2; Mateo 26:3; Juan 11:51; Mateo 26:57
  14. 14 Juan 11:49–52
  15. 15 Lucas 22:54; Marcos 14:54; Mateo 26:58–68; Mateo 26:3
  16. 16 Lucas 22:55–57; Mateo 26:69; Marcos 14:66–68
  17. 17 Mateo 26:69–70; Marcos 14:66–68; Juan 18:25; Mateo 26:33; Lucas 22:56–57
  18. 18 Marcos 14:54; Juan 18:25; Lucas 22:55–56; Marcos 14:67; Salmo 26:4–10
  19. 19 Marcos 14:55–65; Lucas 20:20; Lucas 11:53–54; Mateo 26:59–68; Lucas 22:63–71
  20. 20 Juan 7:26; Isaías 48:16; Mateo 4:23; Lucas 21:37; Mateo 26:55
  21. 21 Lucas 22:67; Marcos 14:55–59; Mateo 26:59–60; Hechos 24:18–20; Hechos 24:12–13
  22. 22 Juan 19:3; Lucas 22:63–64; Marcos 14:65; Isaías 50:5–7; Mateo 26:67–68
  23. 23 1 Pedro 2:20–23; 2 Corintios 10:1; Mateo 5:39; Hechos 23:2–5
  24. 24 Juan 18:13; Mateo 26:57
  25. 25 Marcos 14:67–72; Juan 18:17–18; Mateo 26:71–75; Proverbios 29:25; Génesis 18:15
  26. 26 Juan 18:10; Juan 18:1; Marcos 14:70–71; Lucas 22:59–60; Mateo 26:73
  27. 27 Juan 13:38; Marcos 14:71–72; Lucas 22:60–62; Mateo 26:34; Marcos 14:30
  28. 28 Juan 18:33; Juan 19:9; Juan 19:14; Marcos 15:1–5; Mateo 27:27
  29. 29 Marcos 15:2–5; Mateo 27:23; Mateo 27:11–14; Lucas 23:2–3; Hechos 23:28–30
  30. 30 Marcos 15:3; Juan 19:12; Lucas 23:2–5; Marcos 10:33; Lucas 20:19–26
  31. 31 Juan 19:6–7; Juan 19:15; Ezequiel 21:26–27; Hechos 25:18–20; Oseas 3:4–5
  32. 32 Juan 3:14; Mateo 26:2; Mateo 20:19; Juan 12:32–33; Lucas 18:32–33
  33. 33 Lucas 23:3–4; Juan 19:3; Hechos 2:34–36; Juan 12:13; Zacarías 9:9
  34. 35 Juan 19:11; Hechos 22:22–24; Hechos 25:19–20; Juan 19:6; Nehemías 4:2
  35. 36 Lucas 17:20–21; Colosenses 1:12–14; Juan 6:15; Romanos 14:17; Daniel 2:44
  36. 37 1 Juan 4:6; Juan 8:47; Juan 8:14; Juan 10:26–27; 1 Juan 3:19
  37. 38 Juan 19:4; Juan 19:6; Lucas 23:4; Hechos 17:32; Hechos 24:25–26
  38. 39 Mateo 27:15–18; Marcos 15:6–14; Lucas 23:16–23; Mateo 27:20–23
  39. 40 Mateo 27:26; Marcos 15:15; Mateo 27:16; Lucas 23:25; Marcos 15:7

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 18:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XVIII — 1-12)

    When the grand and lengthened discourse was concluded which the Lord delivered after supper, and on the eve of shedding His blood for us, to the disciples who were then with Him, and had added the prayer addressed to His Father, the evangelist John began thereafter the narrative of His passion in these words: "When Jesus had so spoken, He …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)

  2. Comentario 18:1 John Chrysostom, Homilies on the Gospel of John (Homily LXXXIII)

    An awful thing is death, and very full of terror, but not to those who have learnt the true wisdom which is above. For he that knows nothing certain concerning things to come, but deems it to be a certain dissolution and end of life, with reason shudders and is afraid, as though he were passing into non-existence.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 14 (1889)

  3. Cita 18:23 Augustine of Hippo, Our Lord's Sermon on the Mount (Book I, Chapters XVIII–XIX)

    … the precepts which He taught, did not offer the other cheek to the servant of the high priest when smiting Him thereon; but, so far from that, said, "If I have spoken evil, hear witness of the evil; but if well, why smitest thou me?" Yet was He not on that account unprepared in heart, for the salvation of all, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  4. Cita 18:15 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXV)

    For, because both continued with Him at His crucifixion, taking away the ground of his own commendation, he saith, "That disciple was known unto the high priest." But James survived not a long time, but from the beginning he was so greatly filled with warmth, and so forsook all the things of men, and mounted up to an height unutterable, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 18:8 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VI)

    Ought he not to have followed the example of Jesus, and said, If ye seek Me, let these go their way?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)